136.3. There, perceiving that the Persians had not yet come, they said to the Ionians, who were in their ships, “Ionians, the days have exceeded the number, and you are wrong to be here still.
136.3. μαθόντες δὲ τοὺς Πέρσας οὔκω ἀπιγμένους ἔλεγον πρὸς τοὺς Ἴωνας ἐόντας ἐν τῇσι νηυσί ἄνδρες Ἴωνες, αἵ τε ἡμέραι ὑμῖν τοῦ ἀριθμοῦ διοίχηνται καὶ οὐ ποιέετε δίκαια ἔτι παραμένοντες.
136.4. Since it was fear that kept you here, now break the bridge in haste and go, free and happy men, thanking the gods and the Scythians. The one that was your master we shall impress in such a way that he will never lead an army against anyone again.”
136.4. ἀλλʼ ἐπεὶ πρότερον δειμαίνοντες ἐμένετε, νῦν λύσαντες τὸν πόρον τὴν ταχίστην ἄπιτε χαίροντες ἐλεύθεροι, θεοῖσί τε καὶ Σκύθῃσι εἰδότες χάριν. τὸν δὲ πρότερον ἐόντα ὑμέων δεσπότην ἡμεῖς παραστησόμεθα οὕτω ὥστε ἐπὶ μηδαμοὺς ἔτι ἀνθρώπους αὐτὸν στρατεύσασθαι.
137.1. Then the Ionians held a council. Miltiades the Athenian, general and sovereign of the Chersonesites of the Hellespont, advised that they do as the Scythians said and set Ionia free.
137.1. πρὸς ταῦτα Ἴωνες ἐβουλεύοντο. Μιλτιάδεω μὲν τοῦ Ἀθηναίου, στρατηγέοντος καὶ τυραννεύοντος Χερσονησιτέων τῶν ἐν Ἑλλησπόντῳ, ἦν γνώμη πείθεσθαι Σκύθῃσι καὶ ἐλευθεροῦν Ἰωνίην, Ἱστιαίου δὲ τοῦ Μιλησίου ἐναντίη ταύτῃ, λέγοντος ὡς νῦν μὲν διὰ Δαρεῖον ἕκαστος αὐτῶν τυραννεύει πόλιος·
137.2. But Histiaeus of Miletus advised the opposite. He said, “It is owing to Darius that each of us is sovereign of his city; if Darius' power is overthrown, we shall no longer be able to rule, I in Miletus or any of you elsewhere; for all the cities will choose democracy rather than despotism.”
137.2. τῆς Δαρείου δὲ δυνάμιος καταιρεθείσης οὔτε αὐτὸς Μιλησίων οἷος τε ἔσεσθαι ἄρχειν οὔτε ἄλλον οὐδένα οὐδαμῶν· βουλήσεσθαι γὰρ ἑκάστην τῶν πολίων δημοκρατέεσθαι μᾶλλον ἢ τυραννεύεσθαι.
137.3. When Histiaeus explained this, all of them at once inclined to his view, although they had first sided with Miltiades.
137.3. Ἰστιαίου δὲ γνώμην ταύτην ἀποδεικνυμένου αὐτίκα πάντες ἦσαν τετραμμένοι πρὸς ταύτην τὴν γνώμην, πρότερον τὴν Μιλτιάδεω αἱρεόμενοι.
138.1. Those high in Darius' favor who gave their vote were Daphnis of Abydos, Hippoclus of Lampsacus, Herophantus of Parium, Metrodorus of Proconnesus, Aristagoras of Cyzicus, Ariston of Byzantium, all from the Hellespont and sovereigns of cities there; and from Ionia, Strattis of Chios, Aiaces of Samos, Laodamas of Phocaea, and Histiaeus of Miletus who opposed the plan of Miltiades.
138.1. ἦσαν δὲ οὗτοι οἱ διαφέροντές τε τὴν ψῆφον καὶ ἐόντες λόγου πρὸς βασιλέος, Ἑλλησποντίων μὲν τύραννοι Δάφνις τε Ἀβυδηνὸς καὶ Ἵπποκλος Λαμψακηνὸς καὶ Ἡρόφαντος Παριηνὸς καὶ Μητρόδωρος Προκοννήσιος καὶ Ἀρισταγόρης Κυζικηνὸς καὶ Ἀρίστων Βυζάντιος.
138.2. As for the Aeolians, their only notable man present was Aristagoras of Cymae. When these accepted Histiaeus' view, they decided to act upon it in the following way: to break as much of the bridge on the Scythian side as a bowshot from there carried, so that they seem to be doing something when in fact they were doing nothing, and that the Scythians not try to force their way across the bridge over the Ister; and to say while they were breaking the portion of the bridge on the Scythian side, that they would do all that the Scythians desired.
138.2. οὗτοι μὲν ἦσαν οἱ ἐξ Ἑλλησπόντου, ἀπʼ Ἰωνίης δὲ Στράττις τε Χῖος καὶ Αἰάκης Σάμιος καὶ Λαοδάμας Φωκαιεὺς καὶ Ἱστιαῖος Μιλήσιος, τοῦ ἦν γνώμη ἡ προκειμένη ἐναντίη τῇ Μιλτιάδεω. Αἰολέων δὲ παρῆν λόγιμος μοῦνος Ἀρισταγόρης, Κυμαῖος. οὗτοι ὦν ἐπείτε τὴν Ἱστιαίου αἱρέοντο γνώμην, ἔδοξε σφι πρὸς ταύτῃ τάδε ἔργα τε καὶ ἔπεα προσθεῖναι, τῆς μὲν γεφύρης λύειν τὰ κατὰ τοὺς Σκύθας ἐόντα, λύειν δὲ ὅσον τόξευμα ἐξικνέεται, ἵνα καὶ ποιέειν τι δοκέωσι ποιεῦντες μηδὲν καὶ οἱ Σκύθαι μὴ πειρῴατο βιώμενοι καὶ βουλόμενοι διαβῆναι τὸν Ἴστρον κατὰ τὴν γέφυραν, εἰπεῖν τε λύοντας τῆς γεφύρης τὸ ἐς τὴν Σκυθικὴν ἔχον ὡς πάντα ποιήσουσι τὰ Σκύθησι ἐστὶ ἐν ἡδονῇ.
139.2. This was the plan they adopted; and then Histiaeus answered for them all, and said, “You have come with good advice, Scythians, and your urgency is timely: you guide us well and we do you a convenient service; for, as you see, we are breaking the bridge, and will be diligent about it, as we want to be free.
139.2. ταῦτα μὲν προσέθηκαν τῇ γνώμῃ. μετὰ δὲ ἐκ πάντων ὑπεκρίνατο Ἱστιαῖος τάδε λέγων. Ἄνδρες Σκύθαι, χρηστὰ ἥκετε φέροντες καὶ ἐς καιρὸν ἐπείγεσθε· καὶ τά τε ἀπʼ ὑμέων ἡμῖν χρηστῶς ὁδοῦται καὶ τὰ ἀπʼ ἡμέων ἐς ὑμέας ἐπιτηδέως ὑπηρετέεται. ὡς γὰρ ὁρᾶτε, καὶ λύομεν τὸν πόρον καὶ προθυμίην πᾶσαν ἕξομεν θέλοντες εἶναι ἐλεύθεροι.
139.3. But while we are breaking the bridge, this is your opportunity to go and find the Persians, and when you have found them, punish them as they deserve on our behalf and on your own.”
139.3. ἐν ᾧ δὲ ἡμεῖς τάδε λύομεν, ὑμέας καιρός ἐστι δίζησθαι ἐκείνους, εὑρόντας δὲ ὑπέρ τε ἡμέων καὶ ὑμέων αὐτῶν τίσασθαι οὕτω ὡς κείνους πρέπει.
140.1. So the Scythians, trusting the Ionians' word once more, turned back to look for the Persians; but they missed the way by which their enemies returned. The Scythians themselves were to blame for this, because they had destroyed the horses' pasturage in that region and blocked the wells.
140.1. Σκύθαι μὲν τὸ δεύτερον Ἴωσι πιστεύσαντες λέγειν ἀληθέα ὑπέστρεφον ἐπὶ ζήτησιν τῶν Περσέων, καὶ ἡμάρτανον πάσης τῆς ἐκείνων διεξόδου. αἴτιοι δὲ τούτου αὐτοὶ οἱ Σκύθαι ἐγένοντο,τὰς νομὰς τῶν ἵππων τὰς ταύτῃ διαφθείραντες καὶ τὰ ὕδατα συγχώσαντες.
140.2. Had they not done, they could, if they had wished, easily have found the Persians. But as it was, that part of their plan which they had thought the best was the very cause of their going astray.
140.2. εἰ γὰρ ταῦτα μὴ ἐποίησαν, παρεῖχε ἄν σφι, εἰ ἐβούλοντο, εὐπετέως ἐξευρεῖν τοὺς Πέρσας. νῦν δὲ τά σφι ἐδόκεε ἄριστα βεβουλεῦσθαι, κατὰ ταῦτα ἐσφάλησαν.
140.3. So the Scythians went searching for their enemies through the parts of their own country where there was forage for the horses and water, supposing that they, too, were heading for such places in their flight; but the Persians kept to their own former tracks, and so with much trouble they found the crossing.
140.3. Σκύθαι μέν νυν τῆς σφετέρης χώρης τῇ χιλός τε τοῖσι ἵπποισι καὶ ὕδατα ἦν, ταύτῃ διεξιόντες ἐδίζηντο τοὺς ἀντιπολεμίους, δοκέοντες καὶ ἐκείνους διὰ τοιούτων τὴν ἀπόδρησιν ποιέεσθαι. οἱ δὲ δὴ Πέρσαι τὸν πρότερον ἑωυτῶν γενόμενον στίβον, τοῦτον φυλάσσοντες ἤισαν, καὶ οὕτω μόγις εὗρον τὸν πόρον.
140.4. But as they arrived at night and found the bridge broken, they were in great alarm lest the Ionians had abandoned them.
140.4. οἷα δὲ νυκτός τε ἀπικόμενοι καὶ λελυμένης τῆς γεφύρης ἐντυχόντες, ἐς πᾶσαν ἀρρωδίην ἀπίκοντο μή σφεας οἱ Ἴωνες ἔωσι ἀπολελοιπότες.
141.1. There was an Egyptian with Darius whose voice was the loudest in the world; Darius had this man stand on the bank of the Ister and call to Histiaeus the Milesian. This the Egyptian did; Histiaeus heard and answered the first shout, and sent all the ships to ferry the army over, and repaired the bridge.
141.1. ἦν δὲ περὶ Δαρεῖον ἀνὴρ Αἰγύπτιος φωνέων μέγιστον ἀνθρώπων· τοῦτον τὸν ἄνδρα καταστάντα ἐπὶ τοῦ χείλεος τοῦ Ἴστρου ἐκέλευε Δαρεῖος καλέειν Ἱστιαῖον Μιλήσιον. ὃ μὲν δὴ ἐποίεε ταῦτα, Ἱστιαῖος δὲ ἐπακούσας τῷ πρώτῳ κελεύσματι τάς τε νέας ἁπάσας παρεῖχε διαπορθμεύειν τὴν στρατιὴν καὶ τὴν γέφυραν ἔζευξε.
142.1. Thus the Persians escaped. The Scythians sought the Persians, but missed them again. Their judgment of the Ionians is that if they are regarded as free men they are the basest and most craven in the world; but if they are reckoned as slaves, none love their masters more, or desire less to escape. Thus have the Scythians taunted the Ionians.
142.1. Πέρσαι μὲν ὦν οὕτω ἐκφεύγουσι Σκύθαι δὲ διζήμενοι καὶ τὸ δεύτερον ἥμαρτον τῶν Περσέων, καὶ τοῦτο μὲν ὡς ἐόντας Ἴωνας ἐλευθέρους κακίστους τε καὶ ἀνανδροτάτους κρίνουσι εἶναι ἁπάντων ἀνθρώπων, τοῦτο δέ, ὡς δούλων ἐόντων τὸν λόγον ποιεύμενοι, ἀνδράποδα φιλοδέσποτα φασὶ εἶναι καὶ ἄδρηστα. ταῦτα μὲν δὴ Σκύθῃσι ἐς Ἴωνας ἀπέρριπται.
143.1. Darius marched through Thrace to Sestos on the Chersonesus; from there, he crossed over with his ships to Asia, leaving Megabazus as his commander in Europe, a Persian whom he once honored by saying among the Persians what I note here:
143.1. Δαρεῖος δὲ διὰ τῆς Θρηίκης πορευόμενος ἀπίκετο ἐς Σηστὸν τῆς Χερσονήσου. ἐνθεῦτεν δὲ αὐτὸς μὲν διέβη τῇσι νηυσὶ ἐς τὴν Ἀσίην, λείπει δὲ στρατηγὸν ἐν τῇ Εὐρώπῃ Μεγάβαζον ἄνδρα Πέρσην· τῷ Δαρεῖος κοτὲ ἔδωκε γέρας, τοιόνδε εἴπας ἐν Πέρσῃσι ἔπος.
143.2. Darius was about to eat pomegranates, and no sooner had he opened the first of them than his brother Artabanus asked him what he would like to have as many of as there were seeds in his pomegranate; then Darius said that he would rather have that many men like Megabazus than make all Hellas subject to him.
143.2. ὁρμημένου Δαρείου ῥοιὰς τρώγειν, ὡς ἄνοιξε τάχιστα τὴν πρώτην τῶν ῥοιέων, εἴρετο αὐτὸν ὁ ἀδελφεὸς Ἀρτάβανος ὅ τι βούλοιτʼ ἄν οἱ τοσοῦτο πλῆθος γενέσθαι ὅσοι ἐν τῇ ῥοιῇ κόκκοι· Δαρεῖος δὲ εἶπε Μεγαβάζους ἄν οἱ τοσούτους ἀριθμὸν γενέσθαι βούλεσθαι μᾶλλον ἢ τὴν Ἑλλάδα ὑπήκοον.
143.3. By speaking thus among Persians, the king honored Megabazus; and now he left him behind as his commander, at the head of eighty thousand of his army.
143.3. ἐν μὲν δὴ Πέρσησι ταῦτά μιν εἴπας ἐτίμα, τότε δὲ αὐτὸν ὑπέλιπε στρατηγὸν ἔχοντα τῆς στρατιῆς τῆς ἑωυτοῦ ὀκτὼ μυριάδας.
144.1. This Megabazus is forever remembered by the people of the Hellespont for replying, when he was told at Byzantium that the people of Calchedon had founded their town seventeen years before the Byzantines had founded theirs, that the Calchedonians must at that time have been blind, for had they not been, they would never have chosen the worse site for their city when they might have had the better.
144.1. οὗτος δὲ ὁ Μεγάβαζος εἴπας τόδε τὸ ἔπος ἐλίπετο ἀθάνατον μνήμην πρὸς Ἑλλησποντίων. γενόμενος γὰρ ἐν Βυζαντίῳ ἐπύθετο ἑπτακαίδεκα ἔτεσι πρότερον Καλχηδονίους κτίσαντας τὴν χώρην Βυζαντίων, πυθόμενος δὲ ἔφη Καλχηδονίους τοῦτον τὸν χρόνον τυγχάνειν ἐόντας τυφλούς· οὐ γὰρ ἂν τοῦ καλλίονος παρεόντος κτίζειν χώρου τὸν αἰσχίονα ἑλέσθαι, εἰ μὴ ἦσαν τυφλοί.
144.3. This Megabazus, left now as commander in the country, subjugated all the people of the Hellespont who did not take the side of the Persians.
144.3. οὗτος δὴ ὦν τότε ὁ Μεγάβαζος στρατηγὸς λειφθεὶς ἐν τῇ χώρῃ Ἑλλησποντίων τοὺς μὴ μηδίζοντας κατεστρέφετο.
145.1. At the same time that he was doing this, another great force was sent against Libya, for the reason that I shall give after I finish the story that I am going to tell now.
145.1. οὗτος μέν νυν ταῦτα ἔπρησσε. τὸν αὐτὸν δὲ τοῦτον χρόνον ἐγίνετο ἐπὶ Λιβύην ἄλλος στρατιῆς μέγας στόλος, διὰ πρόφασιν τὴν ἐγὼ ἀπηγήσομαι προδιηγησάμενος πρότερον τάδε.
145.2. The descendants of the crew of the Argo were driven out by the Pelasgians who carried off the Athenian women from Brauron; after being driven out of Lemnos by them, they sailed away to Lacedaemon, and there camped on Teügetum and kindled a fire.
145.2. τῶν ἐκ τῆς Ἀργοῦς ἐπιβατέων παίδων παῖδες ἐξελασθέντες ὑπὸ Πελασγῶν τῶν ἐκ Βραυρῶνος ληισαμένων τὰς Ἀθηναίων γυναῖκας, ὑπὸ τούτων ἐξελασθέντες ἐκ Λήμνου οἴχοντο πλέοντες ἐς Λακεδαίμονα, ἱζόμενοι δὲ ἐν τῷ Τηϋγέτῳ πῦρ ἀνέκαιον.
145.3. Seeing it, the Lacedaemonians sent a messenger to inquire who they were and where they came from. They answered the messenger that they were Minyae, descendants of the heroes who had sailed in the Argo and put in at Lemnos and there begot their race.
145.3. Λακεδαιμόνιοι δὲ ἰδόντες ἄγγελον ἔπεμπον πευσόμενοι τίνες τε καὶ ὁκόθεν εἰσί· οἳ δὲ τῷ ἀγγέλῳ εἰρωτῶντι ἔλεγον ὡς εἴησαν μὲν Μινύαι, παῖδες δὲ εἶεν τῶν ἐν τῇ Ἀργοῖ πλεόντων ἡρώων, προσσχόντας δὲ τούτους ἐς Λῆμνον φυτεῦσαι σφέας.
145.4. Hearing the story of the lineage of the Minyae, the Lacedaemonians sent a second time and asked why they had come into Laconia and kindled a fire. They replied that, having been expelled by the Pelasgians, they had come to the land of their fathers, as was most just; and their wish was to live with their fathers' people, sharing in their rights and receiving allotted pieces of land.
145.4. οἱ δὲ Λακεδαιμόνιοι ἀκηκοότες τὸν λόγον τῆς γενεῆς τῶν Μινυέων, πέμψαντες τὸ δεύτερον εἰρώτων τί θέλοντες ἥκοιέν τε ἐς τὴν χώρην καὶ πῦρ αἴθοιεν. οἳ δὲ ἔφασαν ὑπὸ Πελασγῶν ἐκβληθέντες ἥκειν ἐς τοὺς πατέρας· δικαιότατον γὰρ εἶναι οὕτω τοῦτο γίνεσθαι. δέεσθαι δὲ οἰκέειν ἅμα τούτοισι μοῖράν τε τιμέων μετέχοντες καὶ τῆς γῆς ἀπολαχόντες.
145.5. The Lacedaemonians were happy to receive the Minyae on the terms which their guests desired; the chief cause of their consenting was that the Tyndaridae had been in the ship's company of the Argo; so they received the Minyae and gave them land and distributed them among their own tribes. The Minyae immediately married, and gave in marriage to others the women they had brought from Lemnos.
145.5. Λακεδαιμονίοισι δὲ ἕαδε δέκεσθαι τοὺς Μινύας ἐπʼ οἷσι θέλουσι αὐτοί. μάλιστα δὲ ἐνῆγε σφέας ὥστε ποιέειν ταῦτα τῶν Τυνδαριδέων ἡ ναυτιλίη ἐν τῇ Ἀργοῖ. δεξάμενοι δὲ τοὺς Μινύας γῆς τε μετέδοσαν καὶ ἐς φυλὰς διεδάσαντο. οἳ δὲ αὐτίκα μὲν γάμους ἔγημαν, τὰς δὲ ἐκ Λήμνου ἤγοντο ἐξέδοσαν ἄλλοισι.
146.1. But in no time these Minyae became imperious, demanding an equal right to the kingship, and doing other impious things;
146.1. χρόνου δὲ οὐ πολλοῦ διεξελθόντος αὐτίκα οἱ Μινύαι ἐξύβρισαν, τῆς τε βασιληίης μεταιτέοντες καὶ ἄλλα ποιέοντες οὐκ ὅσια.
146.2. hence the Lacedaemonians resolved to kill them, and they seized them and cast them into prison. (When the Lacedaemonians execute, they do it by night, never by day.)
146.2. τοῖσι ὦν Λακεδαιμονίοισι ἔδοξε αὐτοὺς ἀποκτεῖναι, συλλαβόντες δὲ σφέας κατέβαλον ἐς ἑρκτήν. κτείνουσι δὲ τοὺς ἂν κτείνωσι Λακεδαιμόνιοι νυκτός, μετʼ ἡμέρην δὲ οὐδένα.
146.3. Now when they were about to kill the prisoners, the wives of the Minyae, who were natives of the country, daughters of leading Spartans, asked permission to enter the prison and each converse with her husband; the Lacedamonians granted this, not expecting that there would be any treachery from them.
146.3. ἐπεὶ ὦν ἔμελλον σφέας καταχρήσασθαι, παραιτήσαντο αἱ γυναῖκες τῶν Μινυέων, ἐοῦσαι ἀσταί τε καὶ τῶν πρώτων Σπαρτιητέων θυγατέρες, ἐσελθεῖν τε ἐς τὴν ἑρκτὴν καὶ ἐς λόγους ἐλθεῖν ἑκάστη τῷ ἑωυτῆς ἀνδρί. οἳ δὲ σφέας παρῆκαν, οὐδένα δόλον δοκέοντες ἐξ αὐτέων ἔσεσθαι.
146.4. But when the wives came into the prison, they gave their husbands all their own garments, and themselves put on the men's clothing; so the Minyae passed out in the guise of women dressed in women's clothing; and thus escaping, once more camped on Teügetum.
146.4. αἳ δὲ ἐπείτε ἐσῆλθον, ποιέουσι τοιάδε· πᾶσαν τὴν εἶχον ἐσθῆτα παραδοῦσαι τοῖσι ἀνδράσι αὐταὶ τὴν τῶν ἀνδρῶν ἔλαβον, οἱ δὲ Μινύαι ἐνδύντες τὴν γυναικηίην ἐσθῆτα ἅτε γυναῖκες ἐξήισαν ἔξω, ἐκφυγόντες δὲ τρόπῳ τοιούτῳ ἵζοντο αὖτις ἐς τὸ Τηΰγετον.
147.1. Now, about this same time, Theras, a descendant of Polynices through Thersander, Tisamenus, and Autesion, was preparing to lead out colonists from Lacedaemon.
147.1. τὸν δὲ αὐτὸν τοῦτον χρόνον Θήρας ὁ Αὐτεσίωνος τοῦ Τισαμενοῦ τοῦ Θερσάνδρου τοῦ Πολυνείκεος ἔστελλε ἐς ἀποικίην ἐκ Λακεδαίμονος·
147.2. This Theras was of the line of Cadmus and was an uncle on their mother's side to Aristodemus' sons Eurysthenes and Procles; and while these boys were yet children he held the royal power of Sparta as regent;
147.2. ἦν δὲ ὁ Θήρας οὗτος, γένος ἐὼν Καδμεῖος, τῆς μητρὸς ἀδελφεὸς τοῖσι Ἀριστοδήμου παισὶ Εὐρυσθένεϊ καὶ Προκλέι. ἐόντων δὲ ἔτι τῶν παίδων τούτων νηπίων ἐπιτροπαίην εἶχε ὁ Θήρας τὴν ἐν Σπάρτῃ βασιληίην.
147.3. but when his nephews grew up and became kings, then Theras could not endure to be a subject when he had had a taste of supreme power, and said he would no longer stay in Lacedaemon but would sail away to his family.
147.3. αὐξηθέντων δὲ τῶν ἀδελφιδέων καὶ παραλαβόντων τὴν ἀρχήν, οὕτω δὴ ὁ Θήρας δεινὸν ποιεύμενος ἄρχεσθαι ὑπʼ ἄλλων ἐπείτε ἐγεύσατο ἀρχῆς, οὐκ ἔφη μένειν ἐν τῇ Λακεδαίμονι ἀλλʼ ἀποπλεύσεσθαι ἐς τοὺς συγγενέας.
147.4. On the island now called Thera, but then Calliste, there were descendants of Membliarus the son of Poeciles, a Phoenician; for Cadmus son of Agenor had put in at the place now called Thera during his search for Europa; and having put in, either because the land pleased him, or because for some other reason he desired to do so, he left on this island his own relation Membliarus together with other Phoenicians.
147.4. ἦσαν δὲ ἐν τῇ νῦν Θήρῃ καλεομένῃ νήσῳ, πρότερον δὲ Καλλίστῃ τῇ αὐτῇ ταύτῃ, ἀπόγονοι Μεμβλιάρου τοῦ Ποικίλεω ἀνδρὸς Φοίνικος. Κάδμος γὰρ ὁ Ἀγήνορος Εὐρώπην διζήμενος προσέσχε ἐς τὴν νῦν Θήρην καλεομένην· προσσχόντι δὲ εἴτε δή οἱ ἡ χώρη ἤρεσε, εἴτε καὶ ἄλλως ἠθέλησε ποιῆσαι τοῦτο· καταλείπει γὰρ ἐν τῇ νήσῳ ταύτῃ ἄλλους τε τῶν Φοινίκων καὶ δὴ καὶ τῶν ἑωυτοῦ συγγενέων Μεμβλίαρον.
147.5. These dwelt on the island of Calliste for eight generations before Theras came from Lacedaemon.
147.5. οὗτοι ἐνέμοντο τὴν Καλλίστην καλεομένην ἐπὶ γενεάς, πρὶν ἤ Θήραν ἐλθεῖν ἐκ Λακεδαίμονος, ὀκτὼ ἀνδρῶν.
148.1. It was these that Theras was preparing to join, taking with him a company of people from the tribes; his intention was to settle among the people of Calliste and not drive them out but claim them as in fact his own people.
148.1. ἐπὶ τούτους δὴ ὦν ὁ Θήρας λεὼν ἔχων ἀπὸ τῶν φυλέων ἔστελλε, συνοικήσων τούτοισι καὶ οὐδαμῶς ἐξελῶν αὐτοὺς ἀλλὰ κάρτα οἰκηιούμενος.
148.2. So when the Minyae escaped from prison and camped on Teügetum, and the Lacedaemonians were planning to put them to death, Theras interceded for their lives, that there might be no killing, promising to lead them out of the country himself.
148.2. ἐπείτε δὲ καὶ οἱ Μινύαι ἐκδράντες ἐκ τῆς ἑρκτῆς ἵζοντο ἐς τὸ Τηΰγετον, τῶν Λακεδαιμονίων βουλευομένων σφέας ἀπολλύναι παραιτέεται ὁ Θήρας, ὅκως μήτε φόνος γένηται, αὐτός τε ὑπεδέκετο σφέας ἐξάξειν ἐκ τῆς χώρης.
148.3. The Lacedaemonians consented to this, and Theras sailed with three thirty-oared ships to join the descendants of Membliarus, taking with him not all the Minyae but only a few;
148.3. συγχωρησάντων δὲ τῇ γνώμῃ τῶν Λακεδαιμονίων, τρισὶ τριηκοντέροισι ἐς τοὺς Μεμβιάρου ἀπογόνους ἔπλωσε, οὔτι πάντας ἄγων τοὺς Μινύας ἀλλʼ ὀλίγους τινάς.
148.4. for the greater part of them made their way to the lands of the Paroreatae and Caucones, and after having driven these out of their own country, they divided themselves into six companies and established the cities of Lepreum, Macistus, Phrixae, Pyrgus, Epium, and Nudium in the land they had won; most of these were in my time taken and sacked by the Eleans. As for the island Calliste, it was called Thera after its colonist.
148.4. οἱ γὰρ πλεῦνες αὐτῶν ἐτράποντο ἐς τοὺς Παρωρεάτας καὶ Καύκωνας, τούτους δὲ ἐξελάσαντες ἐκ τῆς χώρης σφέας αὐτοὺς ἓξ μοίρας διεῖλον, καὶ ἔπειτα ἔκτισαν πόλιας τάσδε ἐν αὐτοῖσι, Λέπρεον Μάκιστον Φρίξας Πύργον Ἔπιον Νούδιον. τουτέων δὲ τὰς πλεῦνας ἐπʼ ἐμέο Ἠλεῖοι ἐπόρθησαν. τῇ δὲ νήσῳ ἐπὶ τοῦ οἰκιστέω Θήρα ἡ ἐπωνυμίη ἐγένετο.
149.1. But as Theras' son would not sail with him, his father said that he would leave him behind as a sheep among wolves; after which saying the boy got the nickname of Oeolycus, and it so happened that this became his customary name. He had a son, Aegeus, from whom the Aegidae, a great Spartan clan, take their name.
149.1. ὁ δὲ παῖς οὐ γὰρ ἔφη οἱ συμπλεύσεσθαι, τοιγαρῶν ἔφη αὐτὸν καταλείψειν ὄιν ἐν λύκοισι. ἐπὶ του ἔπεος τούτου οὔνομα τῷ νεηνίσκῳ τούτῳ Οἰόλυκος ἐγένετο, καί κως τὸ οὔνομα τοῦτο ἐπεκράτησε. Οἰολύκου δὲ γίνεται Αἰγεύς, ἐπʼ οὗ Αἰγεῖδαι καλέονται φυλὴ μεγάλη ἐν Σπάρτῃ.
149.2. The men of this clan, finding that none of their children lived, set up a temple of the avenging spirits of Laïus and Oedipus, by the instruction of an oracle, after which their children lived. It fared thus, too, with the children of the Aegidae at Thera.
149.2. τοῖσι δὲ ἐν τῇ φυλῇ ταύτῃ ἀνδράσι οὐ γὰρ ὑπέμειναν τὰ τέκνα, ἱδρύσαντο ἐκ θεοπροπίου Ἐρινύων τῶν Λαΐου τε καὶ Οἰδιπόδεω ἱρόν· καὶ μετὰ τοῦτο ὑπέμειναν … τὠυτὸ τοῦτο καὶ ἐν Θήρῃ τοῖσι ἀπὸ τῶν ἀνδρῶν τούτων γεγονόσι.
150.1. So far in the story the Lacedaemonian and Theraean records agree; for the rest, we have only the word of the Theraeans.
150.1. μέχρι μέν νυν τούτου τοῦ λόγου Λακεδαιμόνιοι Θηραίοισι κατὰ ταὐτὰ λέγουσι, τὸ δὲ ἀπὸ τούτου μοῦνοι Θηραῖοι ὧδε γενέσθαι λέγουσι.
150.2. Grinnus son of Aesanius, king of Thera, a descendant of this same Theras, came to Delphi bringing a hecatomb from his city; among others of his people, Battus son of Polymnestus came with him, a descendant of Euphemus of the Minyan clan.
150.2. Γρῖννος ὁ Αἰσανίου ἐὼν Θήρα τούτου ἀπόγονος καὶ βασιλεύων Θήρης τῆς νήσου ἀπίκετο ἐς Δελφούς, ἄγων ἀπὸ τῆς πόλιος ἑκατόμβην· εἵποντο δέ οἱ καὶ ἄλλοι τῶν πολιητέων καὶ δὴ καὶ Βάττος ὁ Πολυμνήστου, ἐὼν γένος Εὐφημίδης τῶν Μινυέων.
150.3. When Grinnus king of Thera asked the oracle about other matters, the priestess' answer was that he should found a city in Libya. “Lord, I am too old and heavy to stir; command one of these younger men to do this,” answered Grinnus, pointing to Battus as he spoke.
150.3. χρεωμένῳ δὲ τῷ Γρίννῳ τῷ βασιλέι τῶν Θηραίων περὶ ἄλλων χρᾷ ἡ Πυθίη κτίζειν ἐν Λιβύη πόλιν. ὁ δὲ ἀμείβετο λέγων ἐγὼ μὲν ὦναξ πρεσβύτερός τε ἤδη εἰμὶ καὶ βαρὺς ἀείρεσθαι· σὺ δὲ τινὰ τῶνδε τῶν νεωτέρων κέλευε ταῦτα ποιέειν. ἅμα τε ἔλεγε ταῦτα καὶ ἐδείκνυε ἐς τὸν Βάττον.
150.4. No more was said then. But when they departed, they neglected to obey the oracle, since they did not know where Libya was, and were afraid to send a colony out to an uncertain destination.
150.4. τότε μὲν τοσαῦτα. μετὰ δὲ ἀπελθόντες ἀλογίην εἶχον τοῦ χρηστηρίου, οὔτε Λιβύην εἰδότες ὅκου γῆς εἴη οὔτε τολμῶντες ἐς ἀφανὲς χρῆμα ἀποστέλλειν ἀποικίην.
151.1. For seven years after this there was no rain in Thera; all the trees in the island except one withered. The Theraeans inquired at Delphi again, and the priestess mentioned the colony they should send to Libya.
151.1. ἑπτὰ δὲ ἐτέων μετὰ ταῦτα οὐκ ὗε τὴν Θήρην, ἐν τοῖσι τὰ δένδρεα πάντα σφι τὰ ἐν τῇ νήσῳ πλὴν ἑνὸς ἐξαυάνθη. χρεωμένοισι δὲ τοῖσι Θηραίοισι προέφερε ἡ Πυθίη τὴν ἐς Λιβύην ἀποικίην.
151.2. So, since there was no remedy for their ills, they sent messengers to Crete to find any Cretan or traveller there who had travelled to Libya. In their travels about the island, these came to the town of Itanus, where they met a murex fisherman named Corobius, who told them that he had once been driven off course by winds to Libya, to an island there called Platea.
151.2. ἐπείτε δὲ κακοῦ οὐδὲν ἦν σφι μῆχος, πέμπουσι ἐς Κρήτην ἀγγέλους διζημένους εἴ τις Κρητῶν ἢ μετοίκων ἀπιγμένος εἴη ἐς Λιβύην. περιπλανώμενοι δὲ αὐτὴν οὗτοι ἀπίκοντο καὶ ἐς Ἴτανον πόλιν, ἐν ταύτῃ δὲ συμμίσγουσι ἀνδρὶ πορφυρέι τῷ οὕνομα ἦν Κορώβιος, ὃς ἔφη ὑπʼ ἀνέμων ἀπενειχθεὶς ἀπικέσθαι ἐς Λιβύην καὶ Λιβύης ἐς Πλατέαν νῆσον.
151.3. They hired this man to come with them to Thera; from there, just a few men were sent aboard ship to spy out the land first; guided by Corobius to the aforesaid island Platea, these left him there with provision for some months, and themselves sailed back with all speed to Thera to bring news of the island.
151.3. μισθῷ δὲ τοῦτον πείσαντες ἦγον ἐς Θήρην, ἐκ δὲ Θήρης ἔπλεον κατάσκοποι ἄνδρες τὰ πρῶτα οὐ πολλοί· κατηγησαμένου δὲ τοῦ Κορωβίου ἐς τὴν νῆσον ταύτην δὴ τὴν Πλατέαν, τὸν μέν Κορώβιον λείπουσι, σιτία καταλιπόντες ὅσων δὴ μηνῶν, αὐτοὶ δὲ ἔπλεον τὴν ταχίστην ἀπαγγελέοντες Θηραίοισι περὶ τῆς νήσου.
152.1. But after they had been away for longer than the agreed time, and Corobius had no provisions left, a Samian ship sailing for Egypt, whose captain was Colaeus, was driven off her course to Platea, where the Samians heard the whole story from Corobius and left him provisions for a year;
152.1. ἀποδημεόντων δὲ τούτων πλέω χρόνον τοῦ συγκειμένου τὸν Κορώβιον ἐπέλιπε τὰ πάντα, μετὰ δὲ ταῦτα νηῦς Σαμίη, τῆς ναύκληρος ἦν Κωλαῖος, πλέουσα ἐπʼ Αἰγύπτου ἀπηνείχθη ἐς τὴν Πλατέαν ταύτην· πυθόμενοι δὲ οἱ Σάμιοι παρὰ τοῦ Κορωβίου τὸν πάντα λόγον, σιτία οἱ ἐνιαυτοῦ καταλείπουσι.
152.2. they then put out to sea from the island and would have sailed to Egypt, but an easterly wind drove them from their course, and did not abate until they had passed through the Pillars of Heracles and came providentially to Tartessus.
152.2. αὐτοὶ δὲ ἀναχθέντες ἐκ τῆς νήσου καὶ γλιχόμενοι Αἰγύπτου ἔπλεον, ἀποφερόμενοι ἀπηλιώτῃ ἀνέμῳ· καὶ οὐ γὰρ ἀνίει τὸ πνεῦμα, Ἡρακλέας στήλας διεκπερήσαντες ἀπίκοντο ἐς Ταρτησσόν, θείῃ πομπῇ χρεώμενοι.
152.3. Now this was at that time an untapped market; hence, the Samians, of all the Greeks whom we know with certainty, brought back from it the greatest profit on their wares except Sostratus of Aegina, son of Laodamas; no one could compete with him.
152.3. τὸ δὲ ἐμπόριον τοῦτο ἦν ἀκήρατον τοῦτον τὸν χρόνον, ὥστε ἀπονοστήσαντες οὗτοι ὀπίσω μέγιστα δὴ Ἑλλήνων πάντων τῶν ἡμεῖς ἀτρεκείην ἴδμεν ἐκ φορτίων ἐκέρδησαν, μετά γε Σώστρατον τὸν Λαοδάμαντος Αἰγινήτην· τούτῳ γὰρ οὐκ οἷά τε ἐστὶ ἐρίσαι ἄλλον.
152.4. The Samians took six talents, a tenth of their profit, and made a bronze vessel with it, like an Argolic cauldron, with griffins' heads projecting from the rim all around; they set this up in their temple of Hera, supporting it with three colossal kneeling figures of bronze, each twelve feet high.
152.4. οἱ δὲ Σάμιοι τὴν δεκάτην τῶν ἐπικερδίων ἐξελόντες ἓξ τάλαντα ἐποιήσαντο χαλκήιον κρητῆρος Ἀργολικοῦ τρόπον· πέριξ δὲ αὐτοῦ γρυπῶν κεφαλαὶ πρόκροσσοί εἰσι. καὶ ἀνέθηκαν ἐς τὸ Ἥραιον, ὑποστήσαντες αὐτῷ τρεῖς χαλκέους κολοσσοὺς ἑπταπήχεας τοῖσι γούνασι ἐρηρεισμένους.
152.5. What the Samians had done was the beginning of a close friendship between them and the men of Cyrene and Thera.
152.5. Κυρηναίοισι δὲ καὶ Θηραίοισι ἐς Σαμίους ἀπὸ τούτου τοῦ ἔργου πρῶτα φιλίαι μεγάλαι συνεκρήθησαν.
153.1. As for the Theraeans, when they came to Thera after leaving Corobius on the island, they brought word that they had established a settlement on an island off Libya. The Theraeans determined to send out men from their seven regions, taking by lot one of every pair of brothers, and making Battus leader and king of all. Then they manned two fifty-oared ships and sent them to Platea.
153.1. οἱ δὲ Θηραῖοι ἐπείτε τὸν Κορώβιον λιπόντες ἐν τῇ νήσῳ ἀπίκοντο ἐς τὴν Θήρην, ἀπήγγελλον ὥς σφι εἴη νῆσος ἐπὶ Λιβύῃ ἐκτισμένη. Θηραίοισι δὲ ἕαδε ἀδελφεόν τε ἀπʼ ἀδελφεοῦ πέμπειν πάλῳ λαγχάνοντα καὶ ἀπὸ τῶν χώρων ἁπάντων ἑπτὰ ἐόντων ἄνδρας, εἶναι δὲ σφέων καὶ ἡγεμόνα καὶ βασιλέα Βάττον. οὕτω δὴ στέλλουσι δύο πεντηκοντέρους ἐς τὴν Πλατέαν.
154.1. This is what the Theraeans say; and now begins the part in which the Theraean and Cyrenaean stories agree, but not until now, for the Cyrenaeans tell a wholly different story about Battus, which is this. There is a town in Crete called Oaxus, of which one Etearchus became ruler. He was a widower with a daughter whose name was Phronime, and he married a second wife.
154.1. ταῦτα δὲ Θηραῖοι λέγουσι, τὰ δʼ ἐπίλοιπα τοῦ λόγου συμφέρονται ἤδη Θηραῖοι Κυρηναίοισι. Κυρηναῖοι γὰρ τὰ περὶ Βάττον οὐδαμῶς ὁμολογέουσι Θηραίοισι λέγουσι γὰρ οὕτω. ἔστι τῆς Κρήτης Ὀαξὸς πόλις, ἐν τῇ ἐγένετο Ἐτέαρχος βασιλεύς, ὃς ἐπὶ θυγατρὶ ἀμήτορι τῇ οὔνομα ἦν Φρονίμη, ἐπὶ ταύτῃ ἔγημε ἄλλην γυναῖκα.
154.2. When the second wife came into his house, she thought fit to be the proverbial stepmother to Phronime, ill-treating her and devising all sorts of evil against her; at last she accused the girl of lewdness, and persuaded her husband that the charge was true. So Etearchus was persuaded by his wife and contrived a great sin against his daughter.
154.2. ἣ δὲ ἐπεσελθοῦσα ἐδικαίου καὶ τῷ ἔργῳ εἶναι μητρυιὴ τῇ Φρονίμῃ, παρέχουσα τε κακὰ καὶ πᾶν ἐπʼ αὐτῇ μηχανωμένη, καὶ τέλος μαχλοσύνην ἐπενείκασά οἱ πείθει τὸν ἄνδρα ταῦτα ἔχειν οὕτω. ὁ δὲ ἀναγνωσθεὶς ὑπὸ τῆς γυναικὸς ἔργον οὐκ ὅσιον ἐμηχανᾶτο ἐπὶ τῇ θυγατρί.
154.3. There was at Oaxus a Theraean trader, one Themison; Etearchus made this man his guest and friend, and got him to swear that he would do him whatever service he desired; then he gave the man his own daughter, telling him to take her away and throw her into the sea.
154.3. ἦν γὰρ δὴ Θεμίσων ἀνὴρ Θηραῖος ἔμπορος ἐν τῇ Ὀαξῷ· τοῦτον ὁ Ἐτέαρχος παραλαβὼν ἐπὶ ξείνια ἐξορκοῖ ἦ μέν οἱ διηκονήσειν ὅ τι ἂν δεηθῇ. ἐπείτε δὴ ἐξώρκωσε, ἀγαγών οἱ παραδιδοῖ τὴν ἑωυτοῦ θυγατέρα καὶ ταύτην ἐκέλευε καταποντῶσαι ἀπαγαγόντα.
154.4. But Themison was very angry at being thus tricked on his oath and renounced his friendship with Etearchus; presently, he took the girl and sailed away, and so as to fulfill the oath that he had sworn to Etearchus, when he was on the high seas he bound her with ropes and let her down into the sea and drew her up again, and presently arrived at Thera.
154.4. ὁ δὲ Θεμίσων περιημεκτήσας τῇ ἀπάτῃ τοῦ ὅρκου καὶ διαλυσάμενος τὴν ξεινίην ἐποίεε τοιάδε· παραλαβὼν τὴν παῖδα ἀπέπλεε· ὡς δὲ ἐγίνετο ἐν τῷ πελάγεϊ, ἀποσιεύμενος τὴν ἐξόρκωσιν τοῦ Ἐτεάρχου, σχοινίοισι αὐτὴν διαδήσας κατῆκε ἐς τὸ πέλαγος, ἀνασπάσας δὲ ἀπίκετο ἐς τὴν Θήρην.
155.1. There Polymnestus, a notable Theraean, took Phronime and made her his concubine. In time, a son of weak and stammering speech was born to him, to whom he gave the name Battus, as the Theraeans and Cyrenaeans say; but in my opinion the boy was given some other name, and changed it to Battus on his coming to Libya, taking this new name because of the oracle given to him at Delphi and the honorable office which he received.
155.1. ἐνθεῦτεν δὲ τὴν Φρονίμην παραλαβὼν Πολύμνηστος, ἐὼν τῶν Θηραίων ἀνὴρ δόκιμος, ἐπαλλακεύετο. χρόνου δὲ περιιόντος ἐξεγένετό οἱ παῖς ἰσχόφωνος καὶ τραυλός, τῷ οὔνομα ἐτέθη Βάττος, ὡς Θηραῖοι τε καὶ Κυρηναῖοι λέγουσι, ὡς μέντοι ἐγὼ δοκέω, ἄλλο τι·
155.2. For the Libyan word for king is “Battus,” and this (I believe) is why the Pythian priestess called him so in her prophecy, using a Libyan name because she knew that he was to be king in Libya.
155.2. Βάττος δὲ μετωνομάσθη, ἐπείτε ἐς Λιβύην ἀπίκετο, ἀπό τε τοῦ χρηστηρίου τοῦ γενομένου ἐν Δελφοῖσι αὐτῷ καὶ ἀπὸ τῆς τιμῆς τὴν ἔσχε τὴν ἐπωνυμίην ποιεύμενος. Λίβυες γὰρ βασιλέα βάττον καλέουσι, καὶ τούτου εἵνεκα δοκέω θεσπίζουσαν τὴν Πυθίην καλέσαι μιν Λιβυκῇ γλώσσῃ, εἰδυῖαν ὡς βασιλεὺς ἔσται ἐν Λιβύῃ.
155.3. For when he grew to adulthood, he went to Delphi to inquire about his voice; and the priestess in answer gave him this:“Battus, you have come for a voice; but Lord Phoebus ApolloSends you to found a city in Libya, nurse of sheep,”just as if she addressed him using the Greek word for “king,” “Basileus, you have come for a voice,” et cetera.
155.3. ἐπείτε γὰρ ἠνδρώθη οὗτος, ἦλθε ἐς Δελφοὺς περὶ τῆς φωνῆς· ἐπειρωτῶντι δέ οἱ χρᾷ ἡ Πυθίη τάδε.Βάττʼ ἐπὶ φωνὴν ἦλθες. ἄναξ δέ σε Φοῖβος Ἀπόλλωνἐς Λιβύην πέμπει μηλοτρόφον οἰκιστῆρα,ὥσπερ εἰ εἴποι Ἑλλάδι γλώσσῃ χρεωμένη ὦ βασιλεῦ, ἐπὶ φωνὴν ἦλθες.
155.4. But he answered: “Lord, I came to you to ask about my speech; but you talk of other matters, things impossible to do; you tell me to plant a colony in Libya; where shall I get the power or strength of hand for it?” Battus spoke thus, but as the god would not give him another oracle and kept answering as before, he departed while the priestess was still speaking, and went away to Thera.
155.4. ὃ δʼ ἀμείβετο τοῖσιδε. ὦναξ, ἐγὼ μὲν ἦλθον παρὰ σὲ χρησάμενος περὶ τῆς φωνῆς, σὺ δέ μοι ἄλλα ἀδύνατα χρᾷς, κελεύων Λιβύην ἀποικίζειν τέῳ δυνάμι, κοίῃ χειρί; ταῦτα λέγων οὐκὶ ἔπειθε ἄλλα οἱ χρᾶν· ὡς δε κατὰ ταὐτὰ ἐθέσπιζέ οἱ καὶ πρότερον, οἴχετο μεταξὺ ἀπολιπὼν ὁ Βάττος ἐς τὴν Θήρην.
156.1. But afterward things turned out badly for Battus and the rest of the Theraeans; and when, ignorant of the cause of their misfortunes, they sent to Delphi to ask about their present ills, the priestess declared that they would fare better if they helped Battus plant a colony at Cyrene in Libya.
156.1. μετὰ δὲ αὐτῷ τε τούτῳ καὶ τοῖσι ἄλλοισι Θηραίοισι συνεφέρετο παλιγκότως. ἀγνοεῦντες δὲ τὰς συμφορὰς οἱ Θηραῖοι ἔπεμπον ἐς Δελφοὺς περὶ τῶν παρεόντων κακῶν.
156.2. Then the Theraeans sent Battus with two fifty-oared ships; these sailed to Libya, but, not knowing what else to do, presently returned to Thera.
156.2. ἡ δὲ Πυθίη σφι ἔχρησε συγκτίζουσι Βάττῳ Κυρήνην τῆς Λιβύης ἄμεινον πρήξειν. ἀπέστελλον μετὰ ταῦτα τὸν Βάττον οἱ Θηραῖοι δύο πεντηκοντέροισι. πλώσαντες δὲ ἐς τὴν Λιβύην οὗτοι, οὐ γὰρ εἶχον ὅ τι ποιέωσι ἄλλο, ὀπίσω ἀπαλλάσσοντο ἐς τὴν Θήρην.
156.3. There, the Theraeans shot at them as they came to land and would not let the ship put in, telling them to sail back; which they did under constraint of necessity, and planted a colony on an island off the Libyan coast called (as I have said already) Platea. This island is said to be as big as the city of Cyrene is now.
156.3. οἱ δὲ Θηραῖοι καταγομένους ἔβαλλον καὶ οὐκ ἔων τῇ γῇ προσίσχειν, ἀλλʼ ὀπίσω πλώειν ἐκέλευον. οἳ δὲ ἀναγκαζόμενοι ὀπίσω ἀπέπλεον καὶ ἔκτισαν νῆσον ἐπὶ Λιβύῃ κειμένην, τῇ οὔνομα, ὡς καὶ πρότερον εἰρέθη, ἐστὶ Βλατέα. λέγεται δὲ ἴση εἶναι ἡ νῆσος τῇ νῦν Κυρηναίων πόλι.
157.1. Here they lived for two years; but as everything went wrong, the rest sailed to Delphi leaving one behind, and on their arrival questioned the oracle, and said that they were living in Libya, but that they were no better off for that.
157.1. ταύτην οἰκέοντες δύο ἔτεα, οὐδὲν γάρ σφι χρηστὸν συνεφέρετο, ἕνα αὐτῶν καταλιπόντες οἱ λοιποὶ πάντες ἀπέπλεον ἐς Δελφούς, ἀπικόμενοι δὲ ἐπὶ τὸ χρηστήριον ἐχρέωντο, φάμενοι οἰκέειν τε τὴν Λιβύην καὶ οὐδὲν ἄμεινον πρήσσειν οἰκεῦντες.
157.2. Then the priestess gave them this reply:“If you know Libya nurse of sheep better than I,Though I have been there and you have not, then I am very much astonished at your knowledge.”Hearing this, Battus and his men sailed back again; for the god would not let them do anything short of colonizing Libya itself;
157.2. ἡ δὲ Πυθίη σφι πρὸς ταῦτα χρᾷ τάδε.αἰ τὺ ἐμεῦ Λιβύην μηλοτρόφον οἶδας ἄμεινον,μὴ ἐλθὼν ἐλθόντος, ἄγαν ἄγαμαι σοφίην σεῦ.ἀκούσαντες δὲ τούτων οἱ ἀμφὶ τὸν Βάττον ἀπέπλωον ὀπίσω· οὐ γὰρ δή σφεας ἀπίει ὁ θεὸς τῆς ἀποικίης, πρὶν δὴ ἀπίκωνται ἐς αὐτὴν Λιβύην.
157.3. and having come to the island and taken aboard the one whom they had left there, they made a settlement at a place in Libya itself, opposite the island which was called Aziris. This is a place enclosed on both sides by the fairest of groves, with a river flowing along one side of it.
157.3. ἀπικόμενοι δὲ ἐς τὴν νῆσον καὶ ἀναλαβόντες τὸν ἔλιπον, ἔκτισαν αὐτῆς τῆς Λιβύης χῶρον ἀντίον τῆς νήσου τῷ οὔνομα ἦν Ἄζιρις· τὸν νάπαι τε κάλλισται ἐπʼ ἀμφότερα συγκληίουσι καὶ ποταμὸς τὰ ἐπὶ θάτερα παραρρέει.
158.1. Here they dwelt for six years; but in the seventh, the Libyans got them to leave the place, saying that they would lead them to a better;
158.1. τοῦτον οἴκεον τὸν χῶρον ἓξ ἔτεα, ἑβδόμῳ δὲ σφέας ἔτει παραιτησάμενοι οἱ Λίβυες ὡς ἐς ἀμείνονα χῶρον ἄξουσι, ἀνέγνωσαν ἐκλιπεῖν.
158.2. and they brought the Greeks from Aziris and led them west, so calculating the hours of daylight that they led the Greeks past the fairest place in their country, called Irasa, at night, lest the Greeks see it in their journey.
158.2. ἦγον δὲ σφέας ἐνθεῦτεν οἱ Λίβυες ἀναστήσαντες πρὸς ἑσπέρην, καὶ τὸν κάλλιστον τῶν χώρων ἵνα διεξιόντες οἱ Ἕλληνες μὴ ἴδοιεν, συμμετρησάμενοι τὴν ὥρην τῆς ἡμέρης νυκτὸς παρῆγον. ἔστι δὲ τῷ χώρῳ τούτῳ οὔνομα Ἴρασα.
158.3. Then they brought the Greeks to what is called the Fountain of Apollo, and said to them: “Here, Greeks, it is suitable for you to live; for here the sky is torn.”
158.3. ἀγαγόντες δὲ σφέας ἐπὶ κρήνην λεγομένην εἶναι Ἀπόλλωνος εἶπαν ἄνδρες Ἕλληνες, ἐνθαῦτα ὑμῖν ἐπιτήδεον οἰκέειν. ἐνθαῦτα γὰρ ὁ οὐρανὸς τέτρηται.
159.1. Now in the time of Battus the founder of the colony, who ruled for forty years, and of his son Arcesilaus who ruled for sixteen, the inhabitants of Cyrene were no more in number than when they had first gone out to the colony.
159.1. ἐπὶ μέν νυν Βάττου τε τοῦ οἰκιστέω τῆς ζόης, ἄρξαντος ἐπὶ τεσσεράκοντα ἔτεα, καὶ τοῦ παιδὸς αὐτοῦ Ἀρκεσίλεω ἄρξαντος ἑκκαίδεκα ἔτεα, οἴκεον οἱ Κυρηναῖοι ἐόντες τοσοῦτοι ὅσοι ἀρχὴν ἐς τὴν ἀποικίην ἐστάλησαν.
159.2. But in the time of the third ruler, Battus, who was called the Fortunate, the Pythian priestess warned all Greeks by an oracle to cross the sea and live in Libya with the Cyrenaeans; for the Cyrenaeans invited them, promising a distribution of land;
159.2. ἐπὶ δὲ τοῦ τρίτου, Βάττου τοῦ εὐδαίμονος καλεομένου, Ἕλληνας πάντας ὥρμησε χρήσασα ἡ Πυθίη πλέειν συνοικήσοντας Κυρηναίοισι Λιβύην· ἐπεκαλέοντο γὰρ οἱ Κυρηναῖοι ἐπὶ γῆς ἀναδασμῷ·
159.3. and this was the oracle:“Whoever goes to beloved Libya afterThe fields are divided, I say shall be sorry afterward.”
159.3. ἔχρησε δὲ ὧδε ἔχοντα.ὃς δέ κεν ἐς Λιβύην πολυήρατον ὕστερον ἔλθῃγᾶς ἀναδαιομένας, μετὰ οἷ ποκα φαμὶ μελήσειν.
159.4. So a great multitude gathered at Cyrene, and cut out great tracts of land from the territory of the neighboring Libyans. Robbed of their lands and treated violently by the Cyrenaeans, these then sent to Egypt together with their king, whose name was Adicran, and put their affairs in the hands of Apries, the king of that country.
159.4. συλλεχθέντος δὲ ὁμίλου πολλοῦ ἐς τὴν Κυρήνην, περιταμνόμενοι γῆν πολλὴν οἱ περίοικοι Λίβυες καὶ ὁ βασιλεὺς αὑτῶν τῷ οὔνομα ἦν Ἀδικράν, οἷα τῆς τε χώρης στερισκόμενοι καὶ περιυβριζόμενοι ὑπὸ τῶν Κυρηναίων, πέμψαντες ἐς Αἴγυπτον ἔδοσαν σφέας αὐτοὺς Ἀπρίῃ τῷ Αἰγύπτου βασιλέι.
159.5. Apries mustered a great force of Egyptians and sent it against Cyrene; the Cyrenaeans marched out to Irasa and the Thestes spring, and there fought with the Egyptians and beat them;
159.5. ὁ δὲ συλλέξας στρατὸν Αἰγυπτίων πολλὸν ἔπεμψε ἐπὶ τὴν Κυρήνην. οἱ δὲ Κυρηναῖοι ἐκστρατευσάμενοι ἐς Ἴρασα χῶρον καὶ ἐπὶ κρήνην Θέστην συνέβαλόν τε τοῖσι Αἰγυπτίοισι καὶ ἐνίκησαν τῇ συμβολῇ.
159.6. for the Egyptians had as yet had no experience of Greeks, and despised their enemy; as a result of which, they were so utterly destroyed that few of them returned to Egypt. Because of this misfortune, and because they blamed him for it, the Egyptians revolted from Apries.
159.6. ἅτε γὰρ οὐ πεπειρημένοι πρότερον οἱ Αἰγύπτιοι Ἑλλήνων καὶ παραχρεώμενοι διεφθάρησαν οὕτω ὥστε ὀλίγοι τινὲς αὐτῶν ἀπενόστησαν ἐς Αἴγυπτον. ἀντὶ τούτων Αἰγύπτιοι καὶ ταῦτα ἐπιμεμφόμενοι Ἀπρίῃ ἀπέστησαν ἀπʼ αὐτοῦ.
160.1. This Battus had a son Arcesilaus; on his first coming to reign, he quarrelled with his brothers, until they left him and went away to another place in Libya, where they founded a city for themselves, which was then and is now called Barce; and while they were founding it, they persuaded the Libyans to revolt from the Cyrenaeans.
160.1. τούτου δὲ τοῦ Βάττου παῖς γίνεται Ἀρκεσίλεως. ὃς βασιλεύσας πρῶτα τοῖσι ἑωυτοῦ ἀδελφεοῖσι ἐστασίασε, ἐς ὅ μιν οὗτοι ἀπολιπόντες οἴχοντο ἐς ἄλλον χῶρον τῆς Λιβύης καὶ ἐπʼ ἑωυτῶν βαλόμενοι ἔκτισαν πόλιν ταύτην ἣ τότε καὶ νῦν Βάρκη κλέεται· κτίζοντες δὲ ἅμα αὐτὴν ἀπιστᾶσι ἀπὸ τῶν Κυρηναίων τοὺς Λίβυας.
160.2. Then Arcesilaus led an army into the country of the Libyans who had received his brothers and had also revolted; and they fled in fear of him to the eastern Libyans.
160.2. μετὰ δὲ Ἀρκεσίλεως ἐς τοὺς ὑποδεξαμένους τε τῶν Λιβύων καὶ ἀποστάντας τοὺς αὐτοὺς τούτους ἐστρατεύετο· οἱ δὲ Λίβυες δείσαντες αὐτὸν οἴχοντο φεύγοντες πρὸς τοὺς ἠοίους τῶν Λιβύων.
160.3. Arcesilaus pursued them until he came in his pursuit to Leucon in Libya, where the Libyans resolved to attack him; they engaged, and so wholly overcame the Cyrenaeans that seven thousand Cyrenaean soldiers were killed there.
160.3. ὁ δὲ Ἀρκεσίλεως εἵπετο φεύγουσι, ἐς οὗ ἐν Λεύκωνί τε τῆς Λιβύης ἐγίνετο ἐπιδιώκων καὶ ἔδοξε τοῖσι Λίβυσι ἐπιθέσθαι οἱ. συμβαλόντες δὲ ἐνίκησαν τοὺς Κυρηναίους τοσοῦτο ὥστε ἑπτακισχιλίους ὁπλίτας Κυρηναίων ἐνθαῦτα πεσεῖν.
160.4. After this disaster, Arcesilaus, being worn down and having taken a drug, was strangled by his brother Learchus; Learchus was deftly killed by Arcesilaus' wife, Eryxo.
160.4. μετὰ δὲ τὸ τρῶμα τοῦτο Ἀρκεσίλεων μὲν κάμνοντά τε καὶ φάρμακον πεπωκότα ὁ ἀδελφεὸς Ἁλίαρχος ἀποπνίγει, Ἁλίαρχον δὲ ἡ γυνὴ ἡ Ἀρκεσίλεω δόλῳ κτείνει, τῇ οὔνομα ἦν Ἐρυξώ.
161.1. Arcesilaus' kingship passed to his son Battus, who was lame and infirm in his feet. The Cyrenaeans, in view of the affliction that had overtaken them, sent to Delphi to ask what political arrangement would enable them to live best;
161.1. διεδέξατο δὲ τὴν βασιληίην τοῦ Ἀρκεσίλεω ὁ παῖς Βάττος, χωλός τε ἐὼν καὶ οὐκ ἀρτίπους. οἱ δὲ Κυρηναῖοι πρὸς τὴν καταλαβοῦσαν συμφορὴν ἔπεμπον ἐς Δελφοὺς ἐπειρησομένους ὅντινα τρόπον καταστησάμενοι κάλλιστα ἂν οἰκέοιεν.
161.2. the priestess told them bring a mediator from Mantinea in Arcadia. When the Cyrenaeans sent their request, the Mantineans gave them their most valued citizen, whose name was Demonax.
161.2. ἡ δὲ Πυθίη ἐκέλευε ἐκ Μαντινέης τῆς Ἀρκάδων καταρτιστῆρα ἀγαγέσθαι. αἴτεον ὦν οἱ Κυρηναῖοι, καὶ οἱ Μαντινέες ἔδοσαν ἄνδρα τῶν ἀστῶν δοκιμώτατον, τῷ οὔνομα ἦν Δημῶναξ.
161.3. When this man came to Cyrene and learned everything, he divided the people into three tribes; of which the Theraeans and dispossessed Libyans were one, the Peloponnesians and Cretans the second, and all the islanders the third; furthermore, he set apart certain domains and priesthoods for their king Battus, but all the rest, which had belonged to the kings, were now to be held by the people in common.
161.3. οὗτος ὦν ὡνὴρ ἀπικόμενος ἐς τὴν Κυρήνην καὶ μαθὼν ἕκαστα τοῦτο μὲν τριφύλους ἐποίησε σφεας, τῇδε διαθείς· Θηραίων μὲν καὶ τῶν περιοίκων μίαν μοῖραν ἐποίησε, ἄλλην δὲ Πελοποννησίων καὶ Κρητῶν, τρίτην δὲ νησιωτέων πάντων. τοῦτο δὲ τῷ βασιλέι Βάττῳ τεμένεα ἐξελὼν καὶ ἱρωσύνας, τὰ ἄλλα πάντα τὰ πρότερον εἶχον οἱ βασιλέες ἐς μέσον τῷ δήμῳ ἔθηκε.
162.1. During the life of this Battus, these ordinances held good, but in the time of his son Arcesilaus much contention arose about the king's rights.
162.1. ἐπὶ μὲν δὴ τούτου τοῦ Βάττου οὕτω διετέλεε ἐόντα, ἐπὶ δὲ τοῦ τούτου παιδὸς Ἀρκεσίλεω πολλὴ ταραχὴ περὶ τῶν τιμέων ἐγένετο.
162.2. Arcesilaus, son of the lame Battus and Pheretime, would not abide by the ordinances of Demonax, but demanded back the prerogatives of his forefathers, and made himself head of a faction; but he was defeated and banished to Samos, and his mother fled to Salamis in Cyprus.
162.2. Ἀρκεσίλεως γὰρ ὁ Βάττου τε τοῦ χωλοῦ καὶ Φερετίμης οὐκ ἔφη ἀνέξεσθαι κατὰ τὰ ὁ Μαντινεὺς Δημῶναξ ἔταξε, ἀλλὰ ἀπαίτεε τὰ τῶν προγόνων γέρεα. ἐνθεῦτεν στασιάζων ἑσσώθη καὶ ἔφυγε ἐς Σάμον, ἡ δὲ μήτηρ οἱ ἐς Σαλαμῖνα τῆς Κύπρου ἔφυγε.
162.3. Now Salamis at this time was ruled by Evelthon, who dedicated that marvellous censer at Delphi which stands in the treasury of the Corinthians. Pheretime came to him, asking him for an army to bring her and her son back to Cyrene;
162.3. τῆς δὲ Σαλαμῖνος τοῦτον τὸν χρόνον ἐπεκράτεε Εὐέλθων, ὃς τὸ ἐν Δελφοῖσι θυμιητήριον, ἐὸν ἀξιοθέητον ἀνέθηκε, τὸ ἐν τῷ Κορινθίων θησαυρῷ κέεται. ἀπικομένη δὲ παρὰ τοῦτον ἡ Φερετίμη ἐδέετο στρατιῆς ἣ κατάξει σφέας ἐς τὴν Κυρήνην.
162.4. Evelthon was willing to give her everything else, only not an army, and when she accepted what he gave her, she said that it was fine, but it would be better to give her an army as she asked.
162.4. ὁ δὲ Εὐέλθων πᾶν μᾶλλον ἢ στρατιήν οἱ ἐδίδου· ἣ δὲ λαμβάνουσα τὸ διδόμενον καλὸν μὲν ἔφη καὶ τοῦτο εἶναι, κάλλιον δὲ ἐκεῖνο, τὸ δοῦναί οἱ δεομένῃ στρατιήν.
162.5. This she said whatever the gift, until at last Evelthon sent her a golden spindle and distaff, and wool, and when Pheretime uttered the same words as before, he answered that these, and not armies, were gifts for women.
162.5. τοῦτο ἐπὶ παντὶ γὰρ τῷ διδομένῳ ἔλεγε, τελευταῖόν οἱ ἐξέπεμψε δῶρον ὁ Εὐέλθων ἄτρακτον χρύσεον καὶ ἠλακάτην, προσῆν δε καὶ εἴριον. ἐπειπάσης δὲ αὖτις τῆς Φερετίμης τὠυτὸ ἔπος, ὁ Εὐέλθων ἔφη τοιούτοισι γυναῖκας δωρέεσθαι ἀλλʼ οὐ στρατιῇ.
163.1. Meanwhile Arcesilaus was in Samos, collecting all the men that he could and promising them a new division of land; and while a great army was thus gathering, he made a journey to Delphi, to ask the oracle about his return.
163.1. ὁ δὲ Ἀρκεσίλεως τοῦτον τὸν χρόνον ἐὼν ἐν Σάμῳ συνήγειρε πάντα ἄνδρα ἐπὶ γῆς ἀναδασμῷ· συλλεγομένου δὲ στρατοῦ πολλοῦ, ἐστάλη ἐς Δελφοὺς Ἀρκεσίλεως χρησόμενος τῷ χρηστηρίῳ περὶ κατόδου.
163.2. The priestess gave him this answer: “For the lifetimes of four Battuses and four Arcesilauses, eight generations of men, Loxias grants to your house the kingship of Cyrene; more than this he advises you not even to try. “But you, return to your country and live there in peace. But if you find the oven full of amphora, do not bake the amphora, but let them go unscathed. And if you bake them in the oven, do not go into the tidal place; for if you do, then you shall be killed yourself, and also the bull that is fairest of the herd.”” This was the oracle given by the priestess to Arcesilaus.
163.2. ἡ δὲ Πυθίη οἱ χρᾷ τάδε. ἐπὶ μὲν τέσσερας Βᾶττους καὶ Ἀρκεσίλεως τέσσερας, ὀκτὼ ἀνδρῶν γενεάς, διδοῖ ὑμῖν Λοξίης βασιλεύειν Κυρήνης, πλέον μέντοι τούτου οὐδὲ πειρᾶσθαι παραινέει. σὺ μέντοι ἥσυχος εἶναι κατελθὼν ἐς τὴν σεωυτοῦ. ἢν δὲ τὴν κάμινον εὕρῃς πλέην ἀμφορέων, μὴ ἐξοπτήσῃς τοὺς ἀμφορέας ἀλλʼ ἀπόπεμπε κατʼ οὖρον· εἰ δὲ ἐξοπτήσεις τὴν κάμινον, μὴ ἐσέλθῃς ἐς τὴν ἀμφίρρυτον· εἰ δὲ μὴ ἀποθανέαι καὶ αὐτὸς καὶ ταῦρος ὁ καλλιστεύων. ταῦτα ἡ Πυθίη Ἀρκεσίλεῳ χρᾷ.
164.1. But he returned to Cyrene with the men from Samos, and having made himself master of it he forgot the oracle, and demanded justice upon his enemies for his banishment.
164.1. ὁ δὲ παραλαβὼν τοὺς ἐκ τῆς Σάμου κατῆλθε ἐς τὴν Κυρήνην, καὶ ἐπικρατήσας τῶν πρηγμάτων τοῦ μαντηίου οὐκ ἐμέμνητο, ἀλλὰ δίκας τοὺς ἀντιστασιώτας αἴτεε τῆς ἑωυτοῦ φυγῆς.
164.2. Some of these left the country altogether; others, Arcesilaus seized and sent away to Cyprus to be killed there. These were carried off their course to Cnidus, where the Cnidians saved them and sent them to Thera. Others of the Cyrenaeans fled for refuge into a great tower that belonged to one Aglomachus, a private man, and Arcesilaus piled wood around it and burnt them there.
164.2. τῶν δὲ οἳ μὲν τὸ παράπαν ἐκ τῆς χώρης ἀπαλλάσσοντο, τοὺς δὲ τινὰς χειρωσάμενος ὁ Ἀρκεσίλεως ἐς Κύπρον ἀπέστειλε ἐπὶ διαφθορῇ. τούτους μέν νυν Κνίδιοι ἀπενειχθέντας πρὸς τὴν σφετέρην ἐρρύσαντο καὶ ἐς Θήρην ἀπέστειλαν· ἑτέρους δὲ τινὰς τῶν Κυρηναίων ἐς πύργον μέγαν Ἀγλωμάχου καταφυγόντας ἰδιωτικὸν ὕλην περινήσας ὁ Ἀρκεσίλεως ἐνέπρησε.
164.3. Then, perceiving too late that this was the meaning of the Delphic oracle which forbade him to bake the amphora if he found them in the oven, he deliberately refrained from going into the city of the Cyrenaeans, fearing the death prophesied and supposing the tidal place to be Cyrene.
164.3. μαθὼν δὲ ἐπʼ ἐξεργασμένοισι τὸ μαντήιον ἐὸν τοῦτο, ὅτι μιν ἡ Πυθίη οὐκ ἔα εὑρόντα ἐν τῇ καμίνῳ τοὺς ἀμφορέας ἐξοπτῆσαι, ἔργετο ἑκὼν τῆς τῶν Κυρηναίων πόλιος, δειμαίνων τε τὸν κεχρησμένον θάνατον καὶ δοκέων ἀμφίρρυτον τὴν Κυρήνην εἶναι.
164.4. Now he had a wife who was a relation of his, a daughter of Alazir king of the Barcaeans, and Arcesilaus went to Alazir; but men of Barce and some of the exiles from Cyrene were aware of him and killed him as he walked in the town, and Alazir his father-in-law too. So Arcesilaus whether with or without meaning to missed the meaning of the oracle and fulfilled his destiny.
164.4. εἶχε δὲ γυναῖκα συγγενέα ἑωυτοῦ, θυγατέρα δὲ τῶν Βαρκαίων τοῦ βασιλέος, τῷ οὔνομα ἦν Ἀλάζειρ· παρὰ τοῦτον ἀπικνέεται, καί μιν Βαρκαῖοί τε ἄνδρες καὶ τῶν ἐκ Κυρήνης φυγάδων τινὲς καταμαθόντες ἀγοράζοντα κτείνουσι, πρὸς δὲ καὶ τὸν πενθερὸν αὐτοῦ Ἀλάζειρα. Ἀρκεσίλεως μέν νυν εἴτε ἑκὼν εἴτε ἀέκων ἁμαρτὼν τοῦ χρησμοῦ ἐξέπλησε μοῖραν τὴν ἑωυτοῦ.
165.1. While Arcesilaus was living at Barce, accomplishing his own destruction, his mother Pheretime held her son's prerogative at Cyrene, where she administered all his business and sat with others in council.
165.1. ἡ δὲ μήτηρ Φερετίμη, ἕως μὲν ὁ Ἀρκεσίλεως ἐν τῇ Βάρκῃ διαιτᾶτο ἐξεργασμένος ἑωυτῷ κακόν, ἣ δὲ εἶχε αὐτὴ τοῦ παιδὸς τὰ γέρεα ἐν Κυρήνῃ καὶ τἆλλα νεμομένη καὶ ἐν βουλῇ παρίζουσα.
165.2. But when she learned of her son's death at Barce, she made her escape to Egypt, trusting to the good service which Arcesilaus had done Cambyses the son of Cyrus; for this was the Arcesilaus who gave Cyrene to Cambyses and agreed to pay tribute.
165.2. ἐπείτε δὲ ἔμαθε ἐν τῇ Βάρκῃ ἀποθανόντα οἱ τὸν παῖδα, φεύγουσα οἰχώκεε ἐς Αἴγυπτον. ἦσαν γάρ οἱ ἐκ τοῦ Ἀρκεσίλεω εὐεργεσίαι ἐς Καμβύσεα τὸν Κύρου πεποιημέναι· οὗτος γὰρ ἦν ὁ Ἀρκεσίλεως ὃς Κυρήνην Καμβύσῃ ἔδωκε καὶ φόρον ἐτάξατο.
165.3. So, on her arrival in Egypt, Pheretime supplicated Aryandes, asking that he avenge her, on the plea that her son had been killed for allying himself with the Medes.
165.3. ἀπικομένη δὲ ἐς τὴν Αἴγυπτον ἡ Φερετίμη Ἀρυάνδεω ἱκέτις ἵζετο, τιμωρῆσαι ἑωυτῇ κελεύουσα, προϊσχομένη πρόφασιν ὡς διὰ τὸν μηδισμὸν ὁ παῖς οἱ τέθνηκε.
166.1. This Aryandes had been appointed viceroy of Egypt by Cambyses; at a later day, he was put to death for making himself equal to Darius. For, learning and seeing that Darius desired to leave a memorial of himself such as no king ever had, Aryandes imitated him, until he got his reward;
166.1. ὁ δὲ Ἀρυάνδης ἦν οὗτος τῆς Αἰγύπτου ὕπαρχος ὑπὸ Καμβύσεω κατεστεώς, ὃς ὑστέρῳ χρόνῳ τούτων παρισούμενος Δαρείῳ διεφθάρη. πυθόμενος γὰρ καὶ ἰδὼν Δαρεῖον ἐπιθυμέοντα μνημόσυνον ἑωυτοῦ λιπέσθαι τοῦτο τὸ μὴ ἄλλῳ εἴη βασιλέι κατεργασμένον, ἐμιμέετο τοῦτον, ἐς οὗ ἔλαβε τὸν μισθόν.
166.2. for Darius had coined money out of gold refined to an extreme purity, and Aryandes, then ruling Egypt, made a similar silver coinage; and now there is no silver money so pure as is the Aryandic. But when Darius heard that Aryandes was doing so, he put him to death, not on this charge but as a rebel.
166.2. Δαρεῖος μὲν γὰρ χρυσίον καθαρώτατον ἀπεψήσας ἐς τὸ δυνατώτατον νόμισμα ἐκόψατο, Ἀρυάνδης δὲ ἄρχων Αἰγύπτου ἀργύριον τὠυτὸ τοῦτο ἐποίεε, καὶ νῦν ἐστὶ ἀργύριον καθαρώτατον τὸ Ἀρυανδικόν. μαθὼν δέ μιν Δαρεῖος ταῦτα ποιεῦντα, αἰτίην οἱ ἄλλην ἐπενείκας ὥς οἱ ἐπανίσταιτο, ἀπέκτεινε.
167.1. At this time, Aryandes took pity on Pheretime and gave her all the Egyptian land and sea forces, appointing Amasis, a Maraphian, general of the army, and Badres of the tribe of the Pasargadae, admiral of the fleet.
167.1. τότε δὲ οὗτος ὁ Ἀρυάνδης κατοικτείρας Φερετίμην διδοῖ αὐτῇ στρατὸν τὸν ἐξ Αἰγύπτου ἅπαντα καὶ τὸν πεζὸν καὶ τὸν ναυτικόν· στρατηγὸν δὲ τοῦ μὲν πεζοῦ Ἄμασιν ἀπέδεξε ἄνδρα Μαράφιον, τοῦ δὲ ναυτικοῦ Βάδρην ἐόντα Πασαργάδην γένος.
167.2. But before despatching the troops, Aryandes sent a herald to Barce to ask who it was who had killed Arcesilaus. The Barcaeans answered that it was the deed of the whole city, for the many wrongs that Arcesilaus had done them; when he heard this, Aryandes sent his troops with Pheretime.
167.2. πρὶν δὲ ἢ ἀποστεῖλαι τὴν στρατιήν, ὁ Ἀρυάνδης πέμψας ἐς τὴν Βάρκην κήρυκα ἐπυνθάνετο τίς εἴη ὁ Ἀρκεσίλεων ἀποκτείνας. οἱ δὲ Βαρκαῖοι αὐτοὶ ὑπεδέκοντο πάντες· πολλά τε γὰρ καὶ κακὰ πάσχειν ὑπʼ αὐτοῦ. πυθόμενος δὲ ταῦτα ὁ Ἀρυάνδης οὕτω δὴ τὴν στρατιὴν ἀπέστειλε ἅμα τῇ Φερετίμῃ.