SCRIPTURA

Herodotus · Histories · 27 of 53

Book IV · chapters 167–205

Translated by A. D. Godley

ContentsMarkdown.md ↓

167.3. This was the pretext; but I myself think that the troops were sent to subjugate Libya. For the Libyan tribes are many and of different kinds, and though a few of them were the king's subjects, the greater part cared nothing for Darius.

167.3. αὕτη μέν νυν αἰτίη πρόσχημα τοῦ στόλου ἐγίνετο, ἀπεπέμπετο δὲ ἡ στρατιή, ὡς ἐμοὶ δοκέειν, ἐπὶ Λιβύης καταστροφῇ. Λιβύων γὰρ δὴ ἔθνεα πολλὰ καὶ παντοῖα ἐστι, καὶ τὰ μὲν αὐτῶν ὀλίγα βασιλέος ἦν ὑπήκοα, τὰ δὲ πλέω ἐφρόντιζε Δαρείου οὐδέν.

168.1. Now, concerning the lands inhabited by Libyans, the Adyrmachidae are the people that live nearest to Egypt; they follow Egyptian customs for the most part, but dress like other Libyans. Their women wear twisted bronze ornaments on both legs; their hair is long; each catches her own lice, then bites and throws them away.

168.1. οἰκέουσι δὲ κατὰ τάδε Λίβυες. ἀπʼ Αἰγύπτου ἀρξάμενοι πρῶτοι Ἀδυρμαχίδαι Λιβύων κατοίκηνται, οἳ νόμοισι μὲν τὰ πλέω Αἰγυπτίοισι χρέωνται, ἐσθῆτα δὲ φορέουσι οἵην περ οἱ ἄλλοι Λίβυες. αἱ δὲ γυναῖκες αὐτῶν ψέλιον περὶ ἑκατέρῃ τῶν κνημέων φορέουσι χάλκεον· τὰς κεφαλὰς δὲ κομῶσαι, τοὺς φθεῖρας ἐπεὰν λάβωσι τοὺς ἑωυτῆς ἑκάστη ἀντιδάκνει καὶ οὕτω ῥίπτει.

168.2. They are the only Libyans that do this, and who show the king all virgins that are to be married; the king then takes the virginity of whichever of these pleases him. These Adyrmachidae extend from Egypt to the harbor called Plynus.

168.2. οὗτοι δὲ μοῦνοι Λιβύων τοῦτο ἐργάζονται, καὶ τῷ βασιλέι μοῦνοι τὰς παρθένους μελλούσας συνοικέειν ἐπιδεικνύουσι. ἣ δὲ ἂν τῷ βασιλέι ἀρεστὴ γένηται, ὑπὸ τούτου διαπαρθενεύεται. παρήκουσι δὲ οὗτοι οἱ Ἀδυρμαχίδαι ἀπʼ Αἰγύπτου μέχρι λιμένος τῷ οὔνομα Πλυνός ἐστι.

169.1. Next to them are the Giligamae, who inhabit the country to the west as far as the island of Aphrodisias; in between lies the island of Platea, which the Cyrenaeans colonized, and on the mainland is the harbor called Menelaus, and the Aziris which was a settlement of the Cyrenaeans. Here the country of silphium begins, which reaches from the island of Platea to the entrance of the Syrtis.

169.1. τούτων δὲ ἔχονται Γιλιγάμαι, νεμόμενοι τὸ πρὸς ἑσπέρην χώρην μέχρι Ἀφροδισιάδος νήσου. ἐν δὲ τῷ μεταξὺ τούτου χώρῳ ἥ τε Πλατέα νῆσος ἐπικέεται, τὴν ἔκτισαν οἱ Κυρηναῖοι, καὶ ἐν τῇ ἠπείρῳ Μενέλαος λιμήν ἐστι καὶ Ἄζιρις, τὴν οἱ Κυρηναῖοι οἴκεον, καὶ τὸ σίλφιον ἄρχεται ἀπὸ τούτου·

169.2. This people is like the others in its customs. The next people west of the Giligamae are the Asbystae, who live inland of Cyrene, not coming down to the coast, for that is Cyrenaean territory. These drive four-horse chariots to a greater extent than any other Libyans; it is their practice to imitate most of the Cyrenaean customs.

169.2. παρήκει δὲ ἀπὸ Πλατέης νήσου μέχρι τοῦ στόματος τῆς Σύρτιος τὸ σίλφιον. νόμοισι δὲ χρέωνται οὗτοι παραπλησίοισι τοῖσι ἑτέροισι. Γιλιγαμέων δὲ ἔχονται τὸ πρὸς ἑσπέρης Ἀσβύσται. οὗτοι ὑπὲρ Κυρήνης οἰκέουσι. ἐπὶ θάλασσαν δὲ οὐ κατήκουσι Ἀσβύσται τὸ γὰρ παρὰ θάλασσαν Κυρηναῖοι νέμονται. τεθριπποβάται δὲ οὐκ ἥκιστα ἀλλὰ μάλιστα Λιβύων εἰσί, νόμους δὲ τοὺς πλεῦνας μιμέεσθαι ἐπιτηδεύουσι τοὺς Κυρηναίων.

171.1. Next west of the Asbystae are the Auschisae, dwelling inland of Barce, and touching the coast at Euhesperidae. About the middle of the land of the Auschisae lives the little tribe of the Bacales, whose territory comes down to the sea at Tauchira, a town in the Barcaean country; their customs are the same as those of the dwellers inland of Cyrene.

171.1. Ἀσβυστέων δὲ ἔχονται τὸ πρὸς ἑσπέρης Αὐσχίσαι· οὗτοι ὑπὲρ Βάρκης οἰκέουσι, κατήκοντες ἐπὶ θάλασσαν κατʼ Εὐεσπερίδας. Αὐσχισέων δὲ κατὰ μέσον τῆς χώρης οἰκέουσι Βάκαλες, ὀλίγον ἔθνος, κατήκοντες ἐπὶ θάλασσαν κατὰ Ταύχειρα πόλιν τῆς Βαρκαίης· νόμοισι δὲ τοῖσι αὐτοῖσι χρέωνται τοῖσι καὶ οἱ ὑπὲρ Κυρήνης.

172.1. Next west of these Auschisae is the populous country of the Nasamones, who in summer leave their flocks by the sea and go up to the land called Augila to gather dates from the palm-trees that grow there in great abundance and all bear fruit. They hunt locusts, which they dry in the sun, and after grinding sprinkle them into milk and drink it.

172.1. Αὐσχισέων δὲ τούτων τὸ πρὸς ἑσπέρης ἔχονται Νασαμῶνες, ἔθνος ἐὸν πολλόν, οἳ τὸ θέρος καταλείποντες ἐπὶ τῇ θαλάσσῃ τὰ πρόβατα ἀναβαίνουσι ἐς Αὔγιλα χῶρον ὀπωριεῦντες τοὺς φοίνικας. οἳ δὲ πολλοὶ καὶ ἀμφιλαφέες πεφύκασι, πάντες ἐόντες καρποφόροι. τοὺς δὲ ἀττελέβους ἐπεὰν θηρεύσωσι, αὐήναντες πρὸς τὸν ἥλιον καταλέουσι καὶ ἔπειτα ἐπὶ γάλα ἐπιπάσσοντες πίνουσι.

172.2. It is their custom for every man to have many wives; their intercourse with women is promiscuous, as among the Massagetae; a staff is placed before the dwelling, and then they have intercourse. When a man of the Nasamones weds, on the first night the bride must by custom lie with each of the whole company in turn; and each man after intercourse gives her whatever gift he has brought from his house.

172.2. γυναῖκας δὲ νομίζοντες πολλὰς ἔχειν ἕκαστος ἐπίκοινον αὐτέων τὴν μῖξιν ποιεῦνται τρόπῳ παραπλησίῳ τῷ καὶ Μασσαγέται· ἐπεὰν σκίπωνα προστήσωνται, μίσγονται. πρῶτον δὲ γαμέοντος Νασαμῶνος ἀνδρὸς νόμος ἐστὶ τὴν νύμφην νυκτὶ τῇ πρώτῃ διὰ πάντων διεξελθεῖν τῶν δαιτυμόνων μισγομένην· τῶν δὲ ὡς ἕκαστος οἱ μιχθῇ, διδοῖ δῶρον τὸ ἂν ἔχῃ φερόμενος ἐξ οἴκου.

172.3. As for their manner of swearing and divination, they lay their hands on the graves of the men reputed to have been the most just and good among them, and by these men they swear; their practice of divination is to go to the tombs of their ancestors, where after making prayers they lie down to sleep, and take for oracles whatever dreams come to them.

172.3. ὁρκίοισι δὲ καὶ μαντικῇ χρέωνται τοιῇδε· ὀμνύουσι μὲν τοὺς παρὰ σφίσι ἄνδρας δικαιοτάτους καὶ ἀρίστους λεγομένους γενέσθαι, τούτους, τῶν τύμβων ἁπτόμενοι· μαντεύονται δὲ ἐπὶ τῶν προγόνων φοιτέοντες τὰ σήματα, καὶ κατευξάμενοι ἐπικατακοιμῶνται· τὸ δʼ ἂν ἴδη ἐν τῇ ὄψι ἐνύπνιον, τούτῳ χρᾶται.

172.4. They give and receive pledges by each drinking from the hand of the other party; and if they have nothing liquid, they take the dust of the earth and lick it up.

172.4. πίστισι δὲ τοιῇσιδε χρέωνται· ἐκ τῆς χειρὸς διδοῖ πιεῖν καὶ αὐτὸς ἐκ τῆς τοῦ ἑτέρου πίνει. ἢν δὲ μὴ ἔχωσι ὑγρὸν μηδέν, οἳ δὲ τῆς χαμᾶθεν σποδοῦ λαβόντες λείχουσι.

173.1. On the borders of the Nasamones is the country of the Psylli, who perished in this way: the force of the south wind dried up their water-tanks, and all their country, lying in the region of the Syrtis, was waterless. After deliberating together, they marched south (I tell the story as it is told by the Libyans), and when they came into the sandy desert, a strong south wind buried them. So they perished utterly, and the Nasamones have their country.

173.1. Νασαμῶσι δὲ προσόμουροι εἰσὶ Ψύλλοι. οὗτοι ἐξαπολώλασι τρόπῳ τοιῷδε· ὁ νότος σφι πνέων ἄνεμος τὰ ἔλυτρα τῶν ὑδάτων ἐξηύηνε, ἡ δὲ χώρη σφι ἅπασα ἐντὸς ἐοῦσα τῆς Σύρτιος ἦν ἄνυδρος. οἳ δὲ βουλευσάμενοι κοινῷ λόγῳ ἐστρατεύοντο ἐπὶ τὸν νότον (λέγω δὲ ταῦτα τὰ λέγουσι Λίβυες), καὶ ἐπείτε ἐγίνοντο ἐν τῇ ψάμμῳ, πνεύσας ὁ νότος κατέχωσε σφέας. ἐξαπολομένων δὲ τούτων ἔχουσι τὴν χώρην οἱ Νασαμῶνες.

174.1. Inland of these to the south, the Garamantes live in wild beast country. They shun the sight and fellowship of men, and have no weapons of war, nor know how to defend themselves.

174.1. τούτων δὲ κατύπερθε πρὸς νότον ἄνεμον ἐν τῇ θηριώδεϊ οἰκέουσι Γαράμαντες, οἳ πάντα ἄνθρωπον φεύγουσι καὶ παντὸς ὁμιλίην, καὶ οὔτε ὅπλον ἐκτέαται ἀρήιον οὐδὲν οὔτε ἀμύνεσθαι ἐπιστέαται.

175.1. These live inland of the Nasamones; the neighboring seaboard to the west is the country of the Macae, who shave their hair to a crest, leaving that on the top of their heads to grow and shaving clean off what is on either side; in war they carry shields made of ostrich skins.

175.1. οὗτοι μὲν δὴ κατύπερθε οἰκέουσι Νασαμώνων· τὸ δὲ παρὰ τὴν θάλασσαν ἔχονται τὸ πρὸς ἑσπέρης Μάκαι, οἳ λόφους κείρονται, τὸ μὲν μέσον τῶν τριχῶν ἀνιέντες αὔξεσθαι, τὰ δὲ ἔνθεν καὶ ἔνθεν κείροντες ἐν χροΐ, ἐς δὲ τὸν πόλεμον στρουθῶν καταγαίων δορὰς φορέουσι προβλήματα.

175.2. The Cinyps river empties into their sea through their country from a hill called the Hill of the Graces. This hill is thickly wooded, while the rest of Libya of which I have spoken is bare of trees; it is twenty-five miles from the sea.

175.2. διὰ δὲ αὐτῶν Κῖνυψ ποταμὸς ῥέων ἐκ λόφου καλευμένου Χαρίτων ἐς θάλασσαν ἐκδιδοῖ. ὁ δὲ λόφος οὗτος ὁ Χαρίτων δασὺς ἴδῃσι ἐστί, ἐούσης τῆς ἄλλης τῆς προκαταλεχθείσης Λιβύης ψιλῆς· ἀπὸ θαλάσσης δὲ ἐς αὐτὸν στάδιοι διηκόσιοι εἰσί.

176.1. Next to these Macae are the Gindanes, where every woman wears many leather anklets, because (so it is said) she puts on an anklet for every man with whom she has had intercourse; and she who wears the most is reputed to be the best, because she has been loved by the most men.

176.1. Μακέων δὲ τούτων ἐχόμενοι Γινδᾶνες εἰσί, τῶν αἱ γυναῖκες περισφύρια δερμάτων πολλὰ ἑκάστη φορέει κατὰ τοιόνδε τι, ὡς λέγεται· κατʼ ἄνδρα ἕκαστον μιχθέντα περισφύριον περιδέεται· ἣ δὲ ἂν πλεῖστα ἔχῃ, αὕτη ἀρίστη δέδοκται εἶναι ὡς ὑπὸ πλείστων ἀνδρῶν φιληθεῖσα.

177.1. There is a headland jutting out into the sea from the land of the Gindanes; on it live the Lotus Eaters, whose only fare is the lotus. The lotus fruit is the size of a mastich-berry: it has a sweet taste like the fruit of a date-palm; the Lotus Eaters not only eat it, but make wine of it.

177.1. ἀκτὴν δὲ προέχουσαν ἐς τὸν πόντον τούτων τῶν Γινδάνων νέμονται Λωτοφάγοι, οἳ τὸν καρπὸν μοῦνον τοῦ λωτοῦ τρώγοντες ζώουσι. ὁ δὲ τοῦ λωτοῦ καρπὸς ἐστὶ μέγαθος ὅσον τε τῆς σχίνου, γλυκύτητα δὲ τοῦ φοίνικος τῷ καρπῷ προσείκελος. ποιεῦνται δὲ ἐκ τοῦ καρποῦ τούτου οἱ Λωτοφάγοι καὶ οἶνον.

178.1. Next to these along the coast are the Machlyes, who also use the lotus, but less than the aforesaid people. Their country reaches to a great river called the Triton, which empties into the great Tritonian lake, in which is an island called Phla. It is said that the Lacedaemonians were told by an oracle to plant a settlement on this island.

178.1. λωτοφάγων δὲ τὸ παρὰ θάλασσαν ἔχονται Μάχλυες, τῷ λωτῷ μὲν καὶ οὗτοι χρεώμενοι, ἀτὰρ ἧσσον γε τῶν πρότερον λεχθέντων, κατήκουσι δὲ ἐπὶ ποταμὸν μέγαν τῷ οὔνομα Τρίτων ἐστί· ἐκδιδοῖ δὲ οὗτος ἐς λίμνην μεγάλην Τριτωνίδα. ἐν δὲ αὐτῇ, νῆσος ἔνι τῇ, οὔνομα Φλά. ταύτην δὲ τὴν νῆσον Λακεδαιμονίοισι φασὶ λόγιον εἶναι κτίσαι.

179.1. The following story is also told: it is said that Jason, when the Argo had been built at the foot of Pelion, put aboard besides a hecatomb a bronze tripod, and set out to sail around the Peloponnese, to go to Delphi.

179.1. ἔστι δὲ καὶ ὅδε λόγος λεγόμενος. Ἰήσονα, ἐπείτε οἱ ἐξεργάσθη ὑπὸ τῷ Πηλίῳ ἡ Ἀργώ, ἐσθέμενον ἐς αὐτὴν ἄλλην τε ἑκατόμβην καὶ δὴ καὶ τρίποδα χάλκεον περιπλώειν Πελοπόννησον, βουλόμενον ἐς Δελφοὺς ἀπικέσθαι.

179.2. But when he was off Malea, a north wind caught and carried him away to Libya; and before he saw land, he came into the shallows of the Tritonian lake. There, while he could find no way out yet, Triton (the story goes) appeared to him and told Jason to give him the tripod, promising to show the sailors the channel and send them on their way unharmed.

179.2. καί μιν, ὡς πλέοντα γενέσθαι κατὰ Μαλέην, ὑπολαβεῖν ἄνεμον βορέην καὶ ἀποφέρειν πρὸς τὴν Λιβύην· πρὶν δὲ κατιδέσθαι γῆν, ἐν τοῖσι βράχεσι γενέσθαι λίμνης τῆς Τριτωνίδος. καί οἱ ἀπορέοντι τὴν ἐξαγωγὴν λόγος ἐστὶ φανῆναι Τρίτωνα καὶ κελεύειν τὸν Ἰήσονα ἑωυτῷ δοῦναι τὸν τρίποδα, φάμενόν σφι καὶ τὸν πόρον δέξειν καὶ ἀπήμονας ἀποστελέειν.

179.3. Jason did, and Triton then showed them the channel out of the shallows and set the tripod in his own temple; but first he prophesied over it, declaring the whole matter to Jason's comrades: namely, that should any descendant of the Argo's crew take away the tripod, then a hundred Greek cities would be founded on the shores of the Tritonian lake. Hearing this (it is said) the Libyan people of the country hid the tripod.

179.3. πειθομένου δὲ τοῦ Ἰήσονος, οὕτω δὴ τόν τε διέκπλοον τῶν βραχέων δεικνύναι τὸν Τρίτωνά σφι καὶ τὸν τρίποδα θεῖναι ἐν τῷ ἑωυτοῦ ἱρῷ, ἐπιθεσπίσαντά τε τῷ τρίποδι καὶ τοῖσι σὺν Ἰήσονι σημήναντα τὸν πάντα λόγον, ὡς ἐπεὰν τὸν τρίποδα κομίσηται τῶν ἐκγόνων τις τῶν ἐν τῇ Ἀργοῖ συμπλεόντων, τότε ἑκατὸν πόλιας οἰκῆσαι περὶ τὴν Τριτωνίδα λίμνην Ἑλληνίδας πᾶσαν εἶναι ἀνάγκην. ταῦτα ἀκούσαντας τοὺς ἐπιχωρίους τῶν Λιβύων κρύψαι τὸν τρίποδα.

180.1. Next to these Machlyes are the Auseans; these and the Machlyes, separated by the Triton, live on the shores of the Tritonian lake. The Machlyes wear their hair long behind, the Auseans in front.

180.1. τούτων δὲ ἔχονται τῶν Μαχλύων Αὐσέες· οὗτοι δὲ καὶ οἱ Μάχλυες πέριξ τὴν Τριτωνίδα λίμνην οἰκέουσι, τὸ μέσον δέ σφι οὐρίζει ὁ Τρίτων. καὶ οἱ μὲν Μάχλυες τὰ ὀπίσω κομῶσι τῆς κεφαλῆς, οἱ δὲ Αὐσέες τὰ ἔμπροσθε.

180.2. They celebrate a yearly festival of Athena, where their maidens are separated into two bands and fight each other with stones and sticks, thus (they say) honoring in the way of their ancestors that native goddess whom we call Athena. Maidens who die of their wounds are called false virgins.

180.2. ὁρτῇ δὲ ἐνιαυσίῃ Ἀθηναίης αἱ παρθένοι αὐτῶν δίχα διαστᾶσαι μάχονται πρὸς ἀλλήλας λίθοισί τε καὶ ξύλοισι, τῷ αὐθιγενέι θεῷ λέγουσαι τὰ πάτρια ἀποτελέειν, τὴν Ἀθηναίην καλέομεν. τὰς δὲ ἀποθνησκούσας τῶν παρθένων ἐκ τῶν τρωμάτων ψευδοπαρθένους καλέουσι.

180.3. Before the girls are set fighting, the whole people choose the fairest maid, and arm her with a Corinthian helmet and Greek panoply, to be then mounted on a chariot and drawn all along the lake shore.

180.3. πρὶν δὲ ἀνεῖναι αὐτὰς μάχεσθαι, τάδε ποιεῦσι κοινῇ. παρθένον τὴν καλλιστεύουσαν ἑκάστοτε κοσμήσαντες κυνέῃ τε Κορινθίῃ καὶ πανοπλίῃ Ἑλληνικῇ καὶ ἐπʼ ἅρμα ἀναβιβάσαντες περιάγουσι τὴν λίμνην κύκλῳ.

180.4. With what armor they equipped their maidens before Greeks came to live near them, I cannot say; but I suppose the armor was Egyptian; for I maintain that the Greeks took their shield and helmet from Egypt.

180.4. ὁτέοισι δὲ τὸ πάλαι ἐκόσμεον τὰς παρθένους πρὶν ἤ σφι Ἕλληνας παροικισθῆναι, οὐκ ἔχω εἰπεῖν, δοκέω δʼ ὦν Αἰγυπτίοισι ὅπλοισι κοσμέεσθαι αὐτάς· ἀπὸ γὰρ Αἰγύπτου καὶ τὴν ἀσπίδα καὶ τὸ κράνος φημὶ ἀπῖχθαι ἐς τοὺς Ἕλληνας.

180.5. As for Athena, they say that she was daughter of Poseidon and the Tritonian lake, and that, being for some reason angry at her father, she gave herself to Zeus, who made her his own daughter. Such is their tale. The intercourse of men and women there is promiscuous; they do not cohabit but have intercourse like cattle.

180.5. τὴν δὲ Ἀθηναίην φασὶ Ποσειδέωνος εἶναι θυγατέρα καὶ τῆς Τριτωνίδος λίμνης, καί μιν μεμφθεῖσάν τι τῷ πατρὶ δοῦναι ἑωυτὴν τῷ Διί, τὸν δὲ Δία ἑωυτοῦ μιν ποιήσασθαι θυγατέρα. ταῦτα μὲν λέγουσι, μῖξιν δὲ ἐπίκοινον τῶν γυναικῶν ποιέονται, οὔτε συνοικέοντες κτηνηδόν τε μισγόμενοι.

180.6. When a woman's child is well grown, the men assemble within three months and the child is adjudged to be that man's whom it is most like.

180.6. ἐπεὰν δὲ γυναικὶ τὸ παιδίον ἁδρὸν γένηται, συμφοιτῶσι ἐς τὠυτὸ οἱ ἄνδρες τρίτου μηνός, καὶ τῷ ἂν οἴκῃ τῶν ἀνδρῶν τὸ παιδίον, τούτου παῖς νομίζεται.

181.1. I have now described all the nomadic Libyans who live on the coast. Farther inland than these is that Libyan country which is haunted by wild beasts, and beyond this wild beasts' haunt runs a ridge of sand that stretches from Thebes of Egypt to the Pillars of Heracles.

181.1. οὗτοι μὲν οἱ παραθαλάσσιοι τῶν νομάδων Λιβύων εἰρέαται, ὑπὲρ δὲ τούτων ἐς μεσόγαιαν ἡ θηριώδης ἐστὶ Λιβύη, ὑπὲρ δὲ τῆς θηριώδεος ὀφρύη ψάμμης κατήκει παρατείνουσα ἀπὸ Θηβέων τῶν Αἰγυπτιέων ἐπʼ Ἡρακλέας στήλας.

181.2. At intervals of about ten days' journey along this ridge there are masses of great lumps of salt in hills; on the top of every hill, a fountain of cold sweet water shoots up from the midst of the salt; men live around it who are farthest away toward the desert and inland from the wild beasts' country. The first on the journey from Thebes, ten days distant from there, are the Ammonians, who follow the worship of the Zeus of Thebes; for, as I have said before, the image of Zeus at Thebes has the head of a ram.

181.2. ἐν δὲ τῇ ὀφρύῃ ταύτῃ μάλιστα διὰ δέκα ἡμερέων ὁδοῦ ἁλός ἐστι τρύφεα κατὰ χόνδρους μεγάλους ἐν κολωνοῖσι, καὶ ἐν κορυφῇσι ἑκάστου τοῦ κολωνοῦ ἀνακοντίζει ἐκ μέσου τοῦ ἁλὸς ὕδωρ ψυχρὸν καὶ γλυκύ, περὶ δὲ αὐτὸν ἄνθρωποι οἰκέουσι ἔσχατοι πρὸς τῆς ἐρήμου καὶ ὑπὲρ τῆς θηριώδεος, πρῶτοι μὲν ἀπὸ Θηβέων διὰ δέκα ἡμερέων ὁδοῦ Ἀμμώνιοι, ἔχοντες τὸ ἱρὸν ἀπὸ τοῦ Θηβαιέος Διός· καὶ γὰρ τὸ ἐν Θήβῃσι, ὡς καὶ πρότερον εἴρηταί μοι, κριοπρόσωπον τοῦ Διὸς τὤγαλμα ἐστί.

181.3. They have another spring of water besides, which is warm at dawn, and colder at market-time, and very cold at noon;

181.3. τυγχάνει δὲ καὶ ἄλλο σφι ὕδωρ κρηναῖον ἐὸν, τὸ τὸν μὲν ὄρθρον γίνεται χλιαρόν, ἀγορῆς δὲ πληθυούσης ψυχρότερον, μεσαμβρίη τε ἐστὶ καὶ τὸ κάρτα γίνεται ψυχρόν·

181.4. and it is then that they water their gardens; as the day declines, the coldness abates, until at sunset the water grows warm. It becomes ever hotter and hotter until midnight, and then it boils and bubbles; after midnight it becomes ever cooler until dawn. This spring is called the Spring of the Sun.

181.4. τηνικαῦτα δὲ ἄρδουσι τοὺς κήπους· ἀποκλινομένης δὲ τῆς ἡμέρης ὑπίεται τοῦ ψυχροῦ, ἐς οὗ δύεταί τε ὁ ἥλιος καὶ τὸ ὕδωρ γίνεται χλιαρόν. ἐπὶ δὲ μᾶλλον ἰὸν ἐς τὸ θερμὸν ἐς μέσας νύκτας πελάζει, τηνικαῦτα δὲ ζέει ἀμβολάδην· παρέρχονται τε μέσαι νύκτες καὶ ψύχεται μέχρι ἐς ἠῶ. ἐπίκλησιν δὲ αὕτη ἡ κρήνη καλέεται ἡλίου.

182.1. At a distance of ten days' journey again from the Ammonians along the sandy ridge, there is a hill of salt like that of the Ammonians, and springs of water, where men live; this place is called Augila; it is to this that the Nasamones come to gather palm-fruit.

182.1. μετὰ δὲ Ἀμμωνίους διὰ τῆς ὀφρύης τῆς ψάμμου διʼ ἀλλέων δέκα ἡμερέων ὁδοῦ κολωνός τε ἁλός ἐστι ὅμοιος τῷ Ἀμμωνίῳ καὶ ὕδωρ, καὶ ἄνθρωποι περὶ αὐτὸν οἰκέουσι· τῷ δὲ χώρῳ τούτῳ οὔνομα Αὔγιλα ἐστί. ἐς τοῦτον τὸν χῶρον οἱ Νασαμῶνες ὀπωριεῦντες τοὺς φοίνικας φοιτῶσι.

183.1. After ten days' journey again from Augila there is yet another hill of salt and springs of water and many fruit-bearing palms, as at the other places; men live there called Garamantes, an exceedingly great nation, who sow in earth which they have laid on the salt.

183.1. ἀπὸ δὲ Αὐγίλων διὰ δέκα ἡμερέων ἀλλέων ὁδοῦ ἕτερος ἁλὸς κολωνὸς καὶ ὕδωρ καὶ φοίνικες καρποφόροι πολλοί, κατά περ καὶ ἐν τοῖσι ἑτέροισι· καὶ ἄνθρωποι οἰκέουσι ἐν αὐτῷ τοῖσι οὔνομα Γαράμαντες ἐστί, ἔθνος μέγα ἰσχυρῶς, οἳ ἐπὶ τὸν ἅλα γῆν ἐπιφορέοντες οὕτω σπείρουσι.

183.2. The shortest way to the Lotus Eaters' country is from here, thirty days' journey distant. Among the Garamantes are the cattle that go backward as they graze, the reason being that their horns curve forward;

183.2. συντομώτατον δʼ ἐστὶ ἐς τοὺς Λωτοφάγους, ἐκ τῶν τριήκοντα ἡμερέων ἐς αὐτοὺς ὁδός ἐστι· ἐν τοῖσι καὶ οἱ ὀπισθονόμοι βόες γίνονται· ὀπισθονόμοι δὲ διὰ τόδε εἰσι. τὰ κέρεα ἔχουσι κεκυφότα ἐς τὸ ἔμπροσθε·

183.3. therefore, not being able to go forward, since the horns would stick in the ground, they walk backward grazing. Otherwise, they are like other cattle, except that their hide is thicker and harder to the touch.

183.3. διὰ τοῦτο ὀπίσω ἀναχωρέοντες νέμονται· ἐς γὰρ τὸ ἔμπροσθε οὐκ οἷοι τε εἰσὶ προεμβαλλόντων ἐς τὴν γῆν τῶν κερέων. ἄλλο δὲ οὐδὲν διαφέρουσι τῶν ἄλλων βοῶν ὅτι μὴ τοῦτο καὶ τὸ δέρμα ἐς παχύτητά τε καὶ τρῖψιν.

183.4. These Garamantes go in their four-horse chariots chasing the cave-dwelling Ethiopians: for the Ethiopian cave-dwellers are swifter of foot than any men of whom tales are brought to us. They live on snakes and lizards and such-like creeping things. Their speech is like no other in the world: it is like the squeaking of bats.

183.4. οἱ Γαράμαντες δὴ οὗτοι τοὺς τρωγλοδύτας Αἰθίοπας θηρεύουσι τοῖσι τεθρίπποισι· οἱ γὰρ τρωγλοδύται Αἰθίοπες πόδας τάχιστοι ἀνθρώπων πάντων εἰσὶ τῶν ἡμεῖς πέρι λόγους ἀποφερομένους ἀκούομεν. σιτέονται δὲ οἱ τρωγλοδύται ὄφις καὶ σαύρους καὶ τὰ τοιαῦτα τῶν ἑρπετῶν· γλῶσσαν δὲ οὐδεμιῇ ἄλλῃ παρομοίην νενομίκασι, ἀλλὰ τετρίγασι κατά περ αἱ νυκτερίδες.

184.1. Another ten days' journey from the Garamantes there is again a salt hill and water, where men live called Atarantes. These are the only men whom we know who have no names; for the whole people are called Atarantes, but no man has a name of his own.

184.1. ἀπὸ δὲ Γαραμάντων διʼ ἀλλέων δέκα ἡμερέων ὁδοῦ ἄλλος ἁλός τε κολωνὸς καὶ ὕδωρ, καὶ ἄνθρωποι περὶ αὐτὸν οἰκέουσι τοῖσι οὔνομα ἐστὶ Ἀτάραντες, οἳ ἀνώνυμοι εἰσὶ μοῦνοι ἀνθρώπων τῶν ἡμεῖς ἴδμεν· ἁλέσι μὲν γάρ σφι ἐστὶ Ἀτάραντες οὔνομα, ἑνὶ δὲ ἑκάστῳ αὐτῶν οὔνομα οὐδὲν κέεται.

184.2. When the sun is high, they curse and very foully revile him, because his burning heat afflicts their people and their land.

184.2. οὗτοι τῷ ἡλίῳ ὑπερβάλλοντι καταρῶνται καὶ πρὸς τούτοισι πάντα τὰ αἰσχρὰ λοιδορέονται, ὅτι σφέας καίων ἐπιτρίβει, αὐτούς τε τοὺς ἀνθρώπους καὶ τὴν χώρην αὐτῶν.

184.3. After another ten days' journey there is again a hill of salt, and water, and men living there. Near to this salt is a mountain called Atlas, whose shape is slender and conical; and it is said to be so high that its heights cannot be seen, for clouds are always on them winter and summer. The people of the country call it the pillar of heaven.

184.3. μετὰ δὲ διʼ ἀλλέων δέκα ἡμερέων ἄλλος κολωνὸς ἁλὸς καὶ ὕδωρ, καὶ ἄνθρωποι περὶ αὐτὸν οἰκέουσι. ἔχεται δὲ τοῦ ἁλὸς τούτου ὄρος τῷ οὔνομα ἐστὶ Ἄτλας, ἔστι δὲ στεινὸν καὶ κυκλοτερὲς πάντῃ, ὑψηλὸν δὲ οὕτω δή τι λέγεται ὡς τὰς κορυφὰς αὐτοῦ οὐκ οἶά τε εἶναι ἰδέσθαι. οὐδέκοτε γὰρ αὐτὰς ἀπολείπειν νέφεα οὔτε θέρεος οὔτε χειμῶνος. τοῦτο τὸν κίονα τοῦ οὐρανοῦ λέγουσι οἱ ἐπιχώριοι εἶναι.

184.4. These men get their name, which is Atlantes, from this mountain. It is said that they eat no living creature, and see no dreams in their sleep.

184.4. ἐπὶ τούτου τοῦ ὄρεος οἱ ἄνθρωποι οὗτοι ἐπώνυμοι ἐγένοντο· καλέονται γὰρ δὴ Ἄτλαντες. λέγονται δὲ οὔτε ἔμψυχον οὐδὲν σιτέεσθαι οὔτε ἐνύπνια ὁρᾶν.

185.1. I know and can tell the names of all the peoples that live on the ridge as far as the Atlantes, but no farther than that. But I know this, that the ridge reaches as far as the Pillars of Heracles and beyond them.

185.1. μέχρι μὲν δὴ τῶν Ἀτλάντων τούτων ἔχω τὰ οὐνόματα τῶν ἐν τῇ ὀφρύῃ κατοικημένων καταλέξαι, τὸ δʼ ἀπὸ τούτων οὐκέτι. διήκει δʼ ὦν ἡ ὀφρύη μέχρι Ἡρακλέων στηλέων καὶ τὸ ἔξω τουτέων.

185.2. There is a mine of salt on it every ten days' journey, and men live there. Their houses are all built of blocks of the salt; for these are parts of Libya where no rain falls; for the walls, being of salt, could not stand firm if there were rain.

185.2. ἔστι δὲ ἁλός τε μέταλλον ἐν αὐτῇ διὰ δέκα ἡμερέων ὁδοῦ καὶ ἄνθρωποι οἰκέοντες. τὰ δὲ οἰκία τούτοισι πᾶσι ἐκ τῶν ἁλίνων χόνδρων οἰκοδομέαται. ταῦτα γὰρ ἤδη τῆς Λιβύης ἄνομβρα ἐστί· οὐ γὰρ ἂν ἠδυνέατο μένειν οἱ τοῖχοι ἐόντες ἅλινοι, εἰ ὗε.

185.3. The salt there is both white and purple. Beyond this ridge, the southern and inland parts of Libya are desolate and waterless: there are no wild beasts, no rain, no forests; this region is wholly without moisture.

185.3. ὁ δὲ ἃλς αὐτόθι καὶ λευκὸς καὶ πορφύρεος τὸ εἶδος ὀρύσσεται. ὑπὲρ δὲ τῆς ὀφρύης τὸ πρὸς νότου καὶ ἐς μεσόγαιαν τῆς Λιβύης ἔρημος καὶ ἄνυδρος καὶ ἄθηρος καὶ ἄνομβρος καὶ ἄξυλος ἐστὶ ἡ χώρη, καὶ ἰκμάδος ἐστὶ ἐν αὐτῇ οὐδέν.

186.1. Thus from Egypt to the Tritonian lake, the Libyans are nomads that eat meat and drink milk; for the same reason as the Egyptians too profess, they will not touch the flesh of cows; and they rear no swine.

186.1. οὕτω μὲν μέχρι τῆς Τριτωνίδος λίμνης ἀπʼ Αἰγύπτου νομάδες εἰσὶ κρεοφάγοι τε καὶ γαλακτοπόται Λίβυες, καὶ θηλέων τε βοῶν οὔτι γευόμενοι, διότι περ οὐδὲ Αἰγύπτιοι, καὶ ὗς οὐ τρέφοντες.

186.2. The women of Cyrene, too, consider it wrong to eat cows' flesh, because of the Isis of Egypt; and they even honor her with fasts and festivals; and the Barcaean women refuse to eat swine too, as well as cows.

186.2. βοῶν μέν νυν θηλέων οὐδʼ αἱ Κυρηναίων γυναῖκες δικαιοῦσι πατέεσθαι διὰ τὴν ἐν Αἰγύπτῳ Ἶσιν, ἀλλὰ καὶ νηστηίας αὐτῇ καὶ ὁρτὰς ἐπιτελέουσι. αἱ δὲ τῶν Βαρκαίων γυναῖκες οὐδὲ ὑῶν πρὸς τῇσι βουσὶ γεύονται.

187.1. Thus it is with this region. But west of the Tritonian lake the Libyans are not nomads; they do not follow the same customs, or treat their children as the nomads do.

187.1. ταῦτα μὲν δὴ οὕτω ἔχει. τὸ δὲ πρὸς ἑσπέρης τῆς Τριτωνίδος λίμνης οὐκέτι νομάδες εἰσὶ Λίβυες οὐδὲ νόμοισι τοῖσι αὐτοῖσι χρεώμενοι, οὐδὲ κατὰ τὰ παιδία ποιεῦντες οἷον τι καὶ οἱ νομάδες ἐώθασι ποιέειν.

187.2. For the practice of many Libyan nomads (I cannot say absolutely whether it is the practice of all) is to take their children when four years old, and to burn the veins of their scalps or sometimes of their temples with grease of sheep's wool, so that the children may never afterward be afflicted by phlegm draining from the head.

187.2. οἱ γὰρ δὴ τῶν Λιβύων νομάδες, εἰ μὲν πάντες, οὐκ ἔχω ἀτρεκέως τοῦτο εἰπεῖν, ποιεῦσι δὲ αὐτῶν συχνοὶ τοιάδε· τῶν παιδίων τῶν σφετέρων, ἐπεὰν τετραέτεα γένηται, οἴσπῃ προβάτων καίουσι τὰς ἐν τῇσι κορυφῇσι φλέβας, μετεξέτεροι δὲ αὐτῶν τὰς ἐν τοῖσι κροτάφοισι, τοῦδε εἵνεκα ὡς μή σφεας ἐς τὸν πάντα χρόνον καταρρέον φλέγμα ἐκ τῆς κεφαλῆς δηλέηται.

187.3. They say that this makes their children quite healthy. In fact, the Libyans are the healthiest of all men whom we know; whether it is because of this practice, I cannot say absolutely; but they certainly are healthy. When the children smart from the pain of the burning, the Libyans have found a remedy; they soothe them by applications of goats' urine. This is what the Libyans themselves say.

187.3. καὶ διὰ τοῦτο σφέας λέγουσι εἶναι ὑγιηροτάτους· εἰσὶ γὰρ ὡς ἀληθέως οἱ Λίβυες ἀνθρώπων πάντων ὑγιηρότατοι τῶν ἡμεῖς ἴδμεν, εἰ μὲν διὰ τοῦτο, οὐκ ἔχω ἀτρεκέως εἰπεῖν, ὑγιηρότατοι δʼ ὦν εἰσί. ἢν δὲ καίουσι τὰ παιδία σπασμὸς ἐπιγένηται, ἐξεύρηταί σφι ἄκος· τράγου γὰρ οὖρον σπείσαντες ῥύονται σφέα. λέγω δὲ τὰ λέγουσι αὐτοὶ Λίβυες.

188.1. The nomads' way of sacrificing is to cut a piece from the victim's ear for first-fruits and throw it over the house; then they wring the victim's neck. They sacrifice to no gods except the sun and moon; that is, this is the practice of the whole nation; but the dwellers by the Tritonian lake sacrifice to Athena chiefly, and next to Triton and Poseidon.

188.1. θυσίαι δὲ τοῖσι νομάσι εἰσὶ αἵδε. ἐπεὰν τοῦ ὠτὸς ἀπάρξωνται τοῦ κτήνεος, ῥιπτέουσι ὑπὲρ τὸν δόμον, τοῦτο δὲ ποιήσαντες ἀποστρέφουσι τὸν αὐχένα αὐτοῦ· θύουσι δὲ ἡλίῳ καὶ σελήνῃ μούνοισι. τούτοισι μέν νυν πάντες Λίβυες θύουσι, ἀτὰρ οἱ περὶ τὴν Τριτωνίδα λίμνην νέμοντες τῇ Ἀθηναίῃ μάλιστα, μετὰ δὲ τῷ Τρίτωνι καὶ τῷ Ποσειδέωνι.

189.1. It would seem that the robe and aegis of the images of Athena were copied by the Greeks from the Libyan women; for except that Libyan women dress in leather, and that the tassels of their goatskin cloaks are not snakes but thongs of hide, in everything else their equipment is the same.

189.1. τὴν δὲ ἄρα ἐσθῆτα καὶ τὰς αἰγίδας τῶν ἀγαλμάτων τῆς Ἀθηναίης ἐκ τῶν Λιβυσσέων ἐποιήσαντο οἱ Ἕλληνες· πλὴν γὰρ ἢ ὅτι σκυτίνη ἡ ἐσθὴς τῶν Λιβυσσέων ἐστὶ καὶ οἱ θύσανοι οἱ ἐκ τῶν αἰγίδων αὐτῇσι οὐκ ὄφιες εἰσὶ ἀλλὰ ἱμάντινοι, τά γε ἄλλα πάντα κατὰ τὠυτὸ ἔσταλται.

189.2. And in fact, the very name betrays that the attire of the statues of Pallas has come from Libya; for Libyan women wear the hairless tasselled “aegea” over their dress, colored with madder, and the Greeks have changed the name of these aegeae into their “aegides.”

189.2. καὶ δὴ καὶ τὸ οὔνομα κατηγορέει ὅτι ἐκ Λιβύης ἥκει ἡ στολὴ τῶν Παλλαδίων· αἰγέας γὰρ περιβάλλονται ψιλὰς περὶ τὴν ἐσθῆτα θυσανωτὰς αἱ Λίβυσσαι κεχριμένας ἐρευθεδάνῳ, ἐκ δὲ τῶν αἰγέων τουτέων αἰγίδας οἱ Ἕλληνες μετωνόμασαν.

189.3. Furthermore, in my opinion the ceremonial chant first originated in Libya: for the women of that country chant very tunefully. And it is from the Libyans that the Greeks have learned to drive four-horse chariots.

189.3. δοκέει δʼ ἔμοιγε καὶ ὀλολυγὴ ἐν ἱροῖσι ἐνθαῦτα πρῶτον γενέσθαι· κάρτα γὰρ ταύτῃ χρέωνται καλῶς αἱ Λίβυσσαι. καὶ τέσσερας ἵππους συζευγνύναι παρὰ Λιβύων οἱ Ἕλληνες μεμαθήκασι.

190.1. The dead are buried by the nomads in Greek fashion, except by the Nasamones. They bury their dead sitting, being careful to make the dying man sit when he releases his spirit, and not die lying supine. Their dwellings are constructed of asphodel stalks twined about reeds; they can be carried here and there. Such are the Libyan customs.

190.1. θάπτουσι δὲ τοὺς ἀποθνήσκοντας οἱ νομάδες κατά περ οἱ Ἕλληνες, πλὴν Νασαμώνων· οὗτοι δε κατημένους θάπτουσι, φυλάσσοντες, ἐπεὰν ἀπιῇ τὴν ψυχήν, ὅκως μιν κατίσουσι μηδὲ ὕπτιος ἀποθανέεται. οἰκήματα δὲ σύμπηκτα ἐξ ἀνθερίκων ἐνειρμένων περὶ σχοίνους ἐστί, καὶ ταῦτα περιφορητά. νόμοισι μὲν τοιούτοισι οὗτοι χρέωνται.

191.1. West of the Triton river and next to the Aseans begins the country of Libyans who cultivate the soil and possess houses; they are called Maxyes; they wear their hair long on the right side of their heads and shave the left, and they paint their bodies with vermilion.

191.1. τὸ δὲ πρὸς ἑσπέρης τοῦ Τρίτωνος ποταμοῦ Αὐσέων ἔχονται ἀροτῆρες ἤδη Λίβυες καὶ οἰκίας νομίζοντες ἐκτῆσθαι, τοῖσι οὔνομα κέεται Μάξυες. οἳ τὰ ἐπὶ δεξιὰ τῶν κεφαλέων κομόωσι, τὰ δʼ ἐπʼ ἀριστερὰ κείρουσι, τὸ δὲ σῶμα χρίονται μίλτῳ. φασὶ δὲ οὗτοι εἶναι τῶν ἐκ Τροίης ἀνδρῶν.

191.2. These claim descent from the men who came from Troy. Their country, and the rest of the western part of Libya, is much fuller of wild beasts and more wooded than the country of the nomads.

191.2. ἡ δὲ χώρη αὕτη τε καὶ ἡ λοιπὴ τῆς Λιβύης ἡ πρὸς ἑσπέρην πολλῷ θηριωδεστέρη τε καὶ δασυτέρη ἐστὶ τῆς τῶν νομάδων χώρης.

191.3. For the eastern region of Libya, which the nomads inhabit, is low-lying and sandy as far as the Triton river; but the land west of this, where the farmers live, is exceedingly mountainous and wooded and full of wild beasts.

191.3. ἡ μὲν γὰρ δὴ πρὸς τὴν ἠῶ τῆς Λιβύης, τὴν οἱ νομάδες νέμουσι, ἐστὶ ταπεινή τε καὶ ψαμμώδης μέχρι τοῦ Τρίτωνος ποταμοῦ, ἡ δὲ ἀπὸ τούτου τὸ πρὸς ἑσπέρην ἡ τῶν ἀροτήρων ὀρεινή τε κάρτα καὶ δασέα καὶ θηριώδης·

191.4. In that country are the huge snakes and the lions, and the elephants and bears and asps, the horned asses, the dog-headed and the headless men that have their eyes in their chests, as the Libyans say, and the wild men and women, besides many other creatures not fabulous.

191.4. καὶ γὰρ οἱ ὄφιες οἱ ὑπερμεγάθεες καὶ οἱ λέοντες κατὰ τούτους εἰσὶ καὶ οἱ ἐλέφαντές τε καὶ ἄρκτοι καὶ ἀσπίδες τε καὶ ὄνοι οἱ τὰ κέρεα ἔχοντες καὶ οἱ κυνοκέφαλοι καὶ οἱ ἀκέφαλοι οἱ ἐν τοῖσι στήθεσι τοὺς ὀφθαλμοὺς ἔχοντες, ὡς δὴ λέγονταί γε ὑπὸ Λιβύων, καὶ οἱ ἄγριοι ἄνδρες καὶ γυναῖκες ἄγριαι, καὶ ἄλλα πλήθεϊ πολλὰ θηρία ἀκατάψευστα.

192.1. But in the nomads' country there are none of these; but there are others, white-rumped antelopes, gazelles, hartebeest, asses, not the horned asses, but those that are called “undrinking” (for indeed they never drink), the oryx, whose horns are made the horns of the lyre (this is a beast the size of a bull), foxes, hyenas, porcupines, wild rams, the dictys, jackals, panthers, the borys, land crocodiles sixty inches long, very like lizards, and ostriches and little one-horned serpents; all these beasts besides those that are elsewhere too, except deer and wild boar; of these two kinds there are none at all in Libya.

192.1. κατὰ τοὺς νομάδας δὲ ἐστὶ τούτων οὐδέν, ἀλλʼ ἄλλα τοιάδε, πύγαργοι καὶ ζορκάδες καὶ βουβάλιες καὶ ὄνοι, οὐκ οἱ τὰ κέρεα ἔχοντες ἀλλʼ ἄλλοι ἄποτοι (οὐ γὰρ δὴ πίνουσι), καὶ ὄρυες, τῶν τὰ κέρεα τοῖσι φοίνιξι οἱ πήχεες ποιεῦνται (μέγαθος δὲ τὸ θηρίον τοῦτο κατὰ βοῦν ἐστι), καὶ βασσάρια καὶ ὕαιναι καὶ ὕστριχες καὶ κριοὶ ἄγριοι καὶ δίκτυες καὶ θῶες καὶ πάνθηρες καὶ βόρυες, καὶ κροκόδειλοι ὅσον τε τριπήχεες χερσαῖοι, τῇσι σαύρῃσι ἐμφερέστατοι, καὶ στρουθοὶ κατάγαιοι, καὶ ὄφιες μικροί, κέρας ἓν ἕκαστος ἔχοντες· ταῦτά τε δὴ αὐτόθι ἐστὶ θηρία καὶ τά περ τῇ ἄλλῃ, πλὴν ἐλάφου τε καὶ ὑὸς ἀγρίου· ἔλαφος δὲ καὶ ὗς ἄγριος ἐν Λιβύῃ πάμπαν οὐκ ἔστι.

192.3. There are in this country three kinds of mice, the two-footed, the “zegeries” (this is a Libyan word, meaning in our language “hills”), and the bristly-haired, as they are called. There are also weasels found in the silphium, very like to the weasels of Tartessus. So many are the wild creatures of the nomads' country, as far as by our utmost enquiry we have been able to learn.

192.3. μυῶν δὲ γένεα τριξὰ αὐτόθι ἔστι· οἳ μὲν δίποδες καλέονται, οἳ δὲ ζεγέριες (τὸ δὲ οὔνομα τοῦτο ἐστὶ μὲν Λιβυστικόν, δύναται δὲ κατʼ Ἑλλάδα γλῶσσαν βουνοί), οἳ δὲ ἐχινέες. εἰσὶ δὲ καὶ γαλαῖ ἐν τῷ σιλφίῳ γινόμεναι τῇσι Ταρτησσίῃσι ὁμοιόταται. τοσαῦτα μέν νυν θηρία ἡ τῶν νομάδων Λιβύων γῆ ἔχει, ὅσον ἡμεῖς ἱστορέοντες ἐπὶ μακρότατον οἷοί τε ἐγενόμεθα ἐξικέσθαι.

193.1. Next to the Maxyes of Libya are the Zauekes, whose women drive their chariots to war.

193.1. Μαξύων δὲ Λιβύων Ζαύηκες ἔχονται, τοῖσι αἱ γυναῖκες ἡνιοχεῦσι τὰ ἅρματα ἐς τὸν πόλεμον.

194.1. Next to these are the Gyzantes, where much honey is made by bees, and much more yet (so it is said) by craftsmen. It is certain that they all paint themselves with vermilion and eat apes, with which their mountains swarm.

194.1. τούτων δὲ Γύζαντες ἔχονται, ἐν τοῖσι μέλι πολλὸν μὲν μέλισσαι κατεργάζονται, πολλῷ δʼ ἔτι πλέον λέγεται δημιοεργοὺς ἄνδρας ποιέειν. μιλτοῦνται δʼ ὦν πάντες οὗτοι καὶ πιθηκοφαγέουσι. οἳ δὲ σφι ἄφθονοι ὅσοι ἐν τοῖσι ὄρεσι γίνονται.

195.1. Off their coast (the Carthaginians say) lies an island called Cyrauis, twenty-five miles long and narrow across, accessible from the mainland; it is full of olives and vines.

195.1. κατὰ τούτους δὲ λέγουσι Καρχηδόνιοι κεῖσθαι νῆσον τῇ οὔνομα εἶναι Κύραυιν, μῆκος μὲν διηκοσίων σταδίων, πλάτος δὲ στεινήν, διαβατὸν ἐκ τῆς ἠπείρου, ἐλαιέων τε μεστὴν καὶ ἀμπέλων.

195.2. It is said that there is a lake on this island from which the maidens of the country draw gold-dust out of the mud on feathers smeared with pitch. I do not know whether this is true; I just write what is said. But all things are possible; for I myself saw pitch drawn from the water of a pool in Zacynthus.

195.2. λίμνην δὲ ἐν αὐτῇ εἶναι, ἐκ τῆς αἱ παρθένοι τῶν ἐπιχωρίων πτεροῖσι ὀρνίθων κεχριμένοισι πίσσῃ ἐκ τῆς ἰλύος ψῆγμα ἀναφέρουσι χρυσοῦ. ταῦτα εἰ μὲν ἔστι ἀληθέως οὐκ οἶδα, τὰ δὲ λέγεται γράφω· εἴη δʼ ἂν πᾶν, ὅκου καὶ ἐν Ζακύνθῳ ἐκ λίμνης καὶ ὕδατος πίσσαν ἀναφερομένην αὐτὸς ἐγὼ ὥρων.

195.3. The pools there are numerous; the greatest of them is seventy feet long and broad, and twelve feet deep. Into this they drop a pole with a myrtle branch fastened to its end, and bring up pitch on the myrtle, smelling like asphalt, and for the rest better than the pitch of Pieria. Then they pour it into a pit that they have dug near the pool; and when a fair amount is collected there, they fill their vessels from the pit.

195.3. εἰσὶ μὲν καὶ πλεῦνες αἱ λίμναι αὐτόθι, ἡ δʼ ὦν μεγίστη αὐτέων ἑβδομήκοντα ποδῶν πάντῃ, βάθος δὲ διόργυιος ἐστί· ἐς ταύτην κοντὸν κατιεῖσι ἐπʼ ἄκρῳ μυρσίνην προσδήσαντες καὶ ἔπειτα ἀναφέρουσι τῇ μυρσίνῃ πίσσαν, ὀδμὴν μὲν ἔχουσαν ἀσφάλτου, τὰ δʼ ἄλλα τῆς Πιερικῆς πίσσης ἀμείνω. ἐσχέουσι δὲ ἐς λάκκον ὀρωρυγμένον ἀγχοῦ τῆς λίμνης. ἐπεὰν δὲ ἀθροίσωσι συχνήν, οὕτω ἐς τοὺς ἀμφορέας ἐκ τοῦ λάκκου καταχέουσι.

195.4. Whatever falls into the pool is carried under the ground and appears again in the sea, which is about a half a mile distant from the pool. So, then, the story that comes from the island lying off the Libyan coast is like the truth, too.

195.4. ὁ τι δʼ ἂν ἐσπέσῃ ἐς τὴν λίμνην, ὑπὸ γῆν ἰὸν ἀναφαίνεται ἐν τῇ θαλάσσῃ· ἣ δὲ ἀπέχει ὡς τέσσερα στάδια ἀπὸ τῆς λίμνης. οὕτω ὦν καὶ τὰ ἀπὸ τῆς νήσου τῆς ἐπὶ Λιβύῃ κειμένης οἰκότα ἐστὶ ἀληθείῃ.

196.1. Another story is told by the Carthaginians. There is a place in Libya, they say, where men live beyond the Pillars of Heracles; they come here and unload their cargo; then, having laid it in order along the beach, they go aboard their ships and light a smoking fire. The people of the country see the smoke, and, coming to the sea, they lay down gold to pay for the cargo, and withdraw from the wares.

196.1. λέγουσι δὲ καὶ τάδε Καρχηδόνιοι. εἶναι τῆς Λιβύης χῶρόν τε καὶ ἀνθρώπους ἔξω Ἡρακλέων στηλέων κατοικημένους· ἐς τοὺς ἐπεὰν ἀπίκωνται καὶ ἐξέλωνται τὰ φορτία, θέντες αὐτὰ ἐπεξῆς παρὰ τὴν κυματωγήν, ἐσβάντες ἐς τὰ πλοῖα τύφειν καπνόν. τοὺς δʼ ἐπιχωρίους ἰδομένους τὸν καπνὸν ἰέναι ἐπὶ τὴν θάλασσαν καὶ ἔπειτα ἀντὶ τῶν φορτίων χρυσὸν τιθέναι καὶ ἐξαναχωρέειν πρόσω ἀπὸ τῶν φορτίων.

196.2. Then the Carthaginians disembark and examine the gold; if it seems to them a fair price for their cargo, they take it and go away; but if not, they go back aboard and wait, and the people come back and add more gold until the sailors are satisfied.

196.2. τοὺς δὲ Καρχηδονίους ἐκβάντας σκέπτεσθαι, καὶ ἢν μὲν φαίνηταί σφι ἄξιος ὁ χρυσὸς τῶν φορτίων, ἀνελόμενοι ἀπαλλάσσονται, ἢν δὲ μὴ ἄξιος, ἐσβάντες ὀπίσω ἐς τὰ πλοῖα κατέαται· οἱ δὲ προσελθόντες ἄλλον πρὸς ὦν ἔθηκαν χρυσόν, ἐς οὗ ἂν πείθωσι. ἀδικέειν δὲ οὐδετέρους.

196.3. In this transaction, it is said, neither party defrauds the other: the Carthaginians do not touch the gold until it equals the value of their cargo, nor do the people touch the cargo until the sailors have taken the gold.

196.3. οὔτε γὰρ αὐτοὺς τοῦ χρυσοῦ ἅπτεσθαι πρὶν ἄν σφι ἀπισωθῇ τῇ ἀξίῃ τῶν φορτίων, οὔτʼ ἐκείνους τῶν φορτίων ἅπτεσθαι πρότερον ἢ αὐτοὶ τὸ χρυσίον λάβωσι.

197.1. These are all the Libyans whom we can name, and the majority of their kings cared nothing for the king of the Medes at the time of which I write, nor do they care for him now.

197.1. οὗτοι μὲν εἶσὶ τοὺς ἡμεῖς ἔχομεν Λιβύων ὀνομάσαι, καὶ τούτων οἱ πολλοὶ βασιλέος τοῦ Μήδων οὔτε τι νῦν οὔτε τότε ἐφρόντιζον οὐδέν.

197.2. I have this much further to say of this country: four nations and no more, as far as we know, inhabit it, two of which are aboriginal and two not; the Libyans in the north and the Ethiopians in the south of Libya are aboriginal; the Phoenicians and Greeks are later settlers.

197.2. τοσόνδε δὲ ἔτι ἔχω εἰπεῖν περὶ τῆς χώρης ταύτης, ὅτι τέσσερα ἔθνεα νέμεται αὐτὴν καὶ οὐ πλέω τούτων, ὅσον ἡμεῖς ἴδμεν, καὶ τὰ μὲν δύο αὐτόχθονα τῶν ἐθνέων τὰ δὲ δύο οὔ, Λίβυες μὲν καὶ Αἰθίοπες αὐτόχθονες, οἳ μὲν τὰ πρὸς βορέω οἳ δὲ τὰ πρὸς νότου τῆς Λιβύης οἰκέοντες, Φοίνικες δὲ καὶ Ἕλληνες ἐπήλυδες.

198.1. In my opinion, there is in no part of Libya any great excellence for which it should be compared to Asia or Europe, except in the region which is called by the same name as its river, Cinyps.

198.1. δοκέει δέ μοι οὐδʼ ἀρετὴν εἶναι τις ἡ Λιβύη σπουδαίη ὥστε ἢ Ἀσίῃ ἢ Εὐρώπῃ παραβληθῆναι, πλὴν Κίνυπος μούνης· τὸ γὰρ δὴ αὐτὸ οὔνομα ἡ γῆ τῷ ποταμῷ ἔχει.

198.2. But this region is a match for the most fertile farmland in the world, nor is it at all like to the rest of Libya. For the soil is black and well-watered by springs, and has no fear of drought, nor is it harmed by drinking excessive showers (there is rain in this part of Libya). Its yield of grain is of the same measure as in the land of Babylon.

198.2. αὕτη δὲ ὁμοίη τῇ ἀρίστῃ γέων Δήμητρος καρπὸν ἐκφέρειν οὐδὲ ἔοικε οὐδὲν τῇ ἄλλῃ Λιβύῃ. μελάγγαιός τε γὰρ ἐστὶ καὶ ἔπυδρος πίδαξι, καὶ οὔτε αὐχμοῦ φροντίζουσα οὐδὲν οὔτε ὄμβρον πλέω πιοῦσα δεδήληται. ὕεται γὰρ δὴ ταῦτα τῆς Λιβύης. τῶν δὲ ἐκφορίων τοῦ καρποῦ ταὐτὰ μέτρα τῇ Βαβυλωνίῃ γῇ κατίσταται. ἀγαθὴ δὲ γῆ καὶ τὴν Εὐεσπερῖται νέμονται·

198.3. The land inhabited by the Euhesperitae is also good; it yields at the most a hundredfold; but the land of the Cinyps region yields three hundredfold.

198.3. ἐπʼ ἑκατοστὰ γάρ, ἐπεὰν αὐτὴ ἑωυτῆς ἄριστα ἐνείκῃ, ἐκφέρει, ἣ δὲ ἐν τῆ Κίνυπι ἐπὶ τριηκόσια.

199.1. The country of Cyrene, which is the highest part of the Libya that the nomads inhabit, has the marvellous advantage of three harvest seasons. The fruits of the earth are ripe for reaping and picking on the coast first; when these have been gathered, the middle region above the coast, which they call the Hills, is ripe for gathering;

199.1. ἔχει δὲ καὶ ἡ Κυρηναίη χώρη, ἐοῦσα ὑψηλοτάτη ταύτης τῆς Λιβύης τὴν οἱ νομάδες νέμονται, τρεῖς ὥρας ἐν ἑωυτῇ ἀξίας θώματος. πρῶτα μὲν γὰρ τὰ παραθαλάσσια τῶν καρπῶν ὀργᾷ ἀμᾶσθαι τε καὶ τρυγᾶσθαι· τούτων τε δὴ συγκεκομισμένων τὰ ὑπὲρ τῶν θαλασσιδίων χώρων τὰ μέσα ὀργᾷ συγκομίζεσθαι, τὰ βουνοὺς καλέουσι·

199.2. and no sooner has this yield of the middle country been gathered than the highest-lying crops are mellow and ripe, so that the latest fruits of the earth are coming in when the earliest are already spent by way of food and drink. Thus the Cyrenaeans have a harvest lasting eight months. Enough of these matters, then.

199.2. συγκεκόμισται τε οὗτος ὁ μέσος καρπὸς καὶ ὁ ἐν τῇ κατυπερτάτῃ τῆς γῆς πεπαίνεταί τε καὶ ὀργᾷ, ὥστε ἐκπέποται τε καὶ καταβέβρωται ὁ πρῶτος καρπὸς καὶ ὁ τελευταῖος συμπαραγίνεται. οὕτω ἐπʼ ὀκτὼ μῆνας Κυρηναίους ὀπώρη ἐπέχει. ταῦτα μέν νυν ἐπὶ τοσοῦτον εἰρήσθω.

200.1. Now when the Persians that Aryandes sent from Egypt to avenge Pheretime came to Barce, they laid siege to the city, demanding the surrender of those who were guilty of the murder of Arcesilaus: but the Barcaeans, whose whole people were accessory to the deed, would not yield.

200.1. οἱ δὲ Φερετίμης τιμωροὶ Πέρσαι ἐπείτε ἐκ τῆς Αἰγύπτου σταλέντες ὑπὸ Ἀρυάνδεω ἀπίκατο ἐς τὴν Βάρκην, ἐπολιόρκεον τὴν πόλιν ἐπαγγελλόμενοι ἐκδιδόναι τοὺς αἰτίους τοῦ φόνου τοῦ Ἀρκεσίλεω· τῶν δὲ πᾶν γὰρ ἦν τὸ πλῆθος μεταίτιον, οὐκ ἐδέκοντο τοὺς λόγους.

200.2. The Persians besieged Barce for nine months, digging underground passages leading to the walls, and making violent assaults. As for the tunnels, a blacksmith discovered them by the means of a bronze shield, and this is how he found them: carrying the shield around the inner side of the walls, he struck it against the ground of the city;

200.2. ἐνθαῦτα δὴ ἐπολιόρκεον τὴν Βάρκην ἐπὶ μῆνας ἐννέα, ὀρύσσοντες τε ὀρύγματα ὑπόγαια φέροντα ἐς τὸ τεῖχος καὶ προσβολὰς καρτερὰς ποιεύμενοι. τὰ μέν νυν ὀρύγματα ἀνὴρ χαλκεὺς ἀνεῦρε ἐπιχάλκῳ ἀσπίδι, ὧδε ἐπιφρασθείς· περιφέρων αὐτὴν ἐντὸς τοῦ τείχεος προσῖσχε πρὸς τὸ δάπεδον τῆς πόλιος.

200.3. all the other places which he struck returned a dull sound; but where there were tunnels, the bronze of the shield rang clear. Here the Barcaeans made a counter-tunnel and killed those Persians who were digging underground. Thus the tunnels were discovered, and the assaults were repelled by the townsfolk.

200.3. τὰ μὲν δὴ ἄλλα ἔσκε κωφὰ πρὸς τὰ προσῖσχε, κατὰ δὲ τὰ ὀρυσσόμενα ἠχέεσκε ὁ χαλκὸς τῆς ἀσπίδος. ἀντορύσσοντες δʼ ἂν ταύτῃ οἱ Βαρκαῖοι ἔκτεινον τῶν Περσέων τοὺς γεωρυχέοντας. τοῦτο μὲν δὴ οὕτω ἐξευρέθη, τὰς δὲ προσβολὰς ἀπεκρούοντο οἱ Βαρκαῖοι.

201.1. When much time had been spent and many on both sides (not less of the Persians than of their enemies) slain, Amasis the general of the foot soldiers devised a plot, knowing that Barce could not be taken by force but might be taken by guile: he dug by night a wide trench and laid frail planks across it, which he then covered over with a layer of earth level with the ground about it.

201.1. χρόνον δὲ δὴ πολλὸν τριβομένων καὶ πιπτόντων ἀμφοτέρων πολλῶν καὶ οὐκ ἧσσον τῶν Περσέων, Ἄμασις ὁ στρατηγὸς τοῦ πεζοῦ μηχανᾶται τοιάδε. μαθὼν τοὺς Βορκαίους ὡς κατὰ μὲν τὸ ἰσχυρὸν οὐκ αἱρετοὶ εἶεν, δόλῳ δὲ αἱρετοί, ποιέει τοιάδε· νυκτὸς τάφρην ὀρύξας εὐρέαν ἐπέτεινε ξύλα ἀσθενέα ὑπὲρ αὐτῆς, κατύπερθε δὲ ἐπιπολῆς τῶν ξύλων χοῦν γῆς ἐπεφόρησε ποιέων τῇ ἄλλῃ γῇ ἰσόπεδον.

201.2. Then when day came, he invited the Barcaeans to confer with him, and they readily consented; at last all agreed to conditions of peace. This was done thus: standing on the hidden trench, they gave and accepted a sworn assurance that their treaty would hold good while the ground where they stood was unchanged; the Barcaeans promised to pay a due sum to the king, and the Persians to do the Barcaeans no harm.

201.2. ἅμα ἡμέρῃ δὲ ἐς λόγους προεκαλέετο τοὺς Βαρκαίους· οἳ δὲ ἀσπαστῶς ὑπήκουσαν, ἐς ὅ σφι ἕαδε ὁμολογίῃ χρήσασθαι. τὴν δὲ ὁμολογίην ἐποιεῦντο τοιήνδε τινά, ἐπὶ τῆς κρυπτῆς τάφρου τάμνοντες ὅρκια, ἔστʼ ἂν ἡ γῆ αὕτη οὕτω ἔχῃ, μένειν τὸ ὅρκιον κατὰ χώρην, καὶ Βαρκαίους τε ὑποτελέειν φάναι ἀξίην βασιλέι καὶ Πέρσας μηδὲν ἄλλο νεοχμοῦν κατὰ Βαρκαίους.

201.3. When the sworn agreement was made, the townsfolk, trusting in it and opening all their gates, themselves came out of the city, and let all their enemies who so desired enter within the walls. But the Persians broke down the hidden bridge and ran into the city. They broke down the bridge that they had made, so that they might keep the oath which they had sworn to the Barcaeans: namely, that this treaty would hold good for as long as the ground remained as it was; but if they broke the bridge the treaty held good no longer.

201.3. μετὰ δὲ τὸ ὅρκιον Βαρκαῖοι μὲν πιστεύσαντες τούτοισι αὐτοί τε ἐξῄσαν ἐκ τοῦ ἄστεος καὶ τῶν πολεμίων ἔων παριέναι ἐς τὸ τεῖχος τὸν βουλόμενον, τὰς πάσας πύλας ἀνοίξαντες. οἱ δὲ Πέρσαι καταρρήξαντες τὴν κρυπτὴν γέφυραν ἔθεον ἔσω ἐς τὸ τεῖχος. κατέρρηξαν δὲ τοῦδε εἵνεκα τὴν ἐποίησαν γέφυραν, ἵνα ἐμπεδορκέοιεν, ταμόντες τοῖσι Βαρκαίοισι χρόνον μένειν αἰεὶ τὸ ὅρκιον ὅσον ἂν ἡ γῆ μένῃ κατὰ τότε εἶχε· καταρρήξασι δὲ οὐκέτι ἔμενε τὸ ὅρκιον κατὰ χώρην.

202.1. When they were delivered to her by the Persians, Pheretime took the most guilty of the Barcaeans and set them impaled around the top of the wall; the breasts of their women she cut off and planted around the wall in like manner.

202.1. τοὺς μέν νυν αἰτιωτάτους τῶν Βαρκαίων ἡ Φερετίμη, ἐπείτε οἱ ἐκ τῶν Περσέων παρεδόθησαν, ἀνεσκολόπισε κύκλῳ τοῦ τείχεος, τῶν δέ σφι γυναικῶν τοὺς μαζοὺς ἀποταμοῦσα περιέστιξε καὶ τούτοισι τὸ τεῖχος·

202.2. As for the rest of the Barcaeans, she told the Persians to take them as their booty, except those who were of the house of Battus and not accessory to the murder: to these she turned over the city.

202.2. τοὺς δὲ λοιποὺς τῶν Βαρκαίων ληίην ἐκέλευε θέσθαι τοὺς Πέρσας, πλὴν ὅσοι αὐτῶν ἦσαν Βαττιάδαι τε καὶ τοῦ φόνου οὐ μεταίτιοι· τούτοισι δὲ τὴν πόλιν ἐπέτρεψε ἡ Φερετίμη.

203.1. The Persians thus enslaved the rest of the Barcaeans, and went home. When they appeared before the city of Cyrene, the Cyrenaeans let them pass through their city, so that a certain oracle might be fulfilled.

203.1. τοὺς ὦν δὴ λοιποὺς τῶν Βαρκαίων οἱ Πέρσαι ἀνδραποδισάμενοι ἀπήισαν ὀπίσω· καὶ ἐπείτε ἐπὶ τῇ Κυρηναίων πόλι ἐπέστησαν, οἱ Κυρηναῖοι λόγιόν τι ἀποσιεύμενοι διεξῆκαν αὐτοὺς διὰ τοῦ ἄστεος.

203.2. As the army was passing through, Badres the admiral of the fleet was for taking the city, but Amasis the general of the land army would not consent, saying that he had been sent against Barce and no other Greek city; at last they passed through Cyrene and camped on the hill of Lycaean Zeus; there they regretted not having taken the city, and tried to enter it again, but the Cyrenaeans would not let them.

203.2. διεξιούσης δὲ τῆς στρατιῆς Βάδρης μὲν ὁ τοῦ ναυτικοῦ στρατοῦ στρατηγὸς ἐκέλευε αἱρέειν τὴν πόλιν, Ἄμασις δὲ ὁ τοῦ πεζοῦ οὐκ ἔα· ἐπὶ Βάρκην γὰρ ἀποσταλῆναι μούνην Ἑλληνίδα πόλιν· ἐς ὃ διεξελθοῦσι καὶ ἱζομένοισι ἐπὶ Διὸς Λυκαίου ὄχθον μετεμέλησέ σφι οὐ σχοῦσι τὴν Κυρήνην. καὶ ἐπειρῶντο τὸ δεύτερον παριέναι ἐς αὐτήν· οἱ δὲ Κυρηναῖοι οὐ περιώρων.

203.3. Then, although no one attacked them, panic seized the Persians, and they fled to a place seven miles distant and camped there; and while they were there, a messenger from Aryandes came to the camp asking them to return. The Persians asked and received from the Cyrenaeans provisions for their march, after which they left to go to Egypt;

203.3. τοῖσι δὲ Πέρσῃσι οὐδενὸς μαχομένου φόβος ἐνέπεσε, ἀποδραμόντες τε ὅσον τε ἑξήκοντα στάδια ἵζοντο· ἱδρυθέντι δὲ τῷ στρατοπέδῳ ταύτῃ ἦλθε παρὰ Ἀρυνάνδεω ἄγγελος ἀποκαλέων αὐτούς. οἱ δὲ Πέρσαι Κυρηναίων δεηθέντες ἐπόδιά σφι δοῦναι ἔτυχον, λαβόντες δὲ ταῦτα ἀπαλλάσσοντο ἐς τὴν Αἴγυπτον.

203.4. but then they fell into the hands of the Libyans, who killed the laggards and stragglers of the army for the sake of their garments and possessions; until at last they came to Egypt.

203.4. παραλαβόντες δὲ τὸ ἐνθεῦτεν αὐτοὺς Λίβυες τῆς τε ἐσθῆτος εἵνεκα καὶ τῆς σκευῆς τοὺς ὑπολειπομένους αὐτῶν καὶ ἐπελκομένους ἐφόνευον, ἐς ὃ ἐς τὴν Αἴγυπτον ἀπίκοντο.

204.1. This Persian force advanced as far as Euhesperidae in Libya and no farther. As for the Barcaeans whom they had taken for slaves, they carried them from Egypt into banishment and brought them to the king, and Darius gave them a town of Bactria to live in. They gave this town the name Barce, and it remained an inhabited place in Bactria until my own lifetime.

204.1. οὗτος ὁ Περσέων στρατὸς τῆς Λιβύης ἑκαστάτω ἐς Εὐεσπερίδας ἦλθε. τοὺς δὲ ἠνδραποδίσαντο τῶν Βαρκαίων, τούτους δὲ ἐκ τῆς Αἰγύπτου ἀνασπάστους ἐποίησαν παρὰ βασιλέα, βασιλεὺς δέ σφι Δαρεῖος ἔδωκε τῆς Βακτρίης χώρης κώμην ἐγκατοικῆσαι. οἳ δὲ τῇ κώμῃ ταύτῃ οὔνομα ἔθεντο Βάρκην, ἥ περ ἔτι καὶ ἐς ἐμὲ ἦν οἰκεομένη ἐν γῇ τῇ Βακτρίῃ.

205.1. But Pheretime did not end well, either. For as soon as she had revenged herself on the Barcaeans and returned to Egypt, she met an awful death. For while still alive she teemed with maggots: thus does over-brutal human revenge invite retribution from the gods. That of Pheretime, daughter of Battus, against the Barcaeans was revenge of this nature and this brutality.

205.1. οὐ μὲν οὐδὲ ἡ Φερετίμη εὖ τὴν ζόην κατέπλεξε. ὡς γὰρ δὴ τάχιστα ἐκ τῆς Λιβύης τισαμένη τοὺς Βαρκαίους ἀπενόστησε ἐς τὴν Αἴγυπτον, ἀπέθανε κακῶς· ζῶσα γὰρ εὐλέων ἐξέζεσε, ὡς ἄρα ἀνθρώποισι αἱ λίην ἰσχυραὶ τιμωρίαι πρὸς θεῶν ἐπίφθονοι γίνονται·ἐκ μὲν δὴ Φερετίμης τῆς Βάττου τοιαύτη τε καὶ τοσαύτη τιμωρίη ἐγένετο ἐς Βαρκαίους.