35.1. Aristagoras had no way of fulfilling his promise to Artaphrenes, and he was hard-pressed by demands for the costs of the force. Furthermore he feared what might come of the failure of the army and Megabates' displeasure against him. It was likely, he thought, that his lordship of Miletus would be taken away from him.
35.1. Ἀρισταγόρης δὲ οὐκ εἶχε τὴν ὑπόσχεσιν τῷ Ἀρταφρένεϊ ἐκτελέσαι· ἅμα δὲ ἐπίεζέ μιν ἡ δαπάνη τῆς στρατιῆς ἀπαιτεομένη, ἀρρώδεέ τε τοῦ στρατοῦ πρήξαντος κακῶς καὶ Μεγαβάτῃ διαβεβλημένος, ἐδόκεέ τε τὴν βασιληίην τῆς Μιλήτου ἀπαιρεθήσεσθαι.
35.2. With all these fears in his mind, he began to plan revolt, for it chanced that at that very time there came from Susa Histiaeus' messenger, the man with the marked head, signifying that Aristagoras should revolt from the king.
35.2. ἀρρωδέων δὲ τούτων ἕκαστα ἐβουλεύετο ἀπόστασιν· συνέπιπτε γὰρ καὶ τὸν ἐστιγμένον τὴν κεφαλὴν ἀπῖχθαι ἐκ Σούσων παρὰ Ἱστιαίου, σημαίνοντα ἀπίστασθαι Ἀρισταγόρην ἀπὸ βασιλέος.
35.3. Since Histiaeus desired to give word to Aristagoras that he should revolt and had no other safe way of doing so because the roads were guarded, he shaved and branded the head of his most trustworthy slave. He waited till the hair had grown again, and as soon as it was grown, he sent the man to Miletus with no other message except that when he came to Miletus he must bid Aristagoras shave his hair and examine his head. The writing branded on it signified revolt, as I have already said.
35.3. ὁ γὰρ Ἱστιαῖος βουλόμενος τῷ Ἀρισταγόρῃ σημῆναι ἀποστῆναι ἄλλως μὲν οὐδαμῶς εἶχε ἀσφαλέως σημῆναι ὥστε φυλασσομενέων τῶν ὁδῶν, ὁ δὲ τῶν δούλων τὸν πιστότατον ἀποξυρήσας τὴν κεφαλὴν ἔστιξε καὶ ἀνέμεινε ἀναφῦναι τὰς τρίχας, ὡς δὲ ἀνέφυσαν τάχιστα, ἀπέπεμπε ἐς Μίλητον ἐντειλάμενος αὐτῷ ἄλλο μὲν οὐδέν, ἐπεὰν δὲ ἀπίκηται ἐς Μίλητον, κελεύειν Ἀρισταγόρην ξυρήσαντά μιν τὰς τρίχας κατιδέσθαι ἐς τὴν κεφαλήν. τὰ δὲ στίγματα ἐσήμαινε, ὡς καὶ πρότερόν μοι εἴρηται, ἀπόστασιν.
35.4. This Histiaeus did because he greatly disliked his detention at Susa and fully expected to be sent away to the coast in the case that there should be a revolt. If, however, Miletus remained at peace, he calculated that he would never return there.
35.4. ταῦτα δὲ ὁ Ἱστιαῖος ἐποίεε συμφορὴν ποιεύμενος μεγάλην τὴν ἑωυτοῦ κατοχὴν τὴν ἐν Σούσοισι· ἀποστάσιος ὦν γινομένης πολλὰς εἶχε ἐλπίδας μετήσεσθαι ἐπὶ θάλασσαν, μὴ δὲ νεώτερόν τι ποιεύσης τῆς Μιλήτου οὐδαμὰ ἐς αὐτὴν ἥξειν ἔτι ἐλογίζετο.
36.1. With this intent, then, Histiaeus sent his messenger, and it chanced that all these things came upon Aristagoras at one and the same time. He accordingly took counsel with the members of his faction, stating his own opinion as well as the message which had come to him from Histiaeus.
36.1. Ἱστιαῖος μέν νυν ταῦτα διανοεύμενος ἀπέπεμπε τὸν ἄγγελον, Ἀρισταγόρῃ δὲ συνέπιπτε τοῦ αὐτοῦ χρόνου πάντα ταῦτα συνελθόντα. ἐβουλεύετο ὦν μετὰ τῶν στασιωτέων, ἐκφήνας τήν τε ἑωυτοῦ γνώμην καὶ τὰ παρὰ τοῦ Ἱστιαίου ἀπιγμένα.
36.2. All the rest spoke their minds to the same effect, favoring revolt, with the exception of Hecataeus the historian who, listing all the nations subject to Darius and all his power, advised them that they should not make war on the king of Persia. When, however, he failed to persuade them, he counselled them that their next best plan was to make themselves masters of the sea.
36.2. οἱ μὲν δὴ ἄλλοι πάντες γνώμην κατὰ τὠυτὸ ἐξεφέροντο, κελεύοντες ἀπίστασθαι· Ἑκαταῖος δʼ ὁ λογοποιὸς πρῶτα μὲν οὐκ ἔα πόλεμον βασιλέι τῶν Περσέων ἀναιρέεσθαι, καταλέγων τά τε ἔθνεα πάντα τῶν ἦρχε Δαρεῖος καὶ τὴν δύναμιν αὐτοῦ. ἐπείτε δὲ οὐκ ἔπειθε, δεύτερα συνεβούλευε ποιέειν ὅκως ναυκρατέες τῆς θαλάσσης ἔσονται.
36.3. This, he said, could only be accomplished in one way ( Miletus, he knew, was a city of no great wealth), namely if they took away from the temple at Branchidae the treasure which Croesus the Lydian had dedicated there. With this at their disposal, he fully expected them to gain the mastery of the sea. They would then have the use of that treasure and their enemies would not be able to plunder it.
36.3. ἄλλως μέν νυν οὐδαμῶς ἔφη λέγων ἐνορᾶν ἐσόμενον τοῦτο· ἐπίστασθαι γὰρ τὴν δύναμιν τῶν Μιλησίων ἐοῦσαν ἀσθενέα· εἰ δὲ τὰ χρήματα καταιρεθείη τὰ ἐκ τοῦ ἱροῦ τοῦ ἐν Βραγχίδῃσι, τὰ Κροῖσος ὁ Λυδὸς ἀνέθηκε, πολλὰς εἶχε ἐλπίδας ἐπικρατήσειν τῆς θαλάσσης, καὶ οὕτω αὐτούς τε ἕξειν τοῖσι χρήμασι χρᾶσθαι καὶ τοὺς πολεμίους οὐ συλήσειν αὐτά.
36.4. The treasure was very great, as I have shown in the beginning of my account. This plan was not approved, and they resolved that they would revolt. One out of their number was to sail to Myus, to the army which had left Naxos and was there, and attempt to seize the generals who were aboard the ships.
36.4. τὰ δὲ χρήματα ἦν ταῦτα μεγάλα, ὡς δεδήλωταί μοι ἐν τῷ πρώτῳ τῶν λόγων. αὕτη μὲν δὴ οὐκ ἐνίκα ἡ γνώμη, ἐδόκεε δὲ ὅμως ἀπίστασθαι, ἕνα τε αὐτῶν πλώσαντα ἐς Μυοῦντα ἐς τὸ στρατόπεδον τὸ ἀπὸ τῆς Νάξου ἀπελθόν, ἐὸν ἐνθαῦτα, συλλαμβάνειν πειρᾶσθαι τοὺς ἐπὶ τῶν νεῶν ἐπιπλέοντας στρατηγούς.
37.1. Iatragoras, who had been sent for this very purpose, craftily seized Oliatus of Mylasa son of Ibanollis; Histiaeus of Termera son of Tymnes; Coes son of Erxandrus, to whom Darius gave Mytilene; Aristagoras of Cyme, son of Heraclides; and many others besides. Then Aristagoras revolted openly, devising all he could to harm Darius.
37.1. ἀποπεμφθέντος δὲ Ἰητραγόρεω κατʼ αὐτὸ τοῦτο καὶ συλλαβόντος δόλῳ Ὀλίατον Ἰβανώλλιος Μυλασσέα καὶ Ἱστιαῖον Τύμνεω Τερμερέα καὶ Κώην Ἐρξάνδρου, τῷ Δαρεῖος Μυτιλήνην ἐδωρήσατο, καὶ Ἀρισταγόρην Ἡρακλείδεω Κυμαῖον καὶ ἄλλους συχνούς, οὕτω δὴ ἐκ τοῦ ἐμφανέος ὁ Ἀρισταγόρης ἀπεστήκεε, πᾶν ἐπὶ Δαρείῳ μηχανώμενος.
37.2. First he made pretence of giving up his tyranny and gave Miletus equality of government so that the Milesians might readily join in his revolt. Then he proceeded to do the same things in the rest of Ionia. Some of the tyrants he banished, and as for those tyrants whom he had taken out of the ships that sailed with him against Naxos, he handed them each over to their respective cities, which he wished to please.
37.2. καὶ πρῶτα μὲν λόγῳ μετεὶς τὴν τυραννίδα ἰσονομίην ἐποίεε τῇ Μιλήτῳ, ὡς ἂν ἑκόντες αὐτῷ οἱ Μιλήσιοι συναπισταίατο, μετὰ δὲ καὶ ἐν τῇ ἄλλῃ Ἰωνίῃ τὠυτὸ τοῦτο ἐποίεε, τοὺς μὲν ἐξελαύνων τῶν τυράννων, τοὺς δʼ ἔλαβε τυράννους ἀπὸ τῶν νεῶν τῶν συμπλευσασέων ἐπὶ Νάξον, τούτους δὲ φίλα βουλόμενος ποιέεσθαι τῇσι πόλισι ἐξεδίδου, ἄλλον ἐς ἄλλην πόλιν παραδιδούς, ὅθεν εἴη ἕκαστος.
38.1. Coes, when the Mytilenaeans received him, was taken out and stoned, but the Cymaeans, as well as most of the others, let their own man go.
38.1. Κώην μέν νυν Μυτιληναῖοι ἐπείτε τάχιστα παρέλαβον, ἐξαγαγόντες κατέλευσαν, Κυμαῖοι δὲ τὸν σφέτερον αὐτῶν ἀπῆκαν· ὣς δὲ καὶ ἄλλοι οἱ πλεῦνες ἀπίεσαν.
38.2. In this way, then, an end was made of tyrants in the cities. After doing away with the tyrants, Aristagoras of Miletus ordered all the peoples to set up governors in each city. Then he went on an embassy in a trireme to Lacedaemon, for it was necessary for him to find some strong ally.
38.2. τυράννων μέν νυν κατάπαυσις ἐγίνετο ἀνὰ τὰς πόλιας, Ἀρισταγόρης δὲ ὁ Μιλήσιος ὡς τοὺς τυράννους κατέπαυσε, στρατηγοὺς ἐν ἑκάστῃ τῶν πολίων κελεύσας ἑκάστους καταστῆσαι, δεύτερα αὐτὸς ἐς Λακεδαίμονα τριήρεϊ ἀπόστολος ἐγίνετο· ἔδεε γὰρ δὴ συμμαχίης τινός οἱ μεγάλης ἐξευρεθῆναι.
39.1. At Sparta, Anaxandrides the son of Leon, who had been king, was now no longer alive but was dead, and Cleomenes son of Anaxandrides held the royal power. This he had won not by manly merit but by right of birth. Anaxandrides had as his wife his own sister's daughter, and although he was content with her, no children were born to him.
39.1. τῆς δὲ Σπάρτης Ἀναξανδρίδης μὲν ὁ Λέοντος οὐκέτι περιεὼν ἐβασίλευε ἀλλὰ ἐτετελευτήκεε, Κλεομένης δὲ ὁ Ἀναξανδρίδεω εἶχε τὴν βασιληίην, οὐ κατʼ ἀνδραγαθίην σχὼν ἀλλὰ κατὰ γένος. Ἀναξανδρίδῃ γὰρ ἔχοντι γυναῖκα ἀδελφεῆς ἑωυτοῦ θυγατέρα, καὶ ἐούσης ταύτης οἱ καταθυμίης, παῖδες οὐκ ἐγίνοντο.
39.2. Since this was the case, the Ephors called him to them and said, “Even if you have no interest in caring for yourself, we cannot allow the house of Eurysthenes to perish. Therefore send away the wife that you have, seeing that she bears you no children, and wed another. If you do this, you will please the Spartans.” Anaxandrides, however, said in response that he would do neither of these things and that they were not giving him good advice in bidding him to get rid of his present wife, who was blameless, and to marry another.
39.2. τούτου δὲ τοιούτου ἐόντος, οἱ ἔφοροι εἶπαν ἐπικαλεσάμενοι αὐτὸν εἴ τοι σὺ σεωυτοῦ μὴ προορᾷς, ἀλλʼ ἡμῖν τοῦτʼ ἐστὶ οὐ περιοπτέον, γένος τὸ Εὐρυσθένεος γενέσθαι ἐξίτηλον. σύ νυν τὴν μὲν ἔχεις γυναῖκα, ἐπείτε τοι οὐ τίκτει, ἔξεο, ἄλλην δὲ γῆμον· καὶ ποιέων ταῦτα Σπαρτιήτῃσι ἁδήσεις. ὃ δʼ ἀμείβετο φὰς τούτων οὐδέτερα ποιήσειν, ἐκείνους τε οὐ καλῶς συμβουλεύειν παραινέοντας, τὴν ἔχει γυναῖκα ἐοῦσαν ἀναμάρτητον ἑωυτῷ, ταύτην ἀπέντα ἄλλην ἐσαγαγέσθαι· οὐδέ σφι πείσεσθαι.
40.1. Then the Ephors and Elders took counsel, and placed this proposal before Anaxandrides: “Since, as we see, you cling to the wife that you have, carry out our command, and do not hold out against it, bearing in mind that the Spartans will certainly find some other way of dealing with you.
40.1. πρὸς ταῦτα οἱ ἔφοροι καὶ οἱ γέροντες βουλευσάμενοι προσέφερον Ἀναξανδρίδῃ τάδε. ἐπεὶ τοίνυν τοι περιεχόμενόν σε ὁρῶμεν τῆς ἔχεις γυναικός, σὺ δὲ ταῦτα ποίεε, καὶ μὴ ἀντίβαινε τούτοισι, ἵνα μή τι ἀλλοῖον περὶ σεῦ Σπαρτιῆται βουλεύσωνται·
40.2. As for the wife that you have, we do not ask that you send her away. Keep providing her with all that you give her now and marry another woman in addition who can give you children.” So they spoke, and Anaxandrides consented. Presently he had two wives and kept two households, a thing which is not at all customary at Sparta.
40.2. γυναικὸς μὲν τῆς ἔχεις οὐ προσδεόμεθά σευ τῆς ἐξέσιος, σὺ δὲ ταύτῃ τε πάντα ὅσα νῦν παρέχεις πάρεχε καὶ ἄλλην πρὸς ταύτῃ ἐσάγαγε γυναῖκα τεκνοποιόν. ταῦτά κῃ λεγόντων συνεχώρησε ὁ Ἀναξανδρίδης, μετὰ δὲ γυναῖκας ἔχων δύο διξὰς ἱστίας οἴκεε, ποιέων οὐδαμῶς Σπαρτιητικά.
41.1. After no long time the second wife gave birth to Cleomenes. She, then, gave the Spartans an heir to the royal power, and as luck would have it, the first wife, who had been barren before, conceived at that very time.
41.1. χρόνου δὲ οὐ πολλοῦ διελθόντος ἡ ἐσύστερον ἐπελθοῦσα γυνὴ τίκτει τὸν δὴ Κλεομένεα τοῦτον. καὶ αὕτη τε ἔφεδρον βασιλέα Σπαρτιήτῃσι ἀπέφαινε, καὶ ἡ προτέρη γυνὴ τὸν πρότερον χρόνον ἄτοκος ἐοῦσα τότε κως ἐκύησε, συντυχίῃ ταύτῃ χρησαμένη.
41.2. When the friends of the new wife learned that the other woman was pregnant, they began to make trouble for her. They said that she was making an empty boast, so that she might substitute a child. The Ephors were angry, and when her time drew near, they sat around to watch her in childbirth because of their skepticism.
41.2. ἔχουσαν δὲ αὐτὴν ἀληθεῖ λόγῳ οἱ τῆς ἐπελθούσης γυναικὸς οἰκήιοι πυθόμενοι ὤχλεον, φάμενοι αὐτὴν κομπέειν ἄλλως βουλομένην ὑποβαλέσθαι. δεινὰ δὲ ποιεύντων αὐτῶν, τοῦ χρόνου συντάμνοντος, ὑπʼ ἀπιστίης οἱ ἔφοροι τίκτουσαν τὴν γυναῖκα περιιζόμενοι ἐφύλαξαν.
41.3. She gave birth first to Dorieus, then straightway to Leonidas, and right after him to Cleombrotus. Some, however, say that Cleombrotus and Leonidas were twins. As for the later wife, the mother of Cleomenes and the daughter of Prinetadas son of Demarmenus, she bore no more children.
41.3. ἣ δὲ ὡς ἔτεκε Δωριέα ἰθέως ἴσχει Λεωνίδην, καὶ μετὰ τοῦτον ἰθέως ἴσχει Κλεόμβροτον· οἳ δὲ καὶ διδύμους λέγουσι Κλεόμβροτον καὶ Λεωνίδην γενέσθαι. ἣ δὲ Κλεομένεα τεκοῦσα καὶ τὸ δεύτερον ἐπελθοῦσα γυνή, ἐοῦσα θυγάτηρ Πρινητάδεω τοῦ Δημαρμένου, οὐκέτι ἔτικτε τὸ δεύτερον.
42.1. Now Cleomenes, as the story goes, was not in his right mind and really quite mad, while Dorieus was first among all of his peers and fully believed that he would be made king for his manly worth.
42.1. ὁ μὲν δὴ Κλεομένης, ὡς λέγεται, ἦν τε οὐ φρενήρης ἀκρομανής τε, ὁ δὲ Δωριεὺς ἦν τῶν ἡλίκων πάντων πρῶτος, εὖ τε ἐπίστατο κατʼ ἀνδραγαθίην αὐτὸς σχήσων τὴν βασιληίην.
42.2. Since he was of this opinion, Dorieus was very angry when at Anaxandrides' death the Lacedaemonians followed their custom and made Cleomenes king by right of age. Since he would not tolerate being made subject to Cleomenes, he asked the Spartans for a group of people whom he took away as colonists. He neither inquired of the oracle at Delphi in what land he should establish his settlement, nor did anything else that was customary but set sail in great anger for Libya, with men of Thera to guide him.
42.2. ὥστε ὦν οὕτω φρονέων, ἐπειδὴ ὅ τε Ἀναξανδρίδης ἀπέθανε καὶ οἱ Λακεδαιμόνιοι χρεώμενοι τῷ νόμῳ ἐστήσαντο βασιλέα τὸν πρεσβύτατον Κλεομένεα, ὁ Δωριεὺς δεινόν τε ποιεύμενος καὶ οὐκ ἀξιῶν ὑπὸ Κλεομένεος βασιλεύεσθαι, αἰτήσας λεὼν Σπαρτιήτας ἦγε ἐς ἀποικίην, οὔτε τῷ ἐν Δελφοῖσι χρηστηρίῳ χρησάμενος ἐς ἥντινα γῆν κτίσων ἴῃ, οὔτε ποιήσας οὐδὲν τῶν νομιζομένων· οἷα δὲ βαρέως φέρων, ἀπίει ἐς τὴν Λιβύην τὰ πλοῖα· κατηγέοντο δέ οἱ ἄνδρες Θηραῖοι.
42.3. When he arrived there, he settled by the Cinyps river in the fairest part of Libya, but in the third year he was driven out by the Macae, the Libyans and the Carchedonians and returned to the Peloponnesus.
42.3. ἀπικόμενος δὲ ἐς Λιβύην οἴκισε χῶρον κάλλιστον τῶν Λιβύων παρὰ Κίνυπα ποταμόν. ἐξελασθεὶς δὲ ἐνθεῦτεν τρίτῳ ἔτεϊ ὑπὸ Μακέων τε Λιβύων καὶ Καρχηδονίων ἀπίκετο ἐς Πελοπόννησον.
43.1. There Antichares, a man of Eleon, advised him, on the basis of the oracles of Laius, to plant a colony at Heraclea in Sicily, for Heracles himself, said Antichares, had won all the region of Eryx, which accordingly belonged to his descendants. When Dorieus heard that, he went away to Delphi to enquire of the oracle if he should seize the place to which he was preparing to go. The priestess responded that it should be so, and he took with him the company that he had led to Libya and went to Italy.
43.1. ἐνθαῦτα δέ οἱ Ἀντιχάρης ἀνὴρ Ἐλεώνιος συνεβούλευσε ἐκ τῶν Λαΐου χρησμῶν Ἡρακλείην τὴν ἐν Σικελίῃ κτίζειν, φὰς τὴν Ἔρυκος χώρην πᾶσαν εἶναι Ἡρακλειδέων αὐτοῦ Ἡρακλέος κτησαμένου. ὁ δὲ ἀκούσας ταῦτα ἐς Δελφοὺς οἴχετο χρησόμενος τῷ χρηστηρίῳ, εἰ αἱρέει ἐπʼ ἣν στέλλεται χώρην· ἡ δὲ Πυθίη οἱ χρᾷ αἱρήσειν. παραλαβὼν δὲ Δωριεὺς τὸν στόλον τὸν καὶ ἐς Λιβύην ἦγε, ἐκομίζετο παρὰ τὴν Ἰταλίην.
44.1. Now at this time, as the Sybarites say, they and their king Telys were making ready to march against Croton, and the men of Croton, who were very much afraid, entreated Dorieus to come to their aid. Their request was granted, and Dorieus marched with them to Sybaris helping them to take it.
44.1. τὸν χρόνον δὲ τοῦτον, ὡς λέγουσι Συβαρῖται, σφέας τε αὐτοὺς καὶ Τῆλυν τὸν ἑωυτῶν βασιλέα ἐπὶ Κρότωνα μέλλειν στρατεύεσθαι, τοὺς δὲ Κροτωνιήτας περιδεέας γενομένους δεηθῆναι Δωριέος σφίσι τιμωρῆσαι καὶ τυχεῖν δεηθέντας· συστρατεύεσθαί τε δὴ ἐπὶ Σύβαριν Δωριέα καὶ συνελεῖν τὴν Σύβαριν.
44.2. This is the story which the Sybarites tell of Dorieus and his companions, but the Crotoniats say that they were aided by no stranger in their war with Sybaris with the exception of Callias, an Elean diviner of the Iamid clan. About him there was a story that he had fled to Croton from Telys, the tyrant of Sybaris, because as he was sacrificing for victory over Croton, he could obtain no favorable omens.
44.2. ταῦτα μέν νυν Συβαρῖται λέγουσι ποιῆσαι Δωριέα τε καὶ τοὺς μετʼ αὐτοῦ, Κροτωνιῆται δὲ οὐδένα σφίσι φασὶ ξεῖνον προσεπιλαβέσθαι τοῦ πρὸς Συβαρίτας πολέμου εἰ μὴ Καλλίην τῶν Ἰαμιδέων μάντιν Ἠλεῖον μοῦνον, καὶ τοῦτον τρόπῳ τοιῷδε· παρὰ Τήλυος τοῦ Συβαριτέων τυράννου ἀποδράντα ἀπικέσθαι παρὰ σφέας, ἐπείτε οἱ τὰ ἱρὰ οὐ προεχώρεε χρηστὰ θυομένῳ ἐπὶ Κρότωνα.
45.1. This is their tale, and both cities have proof of the truth of what they say. The Sybarites point to a precinct and a temple beside the dry bed of the Crathis, which, they say, Dorieus founded in honor of Athena of Crathis after he had helped to take their city. and find their strongest proof in his death. He perished through doing more than the oracle bade him, for if he had accomplished no more than that which he set out to do, he would have taken and held the Erycine region without bringing about the death of himself and his army.
45.1. ταῦτα δὲ οὗτοι λέγουσι. μαρτύρια δὲ τούτων ἑκάτεροι ἀποδεικνύουσι τάδε, Συβαρῖται μὲν τέμενός τε καὶ νηὸν ἐόντα παρὰ τὸν ξηρὸν Κρᾶθιν, τὸν ἱδρύσασθαι συνελόντα τὴν πόλιν Δωριέα λέγουσι Ἀθηναίῃ ἐπωνύμῳ Κραθίῃ· τοῦτο δὲ αὐτοῦ Δωριέος τὸν θάνατον μαρτύριον μέγιστον ποιεῦνται, ὅτι παρὰ τὰ μεμαντευμένα ποιέων διεφθάρη· εἰ γὰρ δὴ μὴ παρέπρηξε μηδέν, ἐπʼ ὁ δὲ ἐστάλη ἐποίεε, εἷλε ἂν τὴν Ἐρυκίνην χώρην καὶ ἑλὼν κατέσχε, οὐδʼ ἂν αὐτός τε καὶ ἡ στρατιὴ διεφθάρη.
45.2. The Crotoniats, on the other hand, show many plots of land which had been set apart for and given to Callias of Elis and on which Callias' posterity dwelt even to my time but show no gift to Dorieus and his descendants. They claim, however, that if Dorieus had aided them in their war with Sybaris, he would have received a reward many times greater than what was given to Callias. This, then is the evidence brought forward by each party, and each may side with that which seems to him to deserve more credence.
45.2. οἱ δʼ αὖ Κροτωνιῆται ἀποδεικνῦσι Καλλίῃ μὲν τῷ Ἠλείῳ ἐξαίρετα ἐν γῇ τῇ Κροτωνιήτιδι πολλὰ δοθέντα, τὰ καὶ ἐς ἐμὲ ἔτι ἐνέμοντο οἱ Καλλίεω ἀπόγονοι, Δωριέι δὲ καὶ τοῖσι Δωριέος ἀπογόνοισι οὐδέν. καίτοι εἰ συνεπελάβετό γε τοῦ Συβαριτικοῦ πολέμου Δωριεύς, δοθῆναι ἄν οἱ πολλαπλήσια ἢ Καλλίῃ. ταῦτα μέν νυν ἑκάτεροι αὐτῶν μαρτύρια ἀποφαίνονται, καὶ πάρεστι, ὁκοτέροισί τις πείθεται αὐτῶν, τούτοισι προσχωρέειν.
46.1. Other Spartans too sailed with Dorieus to found his colony, namely, Thessalus, Paraebates, Celees, and Euryleon. When these men had come to Sicily with all their company, they were all overcome and slain in battle by the Phoenicians and Egestans, all, that is, except Euryleon, who was the only settler that survived this disaster.
46.1. συνέπλεον δὲ Δωριέι καὶ ἄλλοι συγκτίσται Σπαρτιητέων, Θεσσαλὸς καὶ Παραιβάτης καὶ Κελέης καὶ Εὐρυλέων· οἳ ἐπείτε ἀπίκοντο παντὶ στόλῳ ἐς τὴν Σικελίην, ἀπέθανον μάχῃ ἑσσωθέντες ὑπό τε Φοινίκων καὶ Ἐγεσταίων· μοῦνος δὲ Εὐρυλέων τῶν συγκτιστέων περιεγένετο τούτου τοῦ πάθεος.
46.2. He mustered the remnant of his army and took Minoa, the colony from Selinus, and aided in freeing the people of Selinus from their monarch Pithagoras. After deposing this man, he himself attempted to become tyrant of Selinus but was monarch there for only a little while since the people of the place rose against him and slew him at the altar of Zeus of the marketplace, to which he had fled for refuge.
46.2. συλλαβὼν δὲ οὗτος τῆς στρατιῆς τοὺς περιγενομένους ἔσχε Μινώην τὴν Σελινουσίων ἀποικίην, καὶ συνελευθέρου Σελινουσίους τοῦ μουνάρχου Πειθαγόρεω· μετὰ δὲ ὡς τοῦτον κατεῖλε, αὐτὸς τυραννίδι ἐπεχείρησε Σελινοῦντος καὶ ἐμουνάρχησε χρόνον ἐπʼ ὀλίγον· οἱ γάρ μιν Σελινούσιοι ἐπαναστάντες ἀπέκτειναν καταφυγόντα ἐπὶ Διὸς ἀγοραίου βωμόν.
47.1. Philippus of Croton, son of Butacides, was among those who followed Dorieus and were slain with him. He had been betrothed to the daughter of Telys of Sybaris but was banished from Croton. Cheated out of his marriage, he sailed away to Cyrene, from where he set forth and followed Dorieus, bringing his own trireme and covering all expenses for his men. This Philippus was a victor at Olympia and the fairest Greek of his day.
47.1. συνέσπετο δὲ Δωριέι καὶ συναπέθανε Φίλιππος ὁ Βουτακίδεω Κροτωνιήτης ἀνήρ, ὃς ἁρμοσάμενος Τήλυος τοῦ Συβαρίτεω θυγατέρα ἔφυγε ἐκ Κρότωνος, ψευσθεὶς δὲ τοῦ γάμου οἴχετο πλέων ἐς Κυρήνην, ἐκ ταύτης δὲ ὁρμώμενος συνέσπετο οἰκηίῃ τε τριήρεϊ καὶ οἰκηίῃ ἀνδρῶν δαπάνῃ, ἐών τε Ὀλυμπιονίκης καὶ κάλλιστος Ἑλλήνων τῶν κατʼ ἑωυτόν.
47.2. For his physical beauty he received from the Egestans honors accorded to no one else. They built a hero's shrine by his grave and offer him sacrifices of propitiation.
47.2. διὰ δὲ τὸ ἑωυτοῦ κάλλος ἠνείκατο παρὰ Ἐγεσταίων τὰ οὐδεὶς ἄλλος· ἐπὶ γὰρ τοῦ τάφου αὐτοῦ ἡρώιον ἱδρυσάμενοι θυσίῃσι αὐτὸν ἱλάσκονται.
48.1. Such, then, was the manner of Dorieus' death. Had he endured Cleomenes' rule and stayed at Sparta he would have been king of Lacedaemon, for Cleomenes reigned no long time, and died leaving no son but one only daughter, whose name was Gorgo.
48.1. Δωριεὺς μέν νυν τρόπῳ τοιούτῳ ἐτελεύτησε· εἰ δὲ ἠνέσχετο βασιλευόμενος ὑπὸ Κλεομένεος καὶ κατέμενε ἐν Σπάρτῃ, ἐβασίλευσε ἂν Λακεδαίμονος· οὐ γάρ τινα πολλὸν χρόνον ἦρξε ὁ Κλεομένης, ἀλλʼ ἀπέθανε ἄπαις, θυγατέρα μούνην λιπών, τῇ οὔνομα ἦν Γοργώ.
49.1. It was in the reign of Cleomenes that Aristagoras the tyrant of Miletus came to Sparta. When he had an audience with the king, as the Lacedaemonians report, he brought with him a bronze tablet on which the map of all the earth was engraved, and all the sea and all the rivers.
49.1. ἀπικνέεται δὲ ὦν ὁ Ἀρισταγόρης ὁ Μιλήτου τύραννος ἐς τὴν Σπάρτην Κλεομένεος ἔχοντος τὴν ἀρχήν· τῷ δὴ ἐς λόγους ἤιε, ὡς Λακεδαιμόνιοι λέγουσι, ἔχων χάλκεον πίνακα ἐν τῷ γῆς ἁπάσης περίοδος ἐνετέτμητο καὶ θάλασσά τε πᾶσα καὶ ποταμοὶ πάντες.
49.2. Having been admitted to converse with Cleomenes, Aristagoras spoke thus to him: “Do not wonder, Cleomenes, that I have been so eager to come here, for our present situation is such that the sons of the Ionians are slaves and not free men, which is shameful and grievous particularly to ourselves but also, of all others, to you, inasmuch as you are the leaders of Hellas.
49.2. ἀπικνεόμενος δὲ ἐς λόγους ὁ Ἀρισταγόρης ἔλεγε πρὸς αὐτὸν τάδε. Κλεόμενες, σπουδὴν μὲν τὴν ἐμὴν μὴ θωμάσῃς τῆς ἐνθαῦτα ἀπίξιος· τὰ γὰρ κατήκοντα ἐστὶ τοιαῦτα· Ἰώνων παῖδας δούλους εἶναι ἀντʼ ἐλευθέρων ὄνειδος καὶ ἄλγος μέγιστον μὲν αὐτοῖσι ἡμῖν, ἔτι δὲ τῶν λοιπῶν ὑμῖν, ὅσῳ προέστατε τῆς Ἑλλάδος.
49.3. Now, therefore, we entreat you by the gods of Hellas to save your Ionian kinsmen from slavery. This is a thing which you can easily achieve, for the strangers are not valiant men while your valor in war is preeminent. As for their manner of fighting, they carry bows and short spears, and they go to battle with trousers on their legs and turbans on their heads.
49.3. νῦν ὦν πρὸς θεῶν τῶν Ἑλληνίων ῥύσασθε Ἴωνας ἐκ δουλοσύνης ἄνδρας ὁμαίμονας. εὐπετέως δὲ ὑμῖν ταῦτα οἷά τε χωρέειν ἐστί· οὔτε γὰρ οἱ βάρβαροι ἄλκιμοι εἰσί, ὑμεῖς τε τὰ ἐς τὸν πόλεμον ἐς τὰ μέγιστα ἀνήκετε ἀρετῆς πέρι, ἥ τε μάχη αὐτῶν ἐστὶ τοιήδε, τόξα καὶ αἰχμὴ βραχέα· ἀναξυρίδας δὲ ἔχοντες ἔρχονται ἐς τὰς μάχας καὶ κυρβασίας ἐπὶ τῇσι κεφαλῇσι.
49.4. Accordingly, they are easy to overcome. Furthermore, the inhabitants of that continent have more good things than all other men together, gold first but also silver, bronze, colored cloth, beasts of burden, and slaves. All this you can have to your heart's desire.
49.4. οὕτω εὐπετέες χειρωθῆναι εἰσί. ἔστι δὲ καὶ ἀγαθὰ τοῖσι τὴν ἤπειρον ἐκείνην νεμομένοισι ὅσα οὐδὲ τοῖσι συνάπασι ἄλλοισι, ἀπὸ χρυσοῦ ἀρξαμένοισι, ἄργυρος καὶ χαλκὸς καὶ ἐσθὴς ποικίλη καὶ ὑποζύγιά τε καὶ ἀνδράποδα· τὰ θυμῷ βουλόμενοι αὐτοὶ ἂν ἔχοιτε.
49.5. The lands in which they dwell lie next to each other, as I shall show: next to the Ionians are the Lydians, who inhabit a good land and have great store of silver.” (This he said pointing to the map of the earth which he had brought engraved on the tablet.) “Next to the Lydians,” said Aristagoras, “you see the Phrygians to the east, men that of all known to me are the richest in flocks and in the fruits of the earth.
49.5. κατοίκηνται δὲ ἀλλήλων ἐχόμενοι ὡς ἐγὼ φράσω, Ἰώνων μὲν τῶνδε οἵδε Λυδοί, οἰκέοντές τε χώρην ἀγαθὴν καὶ πολυαργυρώτατοι ἐόντες. δεικνὺς δὲ ἔλεγε ταῦτα ἐς τῆς γῆς τὴν περίοδον, τὴν ἐφέρετο ἐν τῷ πίνακι ἐντετμημένην. Λυδῶν δέ ἔφη λέγων ὁ Ἀρισταγόρης οἵδε ἔχονται Φρύγες οἱ πρὸς τὴν ἠῶ, πολυπροβατώτατοί τε ἐόντες πάντων τῶν ἐγὼ οἶδα καὶ πολυκαρπότατοι.
49.6. Close by them are the Cappadocians, whom we call Syrians, and their neighbors are the Cilicians, whose land reaches to the sea over there, in which you see the island of Cyprus lying. The yearly tribute which they pay to the king is five hundred talents. Next to the Cilicians, are the Armenians, another people rich in flocks, and after the Armenians, the Matieni, whose country I show you.
49.6. Φρυγῶν δὲ ἔχονται Καππαδόκαι, τοὺς ἡμεῖς Συρίους καλέομεν. τούτοισι δὲ πρόσουροι Κίλικες, κατήκοντες ἐπὶ θάλασσαν τήνδε, ἐν τῇ ἥδε Κύπρος νῆσος κέεται· οἳ πεντακόσια τάλαντα βασιλέι τὸν ἐπέτειον φόρον ἐπιτελεῦσι. Κιλίκων δὲ τῶνδε ἔχονται Ἀρμένιοι οἵδε, καὶ οὗτοι ἐόντες πολυπρόβατοι, Ἀρμενίων δὲ Ματιηνοὶ χώρην τήνδε ἔχοντες.
49.7. Adjoining these you see the Cissian land, in which, on the Choaspes, lies that Susa where the great king lives and where the storehouses of his wealth are located. Take that city, and you need not fear to challenge Zeus for riches.
49.7. ἔχεται δὲ τούτων γῆ ἥδε Κισσίη, ἐν τῇ δὴ παρὰ ποταμὸν τόνδε Χοάσπην κείμενα ἐστὶ τὰ Σοῦσα ταῦτα, ἔνθα βασιλεύς τε μέγας δίαιταν ποιέεται, καὶ τῶν χρημάτων οἱ θησαυροὶ ἐνθαῦτα εἰσί· ἑλόντες δὲ ταύτην τὴν πόλιν θαρσέοντες ἤδη τῷ Διὶ πλούτου πέρι ἐρίζετε.
49.8. You should suspend your war, then, for strips of land of no great worth—for that fight with with Messenians, who are matched in strength with you, and Arcadians and Argives, men who have nothing in the way of gold or silver (for which things many are spurred by zeal to fight and die). Yet when you can readily be masters of all Asia, will you refuse to attempt it?”
49.8. ἀλλὰ περὶ μὲν χώρης ἄρα οὐ πολλῆς οὐδὲ οὕτω χρηστῆς καὶ οὔρων σμικρῶν χρεόν ἐστι ὑμέας μάχας ἀναβάλλεσθαι πρός τε Μεσσηνίους ἐόντας ἰσοπαλέας καὶ Ἀρκάδας τε καὶ Ἀργείους, τοῖσι οὔτε χρυσοῦ ἐχόμενον ἐστι οὐδὲν οὔτε ἀργύρου, τῶν πέρι καί τινα ἐνάγει προθυμίη μαχόμενον ἀποθνήσκειν· παρέχον δὲ τῆς Ἀσίης πάσης ἄρχειν εὐπετέως, ἄλλο τι αἱρήσεσθε;
49.9. Thus spoke Aristagoras, and Cleomenes replied: “Milesian, my guest, wait till the third day for my answer.”
49.9. Ἀρισταγόρης μὲν ταῦτα ἔλεξε, Κλεομένης δὲ ἀμείβετο τοῖσιδε. ὦ ξεῖνε Μιλήσιε, ἀναβάλλομαί τοι ἐς τρίτην ἡμέρην ὑποκρινέεσθαι.
50.1. At that time, then, they got so far. When, on the day appointed for the answer, they came to the place upon which they had agreed, Cleomenes asked Aristagoras how many days' journey it was from the Ionian sea to the king.
50.1. τότε μὲν ἐς τοσοῦτον ἤλασαν· ἐπείτε δὲ ἡ κυρίη ἡμέρη ἐγένετο τῆς ὑποκρίσιος καὶ ἦλθον ἐς τὸ συγκείμενον, εἴρετο ὁ Κλεομένης τὸν Ἀρισταγόρην ὁκοσέων ἡμερέων ἀπὸ θαλάσσης τῆς Ἰώνων ὁδὸς εἴη παρὰ βασιλέα.
50.2. Till now, Aristagoras had been cunning and fooled the Spartan well, but here he made a false step. If he desired to take the Spartans away into Asia he should never have told the truth, but he did tell it, and said that it was a three months' journey inland.
50.2. ὁ δὲ Ἀρισταγόρης τἆλλα ἐὼν σοφὸς καὶ διαβάλλων ἐκεῖνον εὖ ἐν τούτῳ ἐσφάλη· χρὲον γάρ μιν μὴ λέγειν τὸ ἐόν, βουλόμενόν γε Σπαρτιήτας ἐξαγαγεῖν ἐς τὴν Ἀσίην, λέγει δʼ ὦν τριῶν μηνῶν φὰς εἶναι τὴν ἄνοδον. ὁ δὲ ὑπαρπάσας τὸν ἐπίλοιπον λόγον τὸν ὁ Ἀρισταγόρης ὥρμητο λέγειν περὶ τῆς ὁδοῦ, εἶπε ὦ ξεῖνε Μιλήσιε, ἀπαλλάσσεο ἐκ Σπάρτης πρὸ δύντος ἡλίου·
50.3. At that, Cleomenes cut short Aristagoras' account of the prospective journey. He then bade his Milesian guest depart from Sparta before sunset, for never, he said, would the Lacedaemonians listen to the plan, if Aristagoras desired to lead them a three months' journey from the sea. Cleomenes went to his house after this exchange, but Aristagoras took a suppliant's garb and followed him there. Upon entering, he used a suppliant's right to beg Cleomenes to listen to him. He first asked Cleomenes to send away the child, his daughter Gorgo, who was standing by him. She was his only child, and was about eight or nine years of age. Cleomenes bade him say whatever he wanted and not let the child's presence hinder him.
50.3. οὐδένα γὰρ λόγον εὐεπέα λέγεις Λακεδαιμονίοισι, ἐθέλων σφέας ἀπὸ θαλάσσης τριῶν μηνῶν ὁδὸν ἀγαγεῖν. ὁ μὲν Κλεομένης ταῦτα εἴπας ἤιε ἐς τὰ οἰκία, ὁ δὲ Ἀρισταγόρης λαβὼν ἱκετηρίην ἤιε ἐς τοῦ Κλεομένεος, ἐσελθὼν δὲ ἔσω ἅτε ἱκετεύων ἐπακοῦσαι ἐκέλευε τὸν Κλεομένεα ἀποπέμψαντα τὸ παιδίον· προσεστήκεε γὰρ δὴ τῷ Κλεομένεϊ ἡ θυγάτηρ, τῇ οὔνομα ἦν Γοργώ· τοῦτο δέ οἱ καὶ μοῦνον τέκνον ἐτύγχανε ἐὸν ἐτέων ὀκτὼ ἢ ἐννέα ἡλικίην. Κλεομένης δὲ λέγειν μιν ἐκέλευε τὰ βούλεται μηδὲ ἐπισχεῖν τοῦ παιδίου εἵνεκα.
51.2. Then Aristagoras began to promise Cleomenes from ten talents upwards, if he would grant his request. When Cleomenes refused, Aristagoras offered him ever more and more. When he finally promised fifty talents the child cried out, “Father, the stranger will corrupt you, unless you leave him and go away.”
51.2. ἐνθαῦτα δὴ ὁ Ἀρισταγόρης ἄρχετο ἐκ δέκα ταλάντων ὑπισχνεόμενος, ἤν οἱ ἐπιτελέσῃ τῶν ἐδέετο. ἀνανεύοντος δὲ τοῦ Κλεομένεος προέβαινε τοῖσι χρήμασι ὑπερβάλλων ὁ Ἀρισταγόρης, ἐς οὗ πεντήκοντά τε τάλαντα ὑπεδέδεκτο καὶ τὸ παιδίον ηὐδάξατο πάτερ, διαφθερέει σε ὁ ξεῖνος, ἢν μὴ ἀποστὰς ἴῃς.
51.3. Cleomenes was pleased with the child's counsel and went into another room while Aristagoras departed from Sparta, finding no further occasion for telling of the journey inland to the king's palace.
51.3. ὅ τε δὴ Κλεομένης ἡσθεὶς τοῦ παιδίου τῇ παραινέσι ἤιε ἐς ἕτερον οἴκημα, καὶ ὁ Ἀρισταγόρης ἀπαλλάσσετο τὸ παράπαν ἐκ τῆς Σπάρτης, οὐδέ οἱ ἐξεγένετο ἐπὶ πλέον ἔτι σημῆναι περὶ τῆς ἀνόδου τῆς παρὰ βασιλέα.
52.1. Now the nature of this road is as I will show. All along it are the king's road stations and very good resting places, and the whole of it passes through country that is inhabited and safe. Its course through Lydia and Phrygia is of the length of twenty stages, and ninety-four and a half parasangs.
52.1. ἔχει γὰρ ἀμφὶ τῇ ὁδῷ ταύτῃ ὧδε· σταθμοί τε πανταχῇ εἰσι βασιλήιοι καὶ καταλύσιες κάλλισται, διὰ οἰκεομένης τε ἡ ὁδὸς ἅπασα καὶ ἀσφαλέος. διὰ μέν γε Λυδίης καὶ Φρυγίης σταθμοὶ τείνοντες εἴκοσι εἰσί, παρασάγγαι δὲ τέσσερες καὶ ἐνενήκοντα καὶ ἥμισυ.
52.2. Next after Phrygia it comes to the river Halys, where there is both a defile which must be passed before the river can be crossed and a great fortress to guard it. After the passage into Cappadocia, the road in that land as far as the borders of Cilicia is of twenty-eight stages and one hundred and four parasangs. On this frontier you must ride through two defiles and pass two fortresses.
52.2. ἐκδέκεται δὲ ἐκ τῆς Φρυγίης ὁ Ἅλυς ποταμός, ἐπʼ ᾧ πύλαι τε ἔπεισι, τὰς διεξελάσαι πᾶσα ἀνάγκη καὶ οὕτω διεκπερᾶν τὸν ποταμόν, καὶ φυλακτήριον μέγα ἐπʼ αὐτῷ. διαβάντι δὲ ἐς τὴν Καππαδοκίην καὶ ταύτῃ πορευομένῳ μέχρι οὔρων τῶν Κιλικίων σταθμοὶ δυῶν δέοντες εἰσὶ τριήκοντα, παρασάγγαι δὲ τέσσερες καὶ ἑκατόν. ἐπὶ δὲ τοῖσι τούτων οὔροισι διξάς τε πύλας διεξελᾷς καὶ διξὰ φυλακτήρια παραμείψεαι.
52.3. Ride past these, and you will have a journey through Cilica of three stages and fifteen and a half parasangs. The boundary of Cilicia and Armenia is a navigable river, the name of which is the Euphrates. In Armenia there are fifteen resting-stages and fifty-six and a half parasangs. Here too there is a fortress. From Armenia the road enters the Matienian land, in which there are thirty-four stages and one hundred and thirty-seven parasangs.
52.3. ταῦτα δὲ διεξελάσαντι καὶ διὰ τῆς Κιλικίης ὁδὸν ποιευμένῳ τρεῖς εἱσι σταθμοί, παρασάγγαι δὲ πεντεκαίδεκα καὶ ἥμισυ. οὖρος δὲ Κιλικίης καὶ τῆς Ἀρμενίης ἐστὶ ποταμὸς νηυσιπέρητος, τῷ οὔνομα Εὐφρήτης. ἐν δὲ τῇ Ἀρμενίῃ σταθμοὶ μὲν εἰσὶ καταγωγέων πεντεκαίδεκα, παρασάγγαι δὲ ἓξ καὶ πεντήκοντα καὶ ἥμισυ, καὶ φυλακτήριον ἐν αὐτοῖσι.
52.4. Through this land flow four navigable rivers which must be passed by ferries, first the Tigris, then a second and a third of the same name, yet not the same stream nor flowing from the same source. The first-mentioned of them flows from the Armenians and the second from the Matieni.
52.4. ἐκ δὲ ταύτης τῆς Ἀρμενίης ἐς βάλλοντι ἐς τὴν Ματιηνὴν γῆν σταθμοί εἰσι τέσσερες καὶ τριήκοντα, παρασάγγαι δὲ ἑπτὰ καὶ τριήκοντα καὶ ἑκατόν. ποταμοὶ δὲ νηυσιπέρητοι τέσσερες διὰ ταύτης ῥέουσι, τοὺς πᾶσα ἀνάγκη διαπορθμεῦσαι ἐστί, πρῶτος μὲν Τίγρης, μετὰ δὲ δεύτερός τε καὶ τρίτος ὡυτὸς ὀνομαζόμενος, οὐκ ὡυτὸς ἐὼν ποταμὸς οὐδὲ ἐκ τοῦ αὐτοῦ ῥέων· ὁ μὲν γὰρ πρότερον αὐτῶν καταλεχθεὶς ἐξ Ἀρμενίων ῥέει, ὁ δʼ ὕστερον ἐκ Ματιηνῶν·
52.5. The fourth river is called Gyndes, that Gyndes which Cyrus parted once into three hundred and sixty channels.
52.5. ὁ δὲ τέταρτος τῶν ποταμῶν οὔνομα ἔχει Γύνδης, τὸν Κῦρος διέλαβε κοτὲ ἐς διώρυχας ἑξήκοντα καὶ τριηκοσίας.
52.6. When this country is passed, the road is in the Cissian land, where there are eleven stages and forty-two and a half parasangs, as far as yet another navigable river, the Choaspes, on the banks of which stands the city of Susa.
52.6. ἐκ δὲ ταύτης ἐς τὴν Κισσίην χώρην μεταβαίνοντι ἕνδεκα σταθμοί, παρασάγγαι δὲ δύο καὶ τεσσεράκοντα καὶ ἥμισυ ἐστὶ ἐπὶ ποταμὸν Χοάσπην, ἐόντα καὶ τοῦτον νηυσιπέρητον· ἐπʼ ᾧ Σοῦσα πόλις πεπόλισται.
53.1. Thus the sum total of stages is one hundred and eleven. So many resting-stages, then, are there in the journey up from Sardis to Susa. If I have accurately counted the parasangs of the royal road, and the parasang is of thirty furlongs' length, which assuredly it is, then between Sardis and the king's abode called Memnonian there are thirteen thousand and five hundred furlongs, the number of parasangs being four hundred and fifty. If each day's journey is one hundred and fifty furlongs, then the sum of days spent is ninety, neither more nor less.
53.1. οὗτοι οἱ πάντες σταθμοί εἰσι ἕνδεκα καὶ ἑκατόν. καταγωγαὶ μέν νυν σταθμῶν τοσαῦται εἰσὶ ἐκ Σαρδίων ἐς Σοῦσα ἀναβαίνοντι. εἰ δὲ ὀρθῶς μεμέτρηται ἡ ὁδὸς ἡ βασιληίη τοῖσι παρασάγγῃσι καὶ ὁ παρασάγγης δύναται τριήκοντα στάδια, ὥσπερ οὗτός γε δύναται ταῦτα, ἐκ Σαρδίων στάδια ἐστὶ ἐς τὰ βασιλήια τὰ Μεμνόνια καλεόμενα πεντακόσια καὶ τρισχίλια καὶ μύρια, παρασαγγέων ἐόντων πεντήκοντα καὶ τετρακοσίων. πεντήκοντα δὲ καὶ ἑκατὸν στάδια ἐπʼ ἡμέρῃ ἑκάστῃ διεξιοῦσι ἀναισιμοῦνται ἡμέραι ἀπαρτὶ ἐνενήκοντα.
54.1. Aristagoras of Miletus accordingly spoke the truth to Cleomenes the Lacedaemonian when he said that the journey inland was three months long. If anyone should desire a more exact measurement, I will give him that too, for the journey from Ephesus to Sardis must be added to the rest.
54.1. οὕτω τῷ Μιλησίῳ Ἀρισταγόρῃ εἴπαντι πρὸς Κλεομένεα τὸν Λακεδαιμόνιον εἶναι τριῶν μηνῶν τὴν ἄνοδον τὴν παρὰ βασιλέα ὀρθῶς εἴρητο. εἰ δέ τις τὸ ἀτρεκέστερον τούτων ἔτι δίζηται, ἐγὼ καὶ τοῦτο σημανέω· τὴν γὰρ ἐξ Ἐφέσου ἐς Σάρδις ὁδὸν δεῖ προσλογίσασθαι ταύτῃ.
54.2. So, then, from the Greek sea to Susa, which is the city called Memnonian, it is a journey of fourteen thousand and forty stages, for there are five hundred and forty furlongs from Ephesus to Sardis. The three months' journey is accordingly made longer by three days.
54.2. καὶ δὴ λέγω σταδίους εἶναι τοὺς πάντας ἀπὸ θαλάσσης τῆς Ἑλληνικῆς μέχρι Σούσων (τοῦτο γὰρ Μεμνόνειον ἄστυ καλέεται), τεσσεράκοντα καὶ τετρακισχιλίους καὶ μυρίους· οἱ γὰρ ἐξ Ἑφέσου ἐς Σάρδις εἰσὶ τεσσεράκοντα καὶ πεντακόσιοι στάδιοι, καὶ οὕτω τρισὶ ἡμέρῃσι μηκύνεται ἡ τρίμηνος ὁδός.
55.1. When he was forced to leave Sparta, Aristagoras went to Athens, which had been freed from its ruling tyrants in the manner that I will show. First Hipparchus, son of Pisistratus and brother of the tyrant Hippias, had been slain by Aristogiton and Harmodius, men of Gephyraean descent. This was in fact an evil of which he had received a premonition in a dream. After this the Athenians were subject for four years to a tyranny not less but even more absolute than before.
55.1. ἀπελαυνόμενος δὲ ὁ Ἀρισταγόρης ἐκ τῆς Σπάρτης ἤιε ἐς τὰς Ἀθήνας γενομένας τυράννων ὧδε ἐλευθέρας. ἐπεὶ Ἵππαρχον τὸν Πεισιστράτου, Ἱππίεω δὲ τοῦ τυράννου ἀδελφεόν, ἰδόντα ὄψιν ἐνυπνίου τῷ ἑωυτοῦ πάθεϊ ἐναργεστάτην κτείνουσι Ἀριστογείτων καὶ Ἁρμόδιος, γένος ἐόντες τὰ ἀνέκαθεν Γεφυραῖοι, μετὰ ταῦτα ἐτυραννεύοντο Ἀθηναῖοι ἐπʼ ἔτεα τέσσερα οὐδὲν ἧσσον ἀλλὰ καὶ μᾶλλον ἢ πρὸ τοῦ.
56.1. Now this was the vision which Hipparchus saw in a dream: in the night before the Panathenaea he thought that a tall and handsome man stood over him uttering these riddling verses:O lion, endure the unendurable with a lion's heart.No man on earth does wrong without paying the penalty.
56.1. ἡ μέν νυν ὄψις τοῦ Ἱππάρχου ἐνυπνίου ἦν ἥδε· ἐν τῇ προτέρῃ νυκτὶ τῶν Παναθηναίων ἐδόκεε ὁ Ἵππαρχος ἄνδρα οἱ ἐπιστάντα μέγαν καὶ εὐειδέα αἰνίσσεσθαι τάδε τὰ ἔπεα.τλῆθι λέων ἄτλητα παθὼν τετληότι θυμῷ·οὐδεὶς ἀνθρώπων ἀδικῶν τίσιν οὐκ ἀποτίσει.
56.2. As soon as it was day, he imparted this to the interpreters of dreams, and presently putting the vision from his mind, he led the procession in which he met his death.
56.2. ταῦτα δέ, ὡς ἡμέρη ἐγένετο τάχιστα, φανερὸς ἦν ὑπερτιθέμενος ὀνειροπόλοισι· μετὰ δὲ ἀπειπάμενος τὴν ὄψιν ἔπεμπε τὴν πομπήν, ἐν τῇ δὴ τελευτᾷ.
57.1. Now the Gephyraean clan, of which the slayers of Hipparchus were members, claim to have come at first from Eretria, but my own enquiry shows that they were among the Phoenicians who came with Cadmus to the country now called Boeotia. In that country the lands of Tanagra were allotted to them, and this is where they settled.
57.1. οἱ δὲ Γεφυραῖοι, τῶν ἦσαν οἱ φονέες οἱ Ἱππάρχου, ὡς μὲν αὐτοὶ λέγουσι, ἐγεγόνεσαν ἐξ Ἐρετρίης τὴν ἀρχήν, ὡς δὲ ἐγὼ ἀναπυνθανόμενος εὑρίσκω, ἦσαν Φοίνικες τῶν σὺν Κάδμῳ ἀπικομένων Φοινίκων ἐς γῆν τὴν νῦν Βοιωτίην καλεομένην, οἴκεον δὲ τῆς χώρης ταύτης ἀπολαχόντες τὴν Ταναγρικὴν μοῖραν.
57.2. The Cadmeans had first been expelled from there by the Argives, and these Gephyraeans were forced to go to Athens after being expelled in turn by the Boeotians. The Athenians received them as citizens of their own on set terms, debarring them from many practices not deserving of mention here.
57.2. ἐνθεῦτεν δὲ Καδμείων πρότερον ἐξαναστάντων ὑπʼ Ἀργείων, οἱ Γεφυραῖοι οὗτοι δεύτερα ὑπὸ Βοιωτῶν ἐξαναστάντες ἐτράποντο ἐπʼ Ἀθηνέων. Ἀθηναῖοι δὲ σφέας ἐπὶ ῥητοῖσι ἐδέξαντο σφέων αὐτῶν εἶναι πολιήτας, πολλῶν τεῶν καὶ οὐκ ἀξιαπηγήτων ἐπιτάξαντες ἔργεσθαι.
58.1. These Phoenicians who came with Cadmus and of whom the Gephyraeans were a part brought with them to Hellas, among many other kinds of learning, the alphabet, which had been unknown before this, I think, to the Greeks. As time went on the sound and the form of the letters were changed.
58.1. οἱ δὲ Φοίνικες οὗτοι οἱ σὺν Κάδμῳ ἀπικόμενοι, τῶν ἦσαν οἱ Γεφυραῖοι, ἄλλα τε πολλὰ οἰκήσαντες ταύτην τὴν χώρην ἐσήγαγον διδασκάλια ἐς τοὺς Ἕλληνας καὶ δὴ καὶ γράμματα, οὐκ ἐόντα πρὶν Ἕλλησι ὡς ἐμοὶ δοκέειν, πρῶτα μὲν τοῖσι καὶ ἅπαντες χρέωνται Φοίνικες· μετὰ δὲ χρόνου προβαίνοντος ἅμα τῇ φωνῇ μετέβαλλον καὶ τὸν ῥυθμὸν τῶν γραμμάτων.
58.2. At this time the Greeks who were settled around them were for the most part Ionians, and after being taught the letters by the Phoenicians, they used them with a few changes of form. In so doing, they gave to these characters the name of Phoenician, as was quite fair seeing that the Phoenicians had brought them into Greece.
58.2. περιοίκεον δὲ σφέας τὰ πολλὰ τῶν χώρων τοῦτον τὸν χρόνον Ἑλλήνων Ἴωνες, οἳ παραλαβόντες διδαχῇ παρὰ τῶν Φοινίκων τὰ γράμματα, μεταρρυθμίσαντες σφέων ὀλίγα ἐχρέωντο, χρεώμενοι δὲ ἐφάτισαν, ὥσπερ καὶ τὸ δίκαιον ἔφερε, ἐσαγαγόντων Φοινίκων ἐς τὴν Ἑλλάδα, Φοινικήια κεκλῆσθαι.
58.3. The Ionians have also from ancient times called sheets of papyrus skins, since they formerly used the skins of sheep and goats due to the lack of papyrus. Even to this day there are many foreigners who write on such skins.
58.3. καὶ τὰς βύβλους διφθέρας καλέουσι ἀπὸ τοῦ παλαιοῦ οἱ Ἴωνες, ὅτι κοτὲ ἐν σπάνι βύβλων ἐχρέωντο διφθέρῃσι αἰγέῃσί τε καὶ οἰέῃσι· ἔτι δὲ καὶ τὸ κατʼ ἐμὲ πολλοὶ τῶν βαρβάρων ἐς τοιαύτας διφθέρας γράφουσι.
59.1. I have myself seen Cadmean writing in the temple of Ismenian Apollo at Thebes of Boeotia engraved on certain tripods and for the most part looking like Ionian letters. On one of the tripods there is this inscription:Amphitryon dedicated me from the spoils of Teleboae.This would date from about the time of Laius the son of Labdacus, grandson of Polydorus and great-grandson of Cadmus.
59.1. εἶδον δὲ καὶ αὐτὸς Καδμήια γράμματα ἐν τῷ ἱρῷ τοῦ Ἀπόλλωνος τοῦ Ἰσμηνίου ἐν Θήβῃσι τῇσι Βοιωτῶν, ἐπὶ τρίποσι τισὶ ἐγκεκολαμμένα, τὰ πολλὰ ὅμοια ἐόντα τοῖσι Ἰωνικοῖσι. ὁ μὲν δὴ εἷς τῶν τριπόδων ἐπίγραμμα ἔχειἀμφιτρύων μʼ ἀνέθηκʼ ἐνάρων ἀπὸ Τηλεβοάων.ταῦτα ἡλικίην εἴη ἂν κατὰ Λάιον τὸν Λαβδάκου τοῦ Πολυδώρου τοῦ Κάδμου.
60.1. A second tripod says, in hexameter verse:Scaeus the boxer, victorious in the contest,Gave me to Apollo, the archer god, a lovely offering.Scaeus the son of Hippocoon, if he is indeed the dedicator and not another of the same name, would have lived at the time of Oedipus son of Laius.
60.1. ἕτερος δὲ τρίπους ἐν ἑξαμέτρῳ τόνῳ λέγειΣκαῖος πυγμαχέων με ἑκηβόλῳ Ἀπόλλωνινικήσας ἀνέθηκε τεῒν περικαλλὲς ἄγαλμα.Σκαῖος δʼ ἂν εἴη ὁ Ἱπποκόωντος, εἰ δὴ οὗτός γε ἐστὶ ὁ ἀναθεὶς καὶ μὴ ἄλλος τὠυτὸ οὔνομα ἔχων τῷ Ἱπποκόωντος, ἡλικίην κατὰ Οἰδίπουν τὸν Λαΐου.
61.1. The third tripod says, in hexameter verse again:Laodamas, while he reigned, dedicated this cauldronTo Apollo, the sure of aim, as a lovely offering.
61.1. τρίτος δὲ τρίπους λέγει καὶ οὗτος ἐν ἑξαμέτρῳΛαοδάμας τρίποδʼ αὐτὸς ἐυσκόπῳ Ἀπόλλωνιμουναρχέων ἀνέθηκε τεῒν περικαλλὲς ἄγαλμα.
61.2. During the rule of this Laodamas son of Eteocles, the Cadmeans were expelled by the Argives and went away to the Encheleis. The Gephyraeans were left behind but were later compelled by the Boeotians to withdraw to Athens. They have certain set forms of worship at Athens in which the rest of the Athenians take no part, particularly the rites and mysteries of Achaean Demeter.
61.2. ἐπὶ τούτου δὴ τοῦ Λαοδάμαντος τοῦ Ἐτεοκλέος μουναρχέοντος ἐξανιστέαται Καδμεῖοι ὑπʼ Ἀργείων καὶ τρέπονται ἐς τοὺς Ἐγχελέας. οἱ δὲ Γεφυραῖοι ὑπολειφθέντες ὕστερον ὑπὸ Βοιωτῶν ἀναχωρέουσι ἐς Ἀθήνας· καί σφι ἱρά ἐστι ἐν Ἀθήνῃσι ἱδρυμένα, τῶν οὐδὲν μέτα τοῖσι λοιποῖσι Ἀθηναίοισι, ἄλλα τε κεχωρισμένα τῶν ἄλλων ἱρῶν καὶ δὴ καὶ Ἀχαιίης Δήμητρος ἱρόν τε καὶ ὄργια.
62.1. I have told both of the vision of Hipparchus' dream and of the first origin of the Gephyreans, to whom the slayers of Hipparchus belonged. Now I must go further and return to the story which I began to tell, namely how the Athenians were freed from their tyrants.
62.1. ἡ μὲν δὴ ὄψις τοῦ Ἱππάρχου ἐνυπνίου καὶ οἱ Γεφυραῖοι ὅθεν ἐγεγόνεσαν, τῶν ἦσαν οἱ Ἱππάρχου φονέες, ἀπήγηταί μοι· δεῖ δὲ πρὸς τούτοισι ἔτι ἀναλαβεῖν τὸν κατʼ ἀρχὰς ἤια λέξων λόγον, ὡς τυράννων ἐλευθερώθησαν Ἀθηναῖοι.
62.2. Hippias, their tyrant, was growing ever more bitter in enmity against the Athenians because of Hipparchus' death, and the Alcmeonidae, a family of Athenian stock banished by the sons of Pisistratus, attempted with the rest of the exiled Athenians to make their way back by force and free Athens. They were not successful in their return and suffered instead a great reverse. After fortifying Lipsydrium north of Paeonia, they, in their desire to use all devices against the sons of Pisistratus, hired themselves to the Amphictyons for the building of the temple at Delphi which exists now but was not there yet then.
62.2. Ἱππίεω τυραννεύοντος καὶ ἐμπικραινομένου Ἀθηναίοισι διὰ τὸν Ἱππάρχου θάνατον, Ἀλκμεωνίδαι γένος ἐόντες Ἀθηναῖοι καὶ φεύγοντες Πεισιστρατίδας, ἐπείτε σφι ἅμα τοῖσι ἄλλοισι Ἀθηναίων φυγάσι πειρωμένοισι κατὰ τὸ ἰσχυρὸν οὐ προεχώρεε κάτοδος, ἀλλὰ προσέπταιον μεγάλως πειρώμενοι κατιέναι τε καὶ ἐλευθεροῦν τὰς Ἀθήνας, Λειψύδριον τὸ ὑπὲρ Παιονίης τειχίσαντες, ἐνθαῦτα οἱ Ἀλκμεωνίδαι πᾶν ἐπὶ τοῖσι Πεισιστρατίδῃσι μηχανώμενοι παρʼ Ἀμφικτυόνων τὸν νηὸν μισθοῦνται τὸν ἐν Δελφοῖσι, τὸν νῦν ἐόντα τότε δὲ οὔκω, τοῦτον ἐξοικοδομῆσαι.
62.3. Since they were wealthy and like their fathers men of reputation, they made the temple more beautiful than the model showed. In particular, whereas they had agreed to build the temple of tufa, they made its front of Parian marble.
62.3. οἷα δὲ χρημάτων εὖ ἥκοντες καὶ ἐόντες ἄνδρες δόκιμοι ἀνέκαθεν ἔτι, τόν τε νηὸν ἐξεργάσαντο τοῦ παραδείγματος κάλλιον τά τε ἄλλα καὶ συγκειμένου σφι πωρίνου λίθου ποιέειν τὸν νηόν, Παρίου τὰ ἔμπροσθε αὐτοῦ ἐξεποίησαν.
63.1. These men, as the Athenians say, established themselves at Delphi and bribed the Pythian priestess to bid any Spartans who should come to inquire of her on a private or a public account to set Athens free.
63.1. ὡς ὦν δὴ οἱ Ἀθηναῖοι λέγουσι, οὗτοι οἱ ἄνδρες ἐν Δελφοῖσι κατήμενοι ἀνέπειθον τὴν Πυθίην χρήμασι, ὅκως ἔλθοιεν Σπαρτιητέων ἄνδρες εἴτε ἰδίῳ στόλῳ εἴτε δημοσίῳ χρησόμενοι, προφέρειν σφι τὰς Ἀθήνας ἐλευθεροῦν.
63.2. Then the Lacedaemonians, when the same command was ever revealed to them, sent Anchimolius the son of Aster, a citizen of repute, to drive out the sons of Pisistratus with an army despite the fact that the Pisistratidae were their close friends, for the god's will weighed with them more than the will of man.
63.2. Λακεδαιμόνιοι δέ, ὥς σφι αἰεὶ τὠυτὸ πρόφαντον ἐγίνετο, πέμπουσι Ἀγχιμόλιον τὸν Ἀστέρος, ἐόντα τῶν ἀστῶν ἄνδρα δόκιμον, σὺν στρατῷ ἐξελῶντα Πεισιστρατίδας ἐξ Ἀθηνέων ὅμως καὶ ξεινίους σφι ἐόντας τὰ μάλιστα· τὰ γὰρ τοῦ θεοῦ πρεσβύτερα ἐποιεῦντο ἢ τὰ τῶν ἀνδρῶν· πέμπουσι δὲ τούτους κατὰ θάλασσαν πλοίοισι.
63.3. They sent these men by sea on shipboard. Anchimolius put in at Phalerum and disembarked his army there. The sons of Pisistratus, however, had received word of the plan already, and sent to ask help from the Thessalians with whom they had an alliance. The Thessalians, at their entreaty, joined together and sent their own king, Cineas of Conium, with a thousand horsemen. When the Pisistratidae got these allies, they devised the following plan.
63.3. ὃ μὲν δὴ προσσχὼν ἐς Φάληρον τὴν στρατιὴν ἀπέβησε, οἱ δὲ Πεισιστρατίδαι προπυνθανόμενοι ταῦτα ἐπεκαλέοντο ἐκ Θεσσαλίης ἐπικουρίην· ἐπεποίητο γάρ σφι συμμαχίη πρὸς αὐτούς. Θεσσαλοὶ δέ σφι δεομένοισι ἀπέπεμψαν κοινῇ γνώμῃ χρεώμενοι χιλίην τε ἵππον καὶ τὸν βασιλέα τὸν σφέτερον Κινέην ἄνδρα Κονιαῖον· τοὺς ἐπείτε ἔσχον συμμάχους οἱ Πεισιστρατίδαι, ἐμηχανῶντο τοιάδε·
63.4. First they laid waste the plain of Phalerum so that all that land could be ridden over and then launched their cavalry against the enemy's army. Then the horsemen charged and slew Anchimolius and many more of the Lacedaemonians, and drove those that survived to their ships. Accordingly, the first Lacedaemonian army drew off, and Anchimolius' tomb is at Alopecae in Attica, near to the Heracleum in Cynosarges.
63.4. κείραντες τῶν Φαληρέων τὸ πεδίον καὶ ἱππάσιμον ποιήσαντες τοῦτον τὸν χῶρον ἐπῆκαν τῷ στρατοπέδῳ τὴν ἵππον· ἐμπεσοῦσα δὲ διέφθειρε ἄλλους τε πολλοὺς τῶν Λακεδαιμονίων καὶ δὴ καὶ τὸν Ἀγχιμόλιον· τοὺς δὲ περιγενομένους αὐτῶν ἐς τὰς νέας κατεῖρξαν. ὁ μὲν δὴ πρῶτος στόλος ἐκ Λακεδαίμονος οὕτω ἀπήλλαξε, καὶ Ἀγχιμολίου εἰσὶ ταφαὶ τῆς Ἀττικῆς Ἀλωπεκῆσι, ἀγχοῦ τοῦ Ἡρακλείου τοῦ ἐν Κυνοσάργεϊ.
64.1. After this the Lacedaemonians sent out a greater army to attack Athens, appointing as its general their king Cleomenes son of Anaxandrides. This army they sent not by sea but by land.
64.1. μετὰ δὲ Λακεδαιμόνιοι μέζω στόλον στείλαντες ἀπέπεμψαν ἐπὶ τὰς Ἀθήνας, στρατηγὸν τῆς στρατιῆς ἀποδέξαντες βασιλέα Κλεομένεα τὸν Ἀναξανδρίδεω, οὐκέτι κατὰ θάλασσαν στείλαντες ἀλλὰ κατʼ ἤπειρον·
64.2. When they broke into Attica, the Thessalian horsemen were the first to meet them. They were routed after only a short time, and more than forty men were slain. Those who were left alive made off for Thessaly by the nearest way they could. Then Cleomenes, when he and the Athenians who desired freedom came into the city, drove the tyrants' family within the Pelasgic wall and besieged them there.
64.2. τοῖσι ἐσβαλοῦσι ἐς τὴν Ἀττικὴν χώρην ἡ τῶν Θεσσαλῶν ἵππος πρώτη προσέμιξε καὶ οὐ μετὰ πολλὸν ἐτράπετο, καὶ σφεων ἔπεσον ὑπὲρ τεσσεράκοντα ἄνδρας· οἱ δὲ περιγενόμενοι ἀπαλλάσσοντο ὡς εἶχον εὐθὺς ἐπὶ Θεσσαλίης. Κλεομένης δὲ ἀπικόμενος ἐς τὸ ἄστυ ἅμα Ἀθηναίων τοῖσι βουλομένοισι εἶναι ἐλευθέροισι ἐπολιόρκεε τοὺς τυράννους ἀπεργμένους ἐν τῷ Πελασγικῷ τείχεϊ.
65.1. The Lacedaemonians would never have taken the Pisistratid stronghold. First of all they had no intention to blockade it, and secondly the Pisistratidae were well furnished with food and drink. The Lacedaemonians would only have besieged the place for a few days and then returned to Sparta. As it was, however, there was a turn of fortune which harmed the one party and helped the other, for the sons of the Pisistratid family were taken as they were being secretly carried out of the country.
65.1. καὶ οὐδέν τι πάντως ἂν ἐξεῖλον Πεισιστρατίδας οἱ Λακεδαιμόνιοι· οὔτε γὰρ ἐπέδρην ἐπενόεον ποιήσασθαι, οἵ τε Πεισιστρατίδαι σίτοισι καὶ ποτοῖσι εὖ παρεσκευάδατο, πολιορκήσαντές τε ἂν ἡμέρας ὀλίγας ἀπαλλάσσοντο ἐς τὴν Σπάρτην. νῦν δὲ συντυχίη τοῖσι μὲν κακὴ ἐπεγένετο, τοῖσι δὲ ἡ αὐτὴ αὕτη σύμμαχος· ὑπεκτιθέμενοι γὰρ ἔξω τῆς χώρης οἱ παῖδες τῶν Πεισιστρατιδέων ἥλωσαν.
65.2. When this happened, all their plans were confounded, and they agreed to depart from Attica within five days on the terms prescribed to them by the Athenians in return for the recovery of their children.
65.2. τοῦτο δὲ ὡς ἐγένετο, πάντα αὐτῶν τὰ πρήγματα συνετετάρακτο, παρέστησαν δὲ ἐπὶ μισθῷ τοῖσι τέκνοισι, ἐπʼ οἷσι ἐβούλοντο οἱ Ἀθηναῖοι, ὥστε ἐν πέντε ἡμέρῃσι ἐκχωρῆσαι ἐκ τῆς Ἀττικῆς.
65.3. Afterwards they departed to Sigeum on the Scamander. They had ruled the Athenians for thirty-six years and were in lineage of the house of Pylos and Neleus, born of the same ancestors as the families of Codrus and Melanthus, who had formerly come from foreign parts to be kings of Athens.
65.3. μετὰ δὲ ἐξεχώρησαν ἐς Σίγειον τὸ ἐπὶ τῷ Σκαμάνδρῳ, ἄρξαντες μὲν Ἀθηναίων ἐπʼ ἔτεα ἕξ τε καὶ τριήκοντα, ἐόντες δὲ καὶ οὗτοι ἀνέκαθεν Πύλιοί τε καὶ Νηλεῖδαι, ἐκ τῶν αὐτῶν γεγονότες καὶ οἱ ἀμφὶ Κόδρον τε καὶ Μέλανθον, οἳ πρότερον ἐπήλυδες ἐόντες ἐγένοντο Ἀθηναίων βασιλέες.
65.4. It was for this reason that Hippocrates gave his son the name Pisistratus as a remembrance, calling him after Pisistratus the son of Nestor.
65.4. ἐπὶ τούτου δὲ καὶ τὠυτὸ οὔνομα ἀπεμνημόνευσε Ἱπποκράτης τῷ παιδὶ θέσθαι τὸν Πεισίστρατον, ἐπὶ τοῦ Νέστορος Πεισιστράτου ποιεύμενος τὴν ἐπωνυμίην.
65.5. This is the way, then, that the Athenians got rid of their tyrants. As regards all the noteworthy things which they did or endured after they were freed and before Ionia revolted from Darius and Aristagoras of Miletus came to Athens to ask help of its people, of these I will first give an account.
65.5. οὕτω μὲν Ἀθηναῖοι τυράννων ἀπαλλάχθησαν· ὅσα δὲ ἐλευθερωθέντες ἔρξαν ἢ ἔπαθον ἀξιόχρεα ἀπηγήσιος, πρὶν ἢ Ἰωνίην τε ἀποστῆναι ἀπὸ Δαρείου καὶ Ἀρισταγόρεα τὸν Μιλήσιον ἀπικόμενον ἐς Ἀθήνας χρηίσαι σφέων βοηθέειν, ταῦτα πρῶτα φράσω.
66.1. Athens, which had been great before, now grew even greater when her tyrants had been removed. The two principal holders of power were Cleisthenes an Alcmaeonid, who was reputed to have bribed the Pythian priestess, and Isagoras son of Tisandrus, a man of a notable house but his lineage I cannot say. His kinsfolk, at any rate, sacrifice to Zeus of Caria.
66.1. Ἀθῆναι, ἐοῦσαι καὶ πρὶν μεγάλαι, τότε ἀπαλλαχθεῖσαι τυράννων ἐγίνοντο μέζονες· ἐν δὲ αὐτῇσι δύο ἄνδρες ἐδυνάστευον, Κλεισθένης τε ἀνὴρ Ἀλκμεωνίδης, ὅς περ δὴ λόγον ἔχει τὴν Πυθίην ἀναπεῖσαι, καὶ Ἰσαγόρης Τισάνδρου οἰκίης μὲν ἐὼν δοκίμου, ἀτὰρ τὰ ἀνέκαθεν οὐκ ἔχω φράσαι· θύουσι δὲ οἱ συγγενέες αὐτοῦ Διὶ Καρίῳ.
66.2. These men with their factions fell to contending for power, Cleisthenes was getting the worst of it in this dispute and took the commons into his party. Presently he divided the Athenians into ten tribes instead of four as formerly. He called none after the names of the sons of Ion—Geleon, Aegicores, Argades, and Hoples—but invented for them names taken from other heroes, all native to the country except Aias. Him he added despite the fact that he was a stranger because he was a neighbor and an ally.
66.2. οὗτοι οἱ ἄνδρες ἐστασίασαν περὶ δυνάμιος, ἑσσούμενος δὲ ὁ Κλεισθένης τὸν δῆμον προσεταιρίζεται. μετὰ δὲ τετραφύλους ἐόντας Ἀθηναίους δεκαφύλους ἐποίησε, τῶν Ἴωνος παίδων Γελέοντος καὶ Αἰγικόρεος καὶ Ἀργάδεω καὶ Ὅπλητος ἀπαλλάξας τὰς ἐπωνυμίας, ἐξευρὼν δὲ ἑτέρων ἡρώων ἐπωνυμίας ἐπιχωρίων, πάρεξ Αἴαντος· τοῦτον δὲ ἅτε ἀστυγείτονα καὶ σύμμαχον, ξεῖνον ἐόντα προσέθετο.