67.1. In doing this, to my thinking, this Cleisthenes was imitating his own mother's father, Cleisthenes the tyrant of Sicyon, for Cleisthenes, after going to war with the Argives, made an end of minstrels' contests at Sicyon by reason of the Homeric poems, in which it is the Argives and Argos which are primarily the theme of the songs. Furthermore, he conceived the desire to cast out from the land Adrastus son of Talaus, the hero whose shrine stood then as now in the very marketplace of Sicyon because he was an Argive.
67.1. ταῦτα δέ, δοκέειν ἐμοί, ἐμιμέετο ὁ Κλεισθένης οὗτος τὸν ἑωυτοῦ μητροπάτορα Κλεισθένεα τὸν Σικυῶνος τύραννον. Κλεισθένης γὰρ Ἀργείοισι πολεμήσας τοῦτο μὲν ῥαψῳδοὺς ἔπαυσε ἐν Σικυῶνι ἀγωνίζεσθαι τῶν Ὁμηρείων ἐπέων εἵνεκα, ὅτι Ἀργεῖοί τε καὶ Ἄργος τὰ πολλὰ πάντα ὑμνέαται· τοῦτο δέ, ἡρώιον γὰρ ἦν καὶ ἔστι ἐν αὐτῇ τῇ ἀγορῇ τῶν Σικυωνίων Ἀδρήστου τοῦ Ταλαοῦ, τοῦτον ἐπεθύμησε ὁ Κλεισθένης ἐόντα Ἀργεῖον ἐκβαλεῖν ἐκ τῆς χώρης.
67.2. He went then to Delphi, and asked the oracle if he should cast Adrastus out, but the priestess said in response: “Adrastus is king of Sicyon, and you but a stone thrower.” When the god would not permit him to do as he wished in this matter, he returned home and attempted to devise some plan which might rid him of Adrastus. When he thought he had found one, he sent to Boeotian Thebes saying that he would gladly bring Melanippus son of Astacus into his country, and the Thebans handed him over.
67.2. ἐλθὼν δὲ ἐς Δελφοὺς ἐχρηστηριάζετο εἰ ἐκβάλοι τὸν Ἄδρηστον· ἡ δὲ Πυθίη οἱ χρᾷ φᾶσα Ἄδρηστον μὲν εἶναι Σικυωνίων βασιλέα, κεῖνον δὲ λευστῆρα. ἐπεὶ δὲ ὁ θεὸς τοῦτό γε οὐ παρεδίδου, ἀπελθὼν ὀπίσω ἐφρόντιζε μηχανὴν τῇ αὐτὸς ὁ Ἄδρηστος ἀπαλλάξεται. ὡς δέ οἱ ἐξευρῆσθαι ἐδόκεε, πέμψας ἐς Θήβας τὰς Βοιωτίας ἔφη θέλειν ἐπαγαγέσθαι Μελάνιππον τὸν Ἀστακοῦ· οἱ δὲ Θηβαῖοι ἔδοσαν.
67.3. When Cleisthenes had brought him in, he consecrated a sanctuary for him in the government house itself, where he was established in the greatest possible security. Now the reason why Cleisthenes brought in Melanippus, a thing which I must relate, was that Melanippus was Adrastus' deadliest enemy, for Adrastus had slain his brother Mecisteus and his son-in-law Tydeus.
67.3. ἐπαγαγόμενος δὲ ὁ Κλεισθένης τὸν Μελάνιππον τέμενός οἱ ἀπέδεξε ἐν αὐτῷ τῷ πρυτανηίῳ καί μιν ἵδρυσε ἐνθαῦτα ἐν τῷ ἰσχυροτάτῳ. ἐπηγάγετο δὲ τὸν Μελάνιππον ὁ Κλεισθένης ʽ καὶ γὰρ τοῦτο δεῖ ἀπηγήσασθαἰ ὡς ἔχθιστον ἐόντα Ἀδρήστῳ, ὃς τόν τε ἀδελφεόν οἱ Μηκιστέα ἀπεκτόνεε καὶ τὸν γαμβρὸν Τυδέα.
67.4. Having then designated the precinct for him, Cleisthenes took away all Adrastus' sacrifices and festivals and gave them to Melanippus. The Sicyonians had been accustomed to pay very great honor to Adrastus because the country had once belonged to Polybus, his maternal grandfather, who died without an heir and bequeathed the kingship to him.
67.4. ἐπείτε δέ οἱ τὸ τέμενος ἀπέδεξε, θυσίας τε καὶ ὁρτὰς Ἀδρήστου ἀπελόμενος ἔδωκε τῷ Μελανίππῳ. οἱ δὲ Σικυώνιοι ἐώθεσαν μεγαλωστὶ κάρτα τιμᾶν τὸν Ἄδρηστον· ἡ γὰρ χώρη ἦν αὕτη Πολύβου, ὁ δὲ Ἄδρηστος ἦν Πολύβου θυγατριδέος, ἄπαις δὲ Πόλυβος τελευτῶν διδοῖ Ἀδρήστῳ τὴν ἀρχήν.
67.5. Besides other honors paid to Adrastus by the Sicyonians, they celebrated his lamentable fate with tragic choruses in honor not of Dionysus but of Adrastus. Cleisthenes, however, gave the choruses back to Dionysus and the rest of the worship to Melanippus.
67.5. τά τε δὴ ἄλλα οἱ Σικυώνιοι ἐτίμων τὸν Ἄδρηστον καὶ δὴ πρὸς τὰ πάθεα αὐτοῦ τραγικοῖσι χοροῖσι ἐγέραιρον, τὸν μὲν Διόνυσον οὐ τιμῶντες, τὸν δὲ Ἄδρηστον. Κλεισθένης δὲ χοροὺς μὲν τῷ Διονύσῳ ἀπέδωκε, τὴν δὲ ἄλλην θυσίην Μελανίππῳ.
68.1. This, then, is what he did regarding Adrastus, but as for the tribes of the Dorians, he changed their names so that these tribes should not be shared by Sicyonians and Argives. In this especially he made a laughing-stock of the Sicyonians, for he gave the tribes names derived from the words ‘donkey’ and ‘pig’ changing only the endings. The name of his own tribe, however, he did not change in this way, but rather gave it a name indicating his own rule, calling it Archelaoi, rulers of the people. The rest were Swinites, Assites and Porkites.
68.1. ταῦτα μὲν ἐς Ἄδρηστόν οἱ ἐπεποίητο, φυλὰς δὲ τὰς Δωριέων, ἵνα δὴ μὴ αἱ αὐταὶ ἔωσι τοῖσι Σικυωνίοισι καὶ τοῖσι Ἀργείοισι, μετέβαλε ἐς ἄλλα οὐνόματα. ἔνθα καὶ πλεῖστον κατεγέλασε τῶν Σικυωνίων· ἐπὶ γὰρ ὑός τε καὶ ὄνου τὰς ἐπωνυμίας μετατιθεὶς αὐτὰ τὰ τελευταῖα ἐπέθηκε, πλὴν τῆς ἑωυτοῦ φυλῆς· ταύτῃ δὲ τὸ οὔνομα ἀπὸ τῆς ἑωυτοῦ ἀρχῆς ἔθετο. οὗτοι μὲν δὴ Ἀρχέλαοι ἐκαλέοντο, ἕτεροι δὲ Ὑᾶται, ἄλλοι δὲ Ὀνεᾶται, ἕτεροι δὲ Χοιρεᾶται.
68.2. These were the names of the tribes which the Sicyonians used under Cleisthenes' rule and for sixty years more after his death. Afterwards, however, they took counsel together and both changed the names of three to Hylleis, Pamphyli, and Dymanatae, and added a fourth which they called Aegialeis after Aegialeus son of Adrastus.
68.2. τούτοισι τοῖσι οὐνόμασι τῶν φυλέων ἐχρέωντο οἱ Σικυώνιοι καὶ ἐπὶ Κλεισθένεος ἄρχοντος καὶ ἐκείνου τεθνεῶτος ἔτι ἐπʼ ἔτεα ἑξήκοντα· μετέπειτα μέντοι λόγον σφίσι δόντες μετέβαλον ἐς τοὺς Ὑλλέας καὶ Παμφύλους καὶ Δυμανάτας, τετάρτους δὲ αὐτοῖσι προσέθεντο ἐπὶ τοῦ Ἀδρήστου παιδὸς Αἰγιαλέος τὴν ἐπωνυμίην ποιεύμενοι κεκλῆσθαι Αἰγιαλέας.
69.1. This is what the Sicyonian Cleisthenes had done, and the Athenian Cleisthenes, following the lead of his grandfather and namesake, decided out of contempt, I imagine, for the Ionians, that his tribes should not be the same as theirs.
69.1. ταῦτα μέν νυν ὁ Σικυώνιος Κλεισθένης ἐπεποιήκεε· ὁ δὲ δὴ Ἀθηναῖος Κλεισθένης ἐὼν τοῦ Σικυωνίου τούτου θυγατριδέος καὶ τὸ οὔνομα ἐπὶ τούτου ἔχων, δοκέειν ἐμοὶ καὶ οὗτος ὑπεριδὼν Ἴωνας, ἵνα μὴ σφίσι αἱ αὐταὶ ἔωσι φυλαὶ καὶ Ἴωσι, τὸν ὁμώνυμον Κλεισθένεα ἐμιμήσατο.
69.2. When he had drawn into his own party the Athenian people, which was then debarred from all rights, he gave the tribes new names and increased their number, making ten tribe-wardens in place of four, and assigning ten districts to each tribe. When he had won over the people, he was stronger by far than the rival faction.
69.2. ὡς γὰρ δὴ τὸν Ἀθηναίων δῆμον πρότερον ἀπωσμένον τότε πάντων πρὸς τὴν ἑωυτοῦ μοῖραν προσεθήκατο, τὰς φυλὰς μετωνόμασε καὶ ἐποίησε πλεῦνας ἐξ ἐλασσόνων· δέκα τε δὴ φυλάρχους ἀντὶ τεσσέρων ἐποίησε, δέκαχα δὲ καὶ τοὺς δήμους κατένειμε ἐς τὰς φυλάς· ἦν τε τὸν δῆμον προσθέμενος πολλῷ κατύπερθε τῶν ἀντιστασιωτέων.
70.1. Isagoras, who was on the losing side, devised a counter-plot, and invited the aid of Cleomenes, who had been his friend since the besieging of the Pisistratidae. It was even said of Cleomenes that he regularly went to see Isagoras' wife.
70.1. ἐν τῷ μέρεϊ δὲ ἑσσούμενος ὁ Ἰσαγόρης ἀντιτεχνᾶται τάδε· ἐπικαλέεται Κλεομένεα τὸν Λακεδαιμόνιον γενόμενον ἑωυτῷ ξεῖνον ἀπὸ τῆς Πεισιστρατιδέων πολιορκίης· τὸν δὲ Κλεομένεα εἶχε αἰτίη φοιτᾶν παρὰ τοῦ Ἰσαγόρεω τὴν γυναῖκα.
70.2. Then Cleomenes first sent a herald to Athens demanding the banishment of Cleisthenes and many other Athenians with him, the Accursed, as he called them. This he said in his message by Isagoras' instruction, for the Alcmeonidae and their faction were held to be guilty of that bloody deed while Isagoras and his friends had no part in it.
70.2. τὰ μὲν δὴ πρῶτα πέμπων ὁ Κλεομένης ἐς τὰς Ἀθήνας κήρυκα ἐξέβαλλε Κλεισθένεα καὶ μετʼ αὐτοῦ ἄλλους πολλοὺς Ἀθηναίων, τοὺς ἐναγέας ἐπιλέγων· ταῦτα δὲ πέμπων ἔλεγε ἐκ διδαχῆς τοῦ Ἰσαγόρεω. οἱ μὲν γὰρ Ἀλκμεωνίδαι καὶ οἱ συστασιῶται αὐτῶν εἶχον αἰτίην τοῦ φόνου τούτου, αὐτὸς δὲ οὐ μετεῖχε οὐδʼ οἱ φίλοι αὐτοῦ.
71.1. How the Accursed at Athens had received their name, I will now relate. There was an Athenian named Cylon, who had been a winner at Olympia. This man put on the air of one who aimed at tyranny, and gathering a company of men of like age, he attempted to seize the citadel. When he could not win it, he took sanctuary by the goddess' statue.
71.1. οἱ δʼ ἐναγέες Ἀθηναίων ὧδε ὠνομάσθησαν. ἦν Κύλων τῶν Ἀθηναίων ἀνὴρ Ὀλυμπιονίκης· οὗτος ἐπὶ τυραννίδι ἐκόμησε, προσποιησάμενος δὲ ἑταιρηίην τῶν ἡλικιωτέων καταλαβεῖν τὴν ἀκρόπολιν ἐπειρήθη, οὐ δυνάμενος δὲ ἐπικρατῆσαι ἱκέτης ἵζετο πρὸς τὸ ἄγαλμα.
71.2. He and his men were then removed from their position by the presidents of the naval boards, the rulers of Athens at that time. Although they were subject to any penalty save death, they were slain, and their death was attributed to the Alcmaeonidae. All this took place before the time of Pisistratus.
71.2. τούτους ἀνιστᾶσι μὲν οἱ πρυτάνιες τῶν ναυκράρων, οἵ περ ἔνεμον τότε τὰς Ἀθήνας, ὑπεγγύους πλὴν θανάτου· φονεῦσαι δὲ αὐτοὺς αἰτίη ἔχει Ἀλκμεωνίδας. ταῦτα πρὸ τῆς Πεισιστράτου ἡλικίης ἐγένετο.
72.1. When Cleomenes had sent for and demanded the banishment of Cleisthenes and the Accursed, Cleisthenes himself secretly departed. Afterwards, however, Cleomenes appeared in Athens with no great force. Upon his arrival, he, in order to take away the curse, banished seven hundred Athenian families named for him by Isagoras. Having so done he next attempted to dissolve the Council, entrusting the offices of government to Isagoras' faction.
72.1. Κλεομένης δὲ ὡς πέμπων ἐξέβαλλε Κλεισθένεα καὶ τοὺς ἐναγέας, Κλεισθένης μὲν αὐτὸς ὑπεξέσχε, μετὰ δὲ οὐδὲν ἧσσον παρῆν ἐς τὰς Ἀθήνας ὁ Κλεομένης οὐ σὺν μεγάλῃ χειρί, ἀπικόμενος δὲ ἀγηλατέει ἑπτακόσια ἐπίστια Ἀθηναίων, τά οἱ ὑπέθετο ὁ Ἰσαγόρης. ταῦτα δὲ ποιήσας δεύτερα τὴν βουλὴν καταλύειν ἐπειρᾶτο, τριηκοσίοισι δὲ τοῖσι Ἰσαγόρεω στασιώτῃσι τὰς ἀρχὰς ἐνεχείριζε.
72.2. The Council, however, resisted him, whereupon Cleomenes and Isagoras and his partisans seized the acropolis. The rest of the Athenians united and besieged them for two days. On the third day as many of them as were Lacedaemonians left the country under truce.
72.2. ἀντισταθείσης δὲ τῆς βουλῆς καὶ οὐ βουλομένης πείθεσθαι, ὅ τε Κλεομένης καὶ ὁ Ἰσαγόρης καὶ οἱ στασιῶται αὐτοῦ καταλαμβάνουσι τὴν ἀκρόπολιν. Ἀθηναίων δὲ οἱ λοιποὶ τὰ αὐτὰ φρονήσαντες ἐπολιόρκεον αὐτοὺς ἡμέρας δύο· τῇ δὲ τρίτῃ ὑπόσπονδοι ἐξέρχονται ἐκ τῆς χώρης ὅσοι ἦσαν αὐτῶν Λακεδαιμόνιοι. ἐπετελέετο δὲ τῷ Κλεομένεϊ ἡ φήμη.
72.3. The prophetic voice that Cleomenes heard accordingly had its fulfillment, for when he went up to the acropolis with the intention of taking possession of it, he approached the shrine of the goddess to address himself to her. The priestess rose up from her seat, and before he had passed through the door-way, she said, “Go back, Lacedaemonian stranger, and do not enter the holy place since it is not lawful that Dorians should pass in here. “My lady,” he answered, “I am not a Dorian, but an Achaean.”
72.3. ὡς γὰρ ἀνέβη ἐς τὴν ἀκρόπολιν μέλλων δὴ αὐτὴν κατασχήσειν, ἤιε ἐς τὸ ἄδυτον τῆς θεοῦ ὡς προσερέων· ἡ δὲ ἱρείη ἐξαναστᾶσα ἐκ τοῦ θρόνου, πρὶν ἢ τὰς θύρας αὐτὸν ἀμεῖψαι, εἶπε ὦ ξεῖνε Λακεδαιμόνιε, πάλιν χώρεε μηδὲ ἔσιθι ἐς τὸ ἱρόν· οὐ γὰρ θεμιτὸν Δωριεῦσι παριέναι ἐνθαῦτα. ὁ δὲ εἶπε ὦ γύναι, ἀλλʼ οὐ Δωριεύς εἰμι ἀλλʼ Ἀχαιός.
72.4. So without taking heed of the omen, he tried to do as he pleased and was, as I have said, then again cast out together with his Lacedaemonians. As for the rest, the Athenians imprisoned them under sentence of death. Among the prisoners was Timesitheus the Delphian, whose achievements of strength and courage were quite formidable.
72.4. ὃ μὲν δὴ τῇ κλεηδόνι οὐδὲν χρεώμενος ἐπεχείρησέ τε καὶ τότε πάλιν ἐξέπιπτε μετὰ τῶν Λακεδαιμονίων· τοὺς δὲ ἄλλους Ἀθηναῖοι κατέδησαν τὴν ἐπὶ θανάτῳ, ἐν δὲ αὐτοῖσι καὶ Τιμησίθεον τὸν Δελφόν, τοῦ ἔργα χειρῶν τε καὶ λήματος ἔχοιμʼ ἂν μέγιστα καταλέξαι.
73.1. These men, then, were bound and put to death. After that, the Athenians sent to bring back Cleisthenes and the seven hundred households banished by Cleomenes. Then, desiring to make an alliance with the Persians, they despatched envoys to Sardis, for they knew that they had provoked the Lacedaemonians and Cleomenes to war.
73.1. οὗτοι μέν νυν δεδεμένοι ἐτελεύτησαν. Ἀθηναῖοι δὲ μετὰ ταῦτα Κλεισθένεα καὶ τὰ ἑπτακόσια ἐπίστια τὰ διωχθέντα ὑπὸ Κλεομένεος μεταπεμψάμενοι πέμπουσι ἀγγέλους ἐς Σάρδις, συμμαχίην βουλόμενοι ποιήσασθαι πρὸς Πέρσας· ἠπιστέατο γὰρ σφίσι Λακεδαιμονίους τε καὶ Κλεομένεα ἐκπεπολεμῶσθαι.
73.2. When the envoys came to Sardis and spoke as they had been bidden, Artaphrenes son of Hystaspes, viceroy of Sardis, asked them, “What men are you and where do you live, who desire alliance with the Persians?” When he had received the information he wanted from the envoys, he gave them an answer the substance of which was that if the Athenians gave king Darius earth and water, then he would make an alliance with them, but if not, his command was that they should depart.
73.2. ἀπικομένων δὲ τῶν ἀγγέλων ἐς τὰς Σάρδις καὶ λεγόντων τὰ ἐντεταλμένα, Ἀρταφρένης ὁ Ὑστάσπεος Σαρδίων ὕπαρχος ἐπειρώτα τίνες ἐόντες ἄνθρωποι καὶ κοῦ γῆς οἰκημένοι δεοίατο Περσέων σύμμαχοι γενέσθαι, πυθόμενος δὲ πρὸς τῶν ἀγγέλων ἀπεκορύφου σφι τάδε· εἰ μὲν διδοῦσι βασιλέι Δαρείῳ Ἀθηναῖοι γῆν τε καὶ ὕδωρ, ὁ δὲ συμμαχίην σφι συνετίθετο, εἰ δὲ μὴ διδοῦσι, ἀπαλλάσσεσθαι αὐτοὺς ἐκέλευε.
73.3. The envoys consulted together, and in their desire to make the alliance, they consented to give what was asked. They then returned to their own country and were there greatly blamed for what they had done.
73.3. οἱ δὲ ἄγγελοι ἐπὶ σφέων αὐτῶν βαλόμενοι διδόναι ἔφασαν, βουλόμενοι τὴν συμμαχίην ποιήσασθαι. οὗτοι μὲν δὴ ἀπελθόντες ἐς τὴν ἑωυτῶν αἰτίας μεγάλας εἶχον.
74.1. Cleomenes, however, fully aware that the Athenians had done him wrong in word and deed, mustered an army from the whole of the Peloponnesus. He did not declare the purpose for which he mustered it, namely to avenge himself on the Athenian people and set up Isagoras, who had come with him out of the acropolis, as tyrant.
74.1. Κλεομένης δὲ ἐπιστάμενος περιυβρίσθαι ἔπεσι καὶ ἔργοισι ὑπʼ Ἀθηναίων συνέλεγε ἐκ πάσης Πελοποννήσου στρατόν, οὐ φράζων ἐς τὸ συλλέγει, τίσασθαι τε ἐθέλων τὸν δῆμον τὸν Ἀθηναίων καὶ Ἰσαγόρην βουλόμενος τύραννον καταστῆσαι· συνεξῆλθε γάρ οἱ οὗτος ἐκ τῆς ἀκροπόλιος.
74.2. Cleomenes broke in as far as Eleusis with a great host, and the Boeotians, by a concerted plan, took Oenoe and Hysiae, districts on the borders of Attica, while the Chalcidians attacked on another side and raided lands in Attica. The Athenians, who were now caught in a ring of foes, decided to oppose the Spartans at Eleusis and to deal with the Boeotians and Chalcidians later.
74.2. Κλεομένης τε δὴ στόλῳ μεγάλῳ ἐσέβαλε ἐς Ἐλευσῖνα, καὶ οἱ Βοιωτοὶ ἀπὸ συνθήματος Οἰνόην αἱρέουσι καὶ Ὑσιὰς δήμους τοὺς ἐσχάτους τῆς Ἀττικῆς, Χαλκιδέες τε ἐπὶ τὰ ἕτερα ἐσίνοντο ἐπιόντες χώρους τῆς Ἀττικῆς. Ἀθηναῖοι δέ, καίπερ ἀμφιβολίῃ ἐχόμενοι, Βοιωτῶν μὲν καὶ Χαλκιδέων ἐς ὕστερον ἔμελλον μνήμην ποιήσεσθαι, Πελοποννησίοισι δὲ ἐοῦσι ἐν Ἐλευσῖνι ἀντία ἔθεντο τὰ ὅπλα.
75.1. When the armies were about to join battle, the Corinthians, coming to the conclusion that they were acting wrongly, changed their minds and departed. Later Demaratus son of Ariston, the other king of Sparta, did likewise, despite the fact that he had come with Cleomenes from Lacedaemon in joint command of the army and had not till now been at variance with him.
75.1. μελλόντων δὲ συνάψειν τὰ στρατόπεδα ἐς μάχην, Κορίνθιοι μὲν πρῶτοι σφίσι αὐτοῖσι δόντες λόγον ὡς οὐ ποιέοιεν δίκαια μετεβάλλοντό τε καὶ ἀπαλλάσσοντο, μετὰ δὲ Δημάρητος ὁ Ἀρίστωνος, ἐὼν καὶ οὗτος βασιλεὺς Σπαρτιητέων καὶ συνεξαγαγών τε τὴν στρατιὴν ἐκ Λακεδαίμονος καὶ οὐκ ἐὼν διάφορος ἐν τῷ πρόσθε χρόνῳ Κλεομένεϊ.
75.2. As a result of this dissension, a law was made at Sparta that when an army was despatched, both kings would not be permitted to go with it. Until that time they had both gone together, but now one of the kings was released from service and one of the sons of Tyndarus too could be left at home. Before that time, both of these also were asked to give aid and went with the army.
75.2. ἀπὸ δὲ ταύτης τῆς διχοστασίης ἐτέθη νόμος ἐν Σπάρτῃ μὴ ἐξεῖναι ἕπεσθαι ἀμφοτέρους τοὺς βασιλέας ἐξιούσης στρατιῆς· τέως γὰρ ἀμφότεροι εἵποντο· παραλυομένου δὲ τούτων τοῦ ἑτέρου καταλείπεσθαι καὶ τῶν Τυνδαριδέων τὸν ἕτερον· πρὸ τοῦ γὰρ δὴ καὶ οὗτοι ἀμφότεροι ἐπίκλητοί σφι ἐόντες εἵποντο.
75.3. So now at Eleusis, when the rest of the allies saw that the Lacedaemonian kings were not of one mind and that the Corinthians had left their host, they too went off. This was the fourth time that Dorians had come into Attica. They had come twice as invaders in war and twice as helpers of the Athenian people. The first time was when they planted a settlement at Megara (this expedition may rightly be said to have been in the reign of Codrus), the second and third when they set out from Sparta to drive out the sons of Pisistratus, and the fourth was now, when Cleomenes broke in as far as Eleusis with his following of Peloponnesians. This was accordingly the fourth Dorian invasion of Athens.
75.3. τότε δὴ ἐν τῇ Ἐλευσῖνι ὁρῶντες οἱ λοιποὶ τῶν συμμάχων τούς τε βασιλέας τῶν Λακεδαιμονίων οὐκ ὁμολογέοντας καὶ Κορινθίους ἐκλιπόντας τὴν τάξιν, οἴχοντο καὶ αὐτοὶ ἀπαλλασσόμενοι, τέταρτον δὴ τοῦτο ἐπὶ τὴν Ἀττικὴν ἀπικόμενοι Δωριέες, δίς τε ἐπὶ πολέμῳ ἐσβαλόντες καὶ δὶς ἐπʼ ἀγαθῷ τοῦ πλήθεος τοῦ Ἀθηναίων, πρῶτον μὲν ὅτε καὶ Μέγαρα κατοίκισαν· οὗτος ὁ στόλος ἐπὶ Κόδρου βασιλεύοντος Ἀθηναίων ὀρθῶς ἂν καλέοιτο· δεύτερον δὲ καὶ τρίτον ὅτε ἐπὶ Πεισιστρατιδέων ἐξέλασιν ὁρμηθέντες ἐκ Σπάρτης ἀπίκοντο, τέταρτον δὲ τότε ὅτε ἐς Ἐλευσῖνα Κλεομένης ἄγων Πελοποννησίους ἐσέβαλε. οὕτω τέταρτον τότε Δωριέες ἐσέβαλον ἐς Ἀθήνας.
77.1. When this force then had been ingloriously scattered, the Athenians first marched against the Chalcidians to punish them. The Boeotians came to the Euripus to help the Chalcidians and as soon as the Athenians saw these allies, they resolved to attack the Boeotians before the Chalcidians.
77.1. διαλυθέντος ὦν τοῦ στόλου τούτου ἀκλεῶς, ἐνθαῦτα Ἀθηναῖοι τίνυσθαι βουλόμενοι πρῶτα στρατηίην ποιεῦνται ἐπὶ Χαλκιδέας. Βοιωτοὶ δὲ τοῖσι Χαλκιδεῦσι βοηθέουσι ἐπὶ τὸν Εὔριπον. Ἀθηναίοισι δὲ ἰδοῦσι τοὺς Βοιωτοὺς ἔδοξε πρότερον τοῖσι Βοιωτοῖσι ἢ τοῖσι Χαλκιδεῦσι ἐπιχειρέειν.
77.2. When they met the Boeotians in battle, they won a great victory, slaying very many and taking seven hundred of them prisoner. On that same day the Athenians crossed to Euboea where they met the Chalcidians too in battle, and after overcoming them as well, they left four thousand tenant farmers on the lands of the horse-breeders.
77.2. συμβάλλουσί τε δὴ τοῖσι Βοιωτοῖσι οἱ Ἀθηναῖοι καὶ πολλῷ ἐκράτησαν, κάρτα δὲ πολλοὺς φονεύσαντες ἑπτακοσίους αὐτῶν ἐζώγρησαν. τῆς δὲ αὐτῆς ταύτης ἡμέρης οἱ Ἀθηναῖοι διαβάντες ἐς τὴν Εὔβοιαν συμβάλλουσι καὶ τοῖσι Χαλκιδεῦσι, νικήσαντες δὲ καὶ τούτους τετρακισχιλίους κληρούχους ἐπὶ τῶν ἱπποβοτέων τῇ χώρῃ λείπουσι. οἱ δὲ ἱπποβόται ἐκαλέοντο οἱ παχέες τῶν Χαλκιδέων.
77.3. Horse-breeders was the name given to the men of substance among the Chalcidians. They fettered as many of these as they took alive and kept them imprisoned with the captive Boeotians. In time, however, they set them free, each for an assessed ransom of two minae. The fetters in which the prisoners had been bound they hung up in the acropolis, where they could still be seen in my time hanging from walls which the Persians' fire had charred, opposite the temple which faces west.
77.3. ὅσους δὲ καὶ τούτων ἐζώγρησαν, ἅμα τοῖσι Βοιωτῶν ἐζωγρημένοισι εἶχον ἐν φυλακῇ ἐς πέδας δήσαντες· χρόνῳ δὲ ἔλυσαν σφέας δίμνεως ἀποτιμησάμενοι. τὰς δὲ πέδας αὐτῶν, ἐν τῇσι ἐδεδέατο, ἀνεκρέμασαν ἐς τὴν ἀκρόπολιν· αἵ περ ἔτι καὶ ἐς ἐμὲ ἦσαν περιεοῦσαι, κρεμάμεναι ἐκ τειχέων περιπεφλευσμένων πυρὶ ὑπὸ τοῦ Μήδου, ἀντίον δὲ τοῦ μεγάρου τοῦ πρὸς ἑσπέρην τετραμμένου.
77.4. Moreover, they made a dedication of a tenth part of the ransom, and this money was used for the making of a four-horse chariot which stands on the left hand of the entrance into the outer porch of the acropolis and bears this inscription:Athens with Chalcis and Boeotia fought,Bound them in chains and brought their pride to naught.Prison was grief, and ransom cost them dear-One tenth to Pallas raised this chariot here.
77.4. καὶ τῶν λύτρων τὴν δεκάτην ἀνέθηκαν ποιησάμενοι τέθριππον χάλκεον· τὸ δὲ ἀριστερῆς χειρὸς ἕστηκε πρῶτον ἐσιόντι ἐς τὰ προπύλαια τὰ ἐν τῇ ἀκροπόλι· ἐπιγέγραπται δέ οἱ τάδε.ἔθνεα Βοιωτῶν καὶ Χαλκιδέων δαμάσαντεςπαῖδες Ἀθηναίων ἔργμασιν ἐν πολέμου,δεσμῷ ἐν ἀχλυόεντι σιδηρέῳ ἔσβεσαν ὕβριν·τῶν ἵππους δεκάτην Παλλάδι τάσδʼ ἔθεσαν.
78.1. So the Athenians grew in power and proved, not in one respect only but in all, that equality is a good thing. Evidence for this is the fact that while they were under tyrannical rulers, the Athenians were no better in war than any of their neighbors, yet once they got rid of their tyrants, they were by far the best of all. This, then, shows that while they were oppressed, they were, as men working for a master, cowardly, but when they were freed, each one was eager to achieve for himself.
78.1. Ἀθηναῖοι μέν νυν ηὔξηντο. δηλοῖ δὲ οὐ κατʼ ἓν μοῦνον ἀλλὰ πανταχῇ ἡ ἰσηγορίη ὡς ἔστι χρῆμα σπουδαῖον, εἰ καὶ Ἀθηναῖοι τυραννευόμενοι μὲν οὐδαμῶν τῶν σφέας περιοικεόντων ἦσαν τὰ πολέμια ἀμείνους, ἀπαλλαχθέντες δὲ τυράννων μακρῷ πρῶτοι ἐγένοντο. δηλοῖ ὦν ταῦτα ὅτι κατεχόμενοι μὲν ἐθελοκάκεον ὡς δεσπότῃ ἐργαζόμενοι, ἐλευθερωθέντων δὲ αὐτὸς ἕκαστος ἑωυτῷ προεθυμέετο κατεργάζεσθαι.
79.1. This, then, is the course of action which the Athenians took, and the Thebans, desiring vengeance on Athens, afterwards appealed to Delphi for advice. The Pythian priestess said that the Thebans themselves would not be able to obtain the vengeance they wanted and that they should lay the matter before the “many-voiced” and entreat their “nearest.”
79.1. οὗτοι μέν νυν ταῦτα ἔπρησσον. Θῃβαῖοι δὲ μετὰ ταῦτα ἐς θεὸν ἔπεμπον, βουλόμενοι τίσασθαι Ἀθηναίους. ἡ δὲ Πυθίη ἀπὸ σφέων μὲν αὐτῶν οὐκ ἔφη αὐτοῖσι εἶναι τίσιν, ἐς πολύφημον δὲ ἐξενείκαντας ἐκέλευε τῶν ἄγχιστα δέεσθαι.
79.2. Upon the return of the envoys, an assembly was called and the oracle put before it. When the Thebans heard that they must entreat their “nearest,” they said, “If this is so, our nearest neighbors are the men of Tanagra and Coronea and Thespiae. These are always our comrades in battle and zealously wage our wars. What need, then, is there to entreat them? Perhaps this is the meaning of the oracle.”
79.2. ἀπελθόντων ὦν τῶν θεοπρόπων, ἐξέφερον τὸ χρηστήριον ἁλίην ποιησάμενοι· ὡς ἐπυνθάνοντο δὲ λεγόντων αὐτῶν τῶν ἄγχιστα δέεσθαι, εἶπαν οἱ Θηβαῖοι ἀκούσαντες τούτων οὐκ ὦν ἄγχιστα ἡμέων οἰκέουσι Ταναγραῖοί τε καὶ Κορωναῖοι καὶ Θεσπιέες; καὶ οὗτοί γε ἅμα ἡμῖν αἰεὶ μαχόμενοι προθύμως συνδιαφέρουσι τὸν πόλεμον· τί δεῖ τούτων γε δέεσθαι; ἀλλὰ μᾶλλον μὴ οὐ τοῦτο ᾖ τὸ χρηστήριον.
80.1. They reasoned in this way, till at last one understood, and said: “I think that I perceive what the oracle is trying to tell us. Thebe and Aegina, it is said, were daughters of Asopus and sisters. The god's answer is, I think, that we should ask the Aeginetans to be our avengers.”
80.1. τοιαῦτα ἐπιλεγομένων εἶπε δή κοτε μαθών τις ἐγώ μοι δοκέω συνιέναι τὸ θέλει λέγειν ἡμῖν τὸ μαντήιον. Ἀσωποῦ λέγονται γενέσθαι θυγατέρες Θήβη τε καὶ Αἴγινα· τουτέων ἀδελφεῶν ἐουσέων, δοκέω ἡμῖν Αἰγινητέων δέεσθαι τὸν θεὸν χρῇσαι τιμωρητήρων γενέσθαι.
80.2. Seeing that there seemed to be no better opinion before them than this, they sent straightaway to entreat the Aeginetans and invite their aid, since this was the oracle's bidding, and the Aeginetans were their nearest. These replied to their demand that they were sending the Sons of Aeacus in aid.
80.2. καὶ οὐ γάρ τις ταύτης ἀμείνων γνώμη ἐδόκεε φαίνεσθαι, αὐτίκα πέμψαντες ἐδέοντο Αἰγινητέων ἐπικαλεόμενοι κατὰ τὸ χρηστήριόν σφι βοηθέειν, ὡς ἐόντων ἀγχίστων· οἳ δέ σφι αἰτέουσι ἐπικουρίην τοὺς Αἰακίδας συμπέμπειν ἔφασαν.
81.1. The Thebans took the field on the strength of their alliance with that family but were soundly beaten by the Athenians. Thereupon they sent a second message to Aegina, giving back the sons of Aeacus and asking for some men instead.
81.1. πειρησαμένων δὲ τῶν Θηβαίων κατὰ τὴν συμμαχίην τῶν Αἰακιδέων καὶ τρηχέως περιεφθέντων ὑπὸ τῶν Ἀθηναίων, αὖτις οἱ Θηβαῖοι πέμψαντες τοὺς μὲν Αἰακίδας σφι ἀπεδίδοσαν, τῶν δὲ ἀνδρῶν ἐδέοντο.
81.2. The Aeginetans, who were enjoying great prosperity and remembered their old feud with Athens, accordingly made war on the Athenians at the entreaty of the Thebans without sending a herald.
81.2. Αἰγινῆται δὲ εὐδαιμονίῃ τε μεγάλῃ ἐπαερθέντες καὶ ἔχθρης παλαιῆς ἀναμνησθέντες ἐχούσης ἐς Ἀθηναίους, τότε Θηβαίων δεηθέντων πόλεμον ἀκήρυκτον Ἀθηναίοισι ἐπέφερον·
81.3. While the Athenians were busy with the Boeotians, they descended on Attica in ships of war, and ravaged Phaleron and many other seaboard townships. By so doing they dealt the Athenians a very shrewd blow.
81.3. ἐπικειμένων γὰρ αὐτῶν Βοιωτοῖσι, ἐπιπλώσαντες μακρῇσι νηυσὶ ἐς τὴν Ἀττικὴν κατὰ μὲν ἔσυραν Φάληρον κατὰ δὲ τῆς ἄλλης παραλίης πολλοὺς δήμους, ποιεῦντες δὲ ταῦτα μεγάλως Ἀθηναίους ἐσικνέοντο.
82.1. This was the beginning of the Aeginetans' long-standing debt of enmity against the Athenians. The Epidaurians' land bore no produce. For this reason they inquired at Delphi concerning this calamity, and the priestess bade them set up images of Damia and Auxesia, saying that if they so did their luck would be better. The Epidaurians then asked in addition whether they should make the images of bronze or of stone, and the priestess bade them do neither, but make them of the wood of the cultivated olive.
82.1. ἡ δὲ ἔχθρη ἡ προοφειλομένη ἐς Ἀθηναίους ἐκ τῶν Αἰγινητέων ἐγένετο ἐξ ἀρχῆς τοιῆσδε. Ἐπιδαυρίοισι ἡ γῆ καρπὸν οὐδένα ἀνεδίδου. περὶ ταύτης ὦν τῆς συμφορῆς οἱ Ἐπιδαύριοι ἐχρέωντο ἐν Δελφοῖσι· ἡ δὲ Πυθίη σφέας ἐκέλευε Δαμίης τε καὶ Αὐξησίης ἀγάλματα ἱδρύσασθαι καί σφι ἱδρυσαμένοισι ἄμεινον συνοίσεσθαι.
82.2. So the men of Epidaurus asked the Athenians to permit them to cut down some olive trees, supposing the olives there to be the holiest. Indeed it is said that at that time there were no olives anywhere save at Athens.
82.2. ἐπειρώτεον ὦν οἱ Ἐπιδαύριοι κότερα χαλκοῦ ποιέωνται τὰ ἀγάλματα ἢ λίθου· ἡ δὲ Πυθίη οὐδέτερα τούτων ἔα, ἀλλὰ ξύλου ἡμέρης ἐλαίης. ἐδέοντο ὦν οἱ Ἐπιδαύριοι Ἀθηναίων ἐλαίην σφι δοῦναι ταμέσθαι, ἱρωτάτας δὴ κείνας νομίζοντες εἶναι. λέγεται δὲ καὶ ὡς ἐλαῖαι ἦσαν ἄλλοθι γῆς οὐδαμοῦ κατὰ χρόνον ἐκεῖνον ἢ ἐν Ἀθήνῃσι.
82.3. The Athenians consented to give the trees, if the Epidaurians would pay yearly sacred dues to Athena, the city's goddess, and to Erechtheus. The Epidaurians agreed to this condition, and their request was granted. When they set up images made of these olive trees, their land brought forth fruit, and they fulfilled their agreement with the Athenians.
82.3. οἳ δὲ ἐπὶ τοῖσιδε δώσειν ἔφασαν ἐπʼ ᾧ ἀπάξουσι ἔτεος ἑκάστου τῇ Ἀθηναίῃ τε τῇ Πολιάδι ἱρὰ καὶ τῷ Ἐρεχθέι. καταινέσαντες δὲ ἐπὶ τούτοισι οἱ Ἐπιδαύριοι τῶν τε ἐδέοντο ἔτυχον καὶ ἀγάλματα ἐκ τῶν ἐλαιέων τουτέων ποιησάμενοι ἱδρύσαντο· καὶ ἥ τε γῆ σφι ἔφερε καρπὸν καὶ Ἀθηναίοισι ἐπετέλεον τὰ συνέθεντο.
83.1. Now at this time, as before it, the Aeginetans were in all matters still subject to the Epidaurians and even crossed to Epidaurus for the hearing of their own private lawsuits. From this time, however, they began to build ships, and stubbornly revolted from the Epidaurians.
83.1. τοῦτον δʼ ἔτι τὸν χρόνον καὶ πρὸ τοῦ Αἰγινῆται Ἐπιδαυρίων ἤκουον τά τε ἄλλα καὶ δίκας διαβαίνοντες ἐς Ἐπίδαυρον ἐδίδοσάν τε καὶ ἐλάμβανον παρʼ ἀλλήλων οἱ Αἰγινῆται· τὸ δὲ ἀπὸ τοῦδε νέας τε πηξάμενοι καὶ ἀγνωμοσύνῃ χρησάμενοι ἀπέστησαν ἀπὸ τῶν Ἐπιδαυρίων.
83.2. In the course of this struggle, they did the Epidaurians much damage and stole their images of Damia and Auxesia. These they took away and set them up in the middle of their own country at a place called Oea, about twenty furlongs distant from their city.
83.2. ἅτε δὲ ἐόντες διάφοροι ἐδηλέοντο αὐτούς, ὥστε θαλασσοκράτορες ἐόντες, καὶ δὴ καὶ τὰ ἀγάλματα ταῦτα τῆς τε Δαμίης καὶ τῆς Αὐξησίης ὑπαιρέονται αὐτῶν, καί σφεα ἐκόμισάν τε καὶ ἱδρύσαντο τῆς σφετέρης χώρης ἐς τὴν μεσόγαιαν, τῇ Οἴη μὲν ἐστὶ οὔνομα, στάδια δὲ μάλιστά κῃ ἀπὸ τῆς πόλιος ὡς εἴκοσι ἀπέχει.
83.3. Having set them up in this place they sought their favor with sacrifices and female choruses in the satirical and abusive mode. Ten men were appointed providers of a chorus for each of the deities, and the choruses aimed their raillery not at any men but at the women of the country. The Epidaurians too had the same rites, and they have certain secret rites as well.
83.3. ἱδρυσάμενοι δὲ ἐν τούτῳ τῷ χώρῳ θυσίῃσί τε σφέα καὶ χοροῖσι γυναικηίοισι κερτομίοισι ἱλάσκοντο, χορηγῶν ἀποδεικνυμένων ἑκατέρῃ τῶν δαιμόνων δέκα ἀνδρῶν· κακῶς δὲ ἠγόρευον οἱ χοροὶ ἄνδρα μὲν οὐδένα, τὰς δὲ ἐπιχωρίας γυναῖκας. ἦσαν δὲ καὶ τοῖσι Ἐπιδαυρίοισι αἱ αὐταὶ ἱροεργίαι· εἰσὶ δέ σφι καὶ ἄρρητοι ἱρουργίαι.
84.1. When these images were stolen, the Epidaurians ceased from fulfilling their agreement with the Athenians. Then the Athenians sent an angry message to the Epidaurians who pleaded in turn that they were doing no wrong. “For as long,” they said, “as we had the images in our country, we fulfilled our agreement. Now that we are deprived of them, it is not just that we should still be paying. Ask your dues of the men of Aegina, who have the images.”
84.1. κλεφθέντων δὲ τῶνδε τῶν ἀγαλμάτων οἱ Ἐπιδαύριοι τοῖσι Ἀθηναίοισι τὰ συνέθεντο οὐκ ἐπετέλεον. πέμψαντες δὲ οἱ Ἀθηναῖοι ἐμήνιον τοῖσι Ἐπιδαυρίοισι· οἳ δὲ ἀπέφαινον λόγῳ ὡς οὐκ ἀδικέοιεν· ὅσον μὲν γὰρ χρόνον εἶχον τὰ ἀγάλματα ἐν τῇ χώρῃ, ἐπιτελέειν τὰ συνέθεντο, ἐπεὶ δὲ ἐστερῆσθαι αὐτῶν, οὐ δίκαιον εἶναι ἀποφέρειν ἔτι, ἀλλὰ τοὺς ἔχοντας αὐτὰ Αἰγινήτας πρήσσεσθαι ἐκέλευον.
84.2. The Athenians therefore sent to Aegina and demanded that the images be restored, but the Aeginetans answered that they had nothing to do with the Athenians.
84.2. πρὸς ταῦτα οἱ Ἀθηναῖοι ἐς Αἴγιναν πέμψαντες ἀπαίτεον τὰ ἀγάλματα· οἱ δὲ Αἰγινῆται ἔφασαν σφίσι τε καὶ Ἀθηναίοισι εἶναι οὐδὲν πρῆγμα.
85.1. The Athenians report that after making this demand, they despatched one trireme with certain of their citizens who, coming in the name of the whole people to Aegina, attempted to tear the images, as being made of Attic wood, from their bases so that they might carry them away.
85.1. Ἀθηναῖοι μέν νυν λέγουσι μετὰ τὴν ἀπαίτησιν ἀποσταλῆναι τριήρεϊ μιῇ τῶν ἀστῶν τούτους οἳ ἀποπεμφθέντες ἀπὸ τοῦ κοινοῦ καὶ ἀπικόμενοι ἐς Αἴγιναν τὰ ἀγάλματα ταῦτα ὡς σφετέρων ξύλων ἐόντα ἐπειρῶντο ἐκ τῶν βάθρων ἐξανασπᾶν, ἵνα σφέα ἀνακομίσωνται.
85.2. When they could not obtain possession of them in this manner, they tied cords around the images with which they could be dragged. While they were attempting to drag them off, they were overtaken both by a thunderstorm and an earthquake. This drove the trireme's crew to such utter madness that they began to slay each other as if they were enemies. At last only one of all was left, who returned by himself to Phalerum.
85.2. οὐ δυναμένους δὲ τούτῳ τῷ τρόπῳ αὐτῶν κρατῆσαι, περιβαλόντας σχοινία ἕλκειν τὰ ἀγάλματα, καί σφι ἕλκουσι βροντήν τε καὶ ἅμα τῇ βροντῇ σεισμὸν ἐπιγενέσθαι· τοὺς δὲ τριηρίτας τοὺς ἕλκοντας ὑπὸ τούτων ἀλλοφρονῆσαι, παθόντας δὲ τοῦτο κτείνειν ἀλλήλους ἅτε πολεμίους, ἐς ὃ ἐκ πάντων ἕνα λειφθέντα ἀνακομισθῆναι αὐτὸν ἐς Φάληρον.
86.1. This is the Athenian version of the matter, but the Aeginetans say that the Athenians came not in one ship only, for they could easily have kept off a single ship, or several, for that matter, even if they had no navy themselves. The truth was, they said, that the Athenians descended upon their coasts with many ships and that they yielded to them without making a fight of it at sea.
86.1. Ἀθηναῖοι μὲν οὕτω γενέσθαι λέγουσι, Αἰγινῆται δὲ οὐ μιῇ νηὶ ἀπικέσθαι Ἀθηναίους· μίαν μὲν γὰρ καὶ ὀλίγῳ πλεῦνας μιῆς, καὶ εἰ σφίσι μὴ ἔτυχον ἐοῦσαι νέες, ἀπαμύνεσθαι ἂν εὐπετέως· ἀλλὰ πολλῇσι νηυσὶ ἐπιπλέειν σφίσι ἐπὶ τὴν χώρην, αὐτοὶ δέ σφι εἶξαι καὶ οὐ ναυμαχῆσαι.
86.2. They are not able to determine clearly whether it was because they admitted to being weaker at sea-fighting that they yielded, or because they were planning what they then actually did.
86.2. οὐκ ἔχουσι δὲ τοῦτο διασημῆναι ἀτρεκέως, οὔτε εἰ ἥσσονες συγγινωσκόμενοι εἶναι τῇ ναυμαχίῃ κατὰ τοῦτο εἶξαν, οὔτε εἰ βουλόμενοι ποιῆσαι οἷόν τι καὶ ἐποίησαν.
86.3. When, as the Aeginetans say, no man came out to fight with them, the Athenians disembarked from their ships and turned their attention to the images. Unable to drag them from the bases, they fastened cords on them and dragged them until they both—this I cannot believe, but another might—fell on their knees. Both have remained in this position ever since.
86.3. Ἀθηναίους μέν νυν, ἐπείτε σφι οὐδεὶς ἐς μάχην κατίστατο, ἀποβάντας ἀπὸ τῶν νεῶν τραπέσθαι πρὸς τὰ ἀγάλματα, οὐ δυναμένους δὲ ἀνασπάσαι ἐκ τῶν βάθρων αὐτὰ οὕτω δὴ περιβαλομένους σχοινία ἕλκειν, ἐς οὗ ἑλκόμενα τὰ ἀγάλματα ἀμφότερα τὠυτὸ ποιῆσαι, ἐμοὶ μὲν οὐ πιστὰ λέγοντες, ἄλλῳ δὲ τεῷ· ἐς γούνατα γάρ σφι αὐτὰ πεσεῖν, καὶ τὸν ἀπὸ τούτου χρόνον διατελέειν οὕτω ἔχοντα.
86.4. This is what the Athenians did, but the Aeginetans say that they discovered that the Athenians were about to make war upon them and therefore assured themselves of help from the Argives. So when the Athenians disembarked on the land of Aegina, the Argives came to aid the Aeginetans, crossing over from Epidaurus to the island secretly. They then fell upon the Athenians unaware and cut them off from their ships. It was at this moment that the thunderstorm and earthquake came upon them This, then, is the story told by the Argives and Aeginetans, and the Athenians too acknowledge that only one man of their number returned safely to Attica.
86.4. Ἀθηναίους μὲν δὴ ταῦτα ποιέειν· σφέας δὲ Αἰγινῆται λέγουσι πυθομένους τοὺς Ἀθηναίους ὡς μέλλοιεν ἐπὶ σφέας στρατεύεσθαι, ἑτοίμους Ἀργείους ποιέεσθαι. τούς τε δὴ Ἀθηναίους ἀποβεβάναι ἐς τὴν Αἰγιναίην, καὶ ἥκειν βοηθέοντας σφίσι τοὺς Ἀργείους καὶ λαθεῖν τε ἐξ Ἐπιδαύρου διαβάντας ἐς τὴν νῆσον καὶ οὐ προακηκοόσι τοῖσι Ἀθηναίοισι ἐπιπεσεῖν ὑποταμομένους τὸ ἀπὸ τῶν νεῶν, ἅμα τε ἐν τούτῳ τὴν βροντήν τε γενέσθαι καὶ τὸν σεισμὸν αὐτοῖσι. λέγεται μέν νυν ὑπʼ Ἀργείων τε καὶ Αἰγινητέων τάδε, ὁμολογέεται δὲ καὶ ὑπʼ Ἀθηναίων ἕνα μοῦνον τὸν ἀποσωθέντα αὐτῶν ἐς τὴν Ἀττικὴν γενέσθαι·
87.2. The Argives, however, say that he escaped after they had destroyed the rest of the Athenian force, while the Athenians claim that the whole thing was to be attributed to divine power. This one man did not survive but perished in the following manner. It would seem that he made his way to Athens and told of the mishap. When the wives of the men who had gone to attack Aegina heard this, they were very angry that he alone should be safe. They gathered round him and stabbed him with the brooch-pins of their garments, each asking him where her husband was.
87.2. πλὴν Ἀργεῖοι μὲν λέγουσι αὐτῶν τὸ Ἀττικὸν στρατόπεδον διαφθειράντων τὸν ἕνα τοῦτον περιγενέσθαι, Ἀθηναῖοι δὲ τοῦ δαιμονίου· περιγενέσθαι μέντοι οὐδὲ τοῦτον τὸν ἕνα, ἀλλʼ ἀπολέσθαι τρόπῳ τοιῷδε. κομισθεὶς ἄρα ἐς τὰς Ἀθήνας ἀπήγγελλε τὸ πάθος· πυθομένας δὲ τὰς γυναῖκας τῶν ἐπʼ Αἴγιναν στρατευσαμένων ἀνδρῶν, δεινόν τι ποιησαμένας κεῖνον μοῦνον ἐξ ἁπάντων σωθῆναι, πέριξ τὸν ἄνθρωπον τοῦτον λαβούσας καὶ κεντεύσας τῇσι περόνῃσι τῶν ἱματίων εἰρωτᾶν ἑκάστην αὐτέων ὅκου εἴη ὁ ἑωυτῆς ἀνήρ.
87.3. This is how this man met his end, and the Athenians found the action of their women to be more dreadful than their own misfortune. They could find, it is said, no other way to punish the women than changing their dress to the Ionian fashion. Until then the Athenian women had worn Dorian dress, which is very like the Corinthian. It was changed, therefore, to the linen tunic, so that they might have no brooch-pins to use.
87.3. καὶ τοῦτον μὲν οὕτω διαφθαρῆναι, Ἀθηναίοισι δὲ ἔτι τοῦ πάθεος δεινότερόν τι δόξαι εἶναι τὸ τῶν γυναικῶν ἔργον. ἄλλῳ μὲν δὴ οὐκ ἔχειν ὅτεῳ ζημιώσωσι τὰς γυναῖκας, τὴν δὲ ἐσθῆτα μετέβαλον αὐτέων ἐς τὴν Ἰάδα· ἐφόρεον γὰρ δὴ πρὸ τοῦ αἱ τῶν Ἀθηναίων γυναῖκες ἐσθῆτα Δωρίδα, τῇ Κορινθίῃ παραπλησιωτάτην· μετέβαλον ὦν ἐς τὸν λίνεον κιθῶνα, ἵνα δὴ περόνῃσι μὴ χρέωνται.
88.1. The truth of the matter, however, is that this form of dress is not in its origin Ionian, but Carian, for in ancient times all women in Greece wore the costume now known as Dorian.
88.1. ἔστι δὲ ἀληθέι λόγῳ χρεωμένοισι οὐκ Ἰὰς αὕτη ἡ ἐσθὴς τὸ παλαιὸν ἀλλὰ Κάειρα, ἐπεὶ ἥ γε Ἑλληνικὴ ἐσθὴς πᾶσα ἡ ἀρχαίη τῶν γυναικῶν ἡ αὐτὴ ἦν τὴν νῦν Δωρίδα καλέομεν.
88.2. As for the Argives and Aeginetans, this was the reason of their passing a law in both their countries that brooch-pins should be made half as long as they used to be and that brooches should be the principal things offered by women in the shrines of these two goddesses. Furthermore, nothing else Attic should be brought to the temple, not even pottery, and from that time on only drinking vessels made in the country should be used.
88.2. τοῖσι δὲ Ἀργείοισι καὶ τοῖσι Αἰγινήτῃσι καὶ πρὸς ταῦτα ἔτι τόδε ποιῆσαι νόμον εἶναι παρὰ σφίσι ἑκατέροισι τὰς περόνας ἡμιολίας ποιέεσθαι τοῦ τότε κατεστεῶτος μέτρου, καὶ ἐς τὸ ἱρὸν τῶν θεῶν τουτέων περόνας μάλιστα ἀνατιθέναι τὰς γυναῖκας, Ἀττικὸν δὲ μήτε τι ἄλλο προσφέρειν πρὸς τὸ ἱρὸν μήτε κέραμον, ἀλλʼ ἐκ χυτρίδων ἐπιχωριέων νόμον τὸ λοιπὸν αὐτόθι εἶναι πίνειν.
89.1. Ever since that day even to my time the women of Argos and Aegina wore brooch-pins longer than before, by reason of the feud with the Athenians. The enmity of the Athenians against the Aeginetans began as I have told, and now at the Thebans' call the Aeginetans came readily to the aid of the Boeotians, remembering the matter of the images.
89.1. Ἀργείων μέν νυν καὶ Αἰγινητέων αἱ γυναῖκες ἐκ τόσου κατʼ ἔριν τὴν Ἀθηναίων περόνας ἔτι καὶ ἐς ἐμὲ ἐφόρεον μέζονας ἢ πρὸ τοῦ, τῆς δὲ ἔχθρης τῆς πρὸς Αἰγινήτας ἐξ Ἀθηναίων γενομένης ἀρχὴ κατὰ τὰ εἴρηται ἐγένετο. τότε δὲ Θηβαίων ἐπικαλεομένων, προθύμως τῶν περὶ τὰ ἀγάλματα γενομένων ἀναμιμνησκόμενοι οἱ Αἰγινῆται ἐβοήθεον τοῖσι Βοιωτοῖσι.
89.2. While the Aeginetans were laying waste to the seaboard of Attica, the Athenians were setting out to march against them, but an oracle from Delphi came to them bidding them to restrain themselves for thirty years after the wrongdoing of the Aeginetans, and in the thirty-first to mark out a precinct for Aeacus and begin the war with Aegina. In this way their purpose would prosper. If, however, they sent an army against their enemies straightaway, they would indeed subdue them in the end but would in the meantime both suffer and do many things.
89.2. Αἰγινῆταί τε δὴ ἐδηίουν τῆς Ἀττικῆς τὰ παραθαλάσσια, καὶ Ἀθηναίοισι ὁρμημένοισι ἐπʼ Αἰγινήτας στρατεύεσθαι ἦλθε μαντήιον ἐκ Δελφῶν, ἐπισχόντας ἀπὸ τοῦ Αἰγινητέων ἀδικίου τριήκοντα ἔτεα, τῷ ἑνὶ καὶ τριηκοστῷ Αἰακῷ τέμενος ἀποδέξαντας ἄρχεσθαι τοῦ πρὸς Αἰγινήτας πολέμου, καί σφι χωρήσειν τὰ βούλονται· ἢν δὲ αὐτίκα ἐπιστρατεύωνται, πολλὰ μὲν σφέας ἐν τῷ μεταξὺ τοῦ χρόνου πείσεσθαι πολλὰ δὲ καὶ ποιήσειν, τέλος μέντοι καταστρέψεσθαι.
89.3. When the Athenians heard this reported to them, they marked out for Aeacus that precinct which is now set in their marketplace, but they could not stomach the order that they must hold their hand for thirty years, seeing that the Aeginetans had dealt them a foul blow.
89.3. ταῦτα ὡς ἀπενειχθέντα ἤκουσαν οἱ Ἀθηναῖοι, τῷ μὲν Αἰακῷ τέμενος ἀπέδεξαν τοῦτο τὸ νῦν ἐπὶ τῆς ἀγορῆς ἵδρυται, τριήκοντα δὲ ἔτεα οὐκ ἀνέσχοντο ἀκούσαντες ὅκως χρεὸν εἴη ἐπισχεῖν πεπονθότας ὑπʼ Αἰγινητέων ἀνάρσια.
90.1. As they were making ready for vengeance, a matter which took its rise in Lacedaemon hindered them, for when the Lacedaemonians learned of the plot of the Alcmaeonids with the Pythian priestess and of her plot against themselves and the Pisistratidae, they were very angry for two reasons, namely that they had driven their own guests and friends from the country they dwelt in, and that the Athenians showed them no gratitude for their doing so.
90.1. ἐς τιμωρίην δὲ παρασκευαζομένοισι αὐτοῖσι ἐκ Λακεδαιμονίων πρῆγμα ἐγειρόμενον ἐμπόδιον ἐγένετο. πυθόμενοι γὰρ Λακεδαιμόνιοι τὰ ἐκ τῶν Ἀλκμεωνιδέων ἐς τὴν Πυθίην μεμηχανημένα καὶ τὰ ἐκ τῆς Πυθίης ἐπὶ σφέας τε καὶ τοὺς Πεισιστρατίδας συμφορὴν ἐποιεῦντο διπλῆν, ὅτι τε ἄνδρας ξείνους σφίσι ἐόντας ἐξεληλάκεσαν ἐκ τῆς ἐκείνων, καὶ ὅτι ταῦτα ποιήσασι χάρις οὐδεμία ἐφαίνετο πρὸς Ἀθηναίων.
90.2. Furthermore, they were spurred on by the oracles which foretold that many deeds of enmity would be perpetrated against them by the Athenians. Previously they had had no knowledge of these oracles but now Cleomenes brought them to Sparta, and the Lacedaemonians learned their contents. It was from the Athenian acropolis that Cleomenes took the oracles, which had been in the possession of the Pisistratidae earlier. When they were exiled, they left them in the temple from where they were retrieved by Cleomenes.
90.2. ἔτι τε πρὸς τούτοισι ἐνῆγον σφέας οἱ χρησμοὶ λέγοντες πολλά τε καὶ ἀνάρσια ἔσεσθαι αὐτοῖσι ἐξ Ἀθηναίων, τῶν πρότερον μὲν ἦσαν ἀδαέες, τότε δὲ Κλεομένεος κομίσαντος ἐς Σπάρτην ἐξέμαθον. ἐκτήσατο δὲ ὁ Κλεομένης ἐκ τῆς Ἀθηναίων ἀκροπόλιος τοὺς χρησμούς, τοὺς ἔκτηντο μὲν πρότερον οἱ Πεισιστρατίδαι, ἐξελαυνόμενοι δὲ ἔλιπον ἐν τῷ ἱρῷ, καταλειφθέντας δὲ ὁ Κλεομένης ἀνέλαβε.
91.1. Now the Lacedaemonians, when they regained the oracles and saw the Athenians increasing in power and in no way inclined to obey them, realized that if the Athenians remained free, they would be equal in power with themselves, but that if they were held down under tyranny, they would be weak and ready to serve a master. Perceiving all this, they sent to bring Pisistratus' son Hippias from Sigeum on the Hellespont, the Pisistratidae's place of refuge.
91.1. τότε δὲ ὡς ἀνέλαβον οἱ Λακεδαιμόνιοι τοὺς χρησμοὺς καὶ τοὺς Ἀθηναίους ὥρων αὐξομένους καὶ οὐδαμῶς ἑτοίμους ἐόντας πείθεσθαι σφίσι, νόῳ λαβόντες ὡς ἐλεύθερον μὲν ἐὸν τὸ γένος τὸ Ἀττικὸν ἰσόρροπον ἂν τῷ ἑωυτῶν γίνοιτο, κατεχόμενον δὲ ὑπὸ τυραννίδος ἀσθενὲς καὶ πειθαρχέεσθαι ἕτοιμον· μαθόντες δὲ τούτων ἕκαστα μετεπέμποντο Ἱππίην τὸν Πεισιστράτου ἀπὸ Σιγείου τοῦ ἐν Ἑλλησπόντῳ ἐς ὃ καταφεύγουσι οἱ Πεισιστρατίδαι.
91.2. When Hippias arrived, the Spartans sent for envoys from the rest of their allies and spoke to them as follows: “Sirs, our allies, we do acknowledge that we have acted wrongly, for, led astray by lying divinations, we drove from their native land men who were our close friends and promised to make Athens subject to us. Then we handed that city over to a thankless people which had no sooner lifted up its head in the freedom which we gave it, than it insolently cast out us and our king. Now it has bred such a spirit of pride and is growing so much in power, that its neighbors in Boeotia and Chalcis have really noticed it, and others too will soon recognize their error.
91.2. ἐπείτε δέ σφι Ἱππίης καλεόμενος ἧκε, μεταπεμψάμενοι καὶ τῶν ἄλλων συμμάχων ἀγγέλους ἔλεγόν σφι Σπαρτιῆται τάδε. ἄνδρες σύμμαχοι, συγγινώσκομεν αὐτοῖσι ἡμῖν οὐ ποιήσασι ὀρθῶς· ἐπαερθέντες γὰρ κιβδήλοισι μαντηίοισι ἄνδρας ξείνους ἐόντας ἡμῖν τὰ μάλιστα καὶ ἀναδεκομένους ὑποχειρίας παρέξειν τὰς Ἀθήνας, τούτους ἐκ τῆς πατρίδος ἐξηλάσαμεν, καὶ ἔπειτα ποιήσαντες ταῦτα δήμῳ ἀχαρίστῳ παρεδώκαμεν τὴν πόλιν· ὃς ἐπείτε διʼ ἡμέας ἐλευθερωθεὶς ἀνέκυψε, ἡμέας μὲν καὶ τὸν βασιλέα ἡμέων περιυβρίσας ἐξέβαλε, δόξαν δὲ φύσας αὐξάνεται, ὥστε ἐκμεμαθήκασι μάλιστα μὲν οἱ περίοικοι αὐτῶν Βοιωτοὶ καὶ Χαλκιδέες, τάχα δέ τις καὶ ἄλλος ἐκμαθήσεται ἁμαρτών.
91.3. Since we erred in doing what we did, we will now attempt with your aid to avenge ourselves on them. It is on this account and no other that we have sent for Hippias, whom you see, and have brought you from your cities, namely that uniting our counsels and our power, we may bring him to Athens and restore that which we took away.”
91.3. ἐπείτε δὲ ἐκεῖνα ποιήσαντες ἡμάρτομεν, νῦν πειρησόμεθα σφέας ἅμα ὑμῖν ἀπικόμενοι τίσασθαι· αὐτοῦ γὰρ τούτου εἵνεκεν τόνδε τε Ἱππίην μετεπεμψάμεθα καὶ ὑμέας ἀπὸ τῶν πολίων, ἵνα κοινῷ τε λόγῳ καὶ κοινῷ στόλῳ ἐσαγαγόντες αὐτὸν ἐς τὰς Ἀθήνας ἀποδῶμεν τὰ καὶ ἀπειλόμεθα.
92.1. These were the words of the Lacedaemonians, but their words were ill-received by the greater part of their allies. The rest then keeping silence, Socles, a Corinthian, said, “In truth heaven will be beneath the earth and the earth aloft above the heaven, and men will dwell in the sea and fishes where men dwelt before, now that you, Lacedaemonians, are destroying the rule of equals and making ready to bring back tyranny into the cities, tyranny, a thing more unrighteous and bloodthirsty than anything else on this earth.
92.1. οἳ μὲν ταῦτα ἔλεγον, τῶν δὲ συμμάχων τὸ πλῆθος οὐκ ἐνεδέκετο τοὺς λόγους. οἱ μέν νυν ἄλλοι ἡσυχίην ἦγον, Κορίνθιος δὲ Σωκλέης ἔλεξε τάδε. ἦ δὴ ὅ τε οὐρανὸς ἔνερθε ἔσται τῆς γῆς καὶ ἡ γῆ μετέωρος ὑπὲρ τοῦ οὐρανοῦ, καὶ ἄνθρωποι νομὸν ἐν θαλάσσῃ ἕξουσι καὶ ἰχθύες τὸν πρότερον ἄνθρωποι, ὅτε γε ὑμεῖς ὦ Λακεδαιμόνιοι ἰσοκρατίας καταλύοντες τυραννίδας ἐς τὰς πόλις κατάγειν παρασκευάζεσθε, τοῦ οὔτε ἀδικώτερον ἐστὶ οὐδὲν κατʼ ἀνθρώπους οὔτε μιαιφονώτερον.
92A.2. If indeed it seems to you to be a good thing that the cities be ruled by tyrants, set up a tyrant among yourselves first and then seek to set up such for the rest. As it is, however, you, who have never made trial of tyrants and take the greatest precautions that none will arise at Sparta, deal wrongfully with your allies. If you had such experience of that thing as we have, you would be more prudent advisers concerning it than you are now.”
92A.2. εἰ γὰρ δὴ τοῦτό γε δοκέει ὑμῖν εἶναι χρηστὸν ὥστε τυραννεύεσθαι τὰς πόλις, αὐτοὶ πρῶτοι τύραννον καταστησάμενοι παρὰ σφίσι αὐτοῖσι οὕτω καὶ τοῖσι ἄλλοισι δίζησθε κατιστάναι· νῦν δὲ αὐτοὶ τυράννων ἄπειροι ἐόντες, καὶ φυλάσσοντες τοῦτο δεινότατα ἐν τῇ Σπάρτῃ μὴ γενέσθαι, παραχρᾶσθε ἐς τοὺς συμμάχους. εἰ δὲ αὐτοῦ ἔμπειροι ἔατε κατά περ ἡμεῖς, εἴχετε ἂν περὶ αὐτοῦ γνώμας ἀμείνονας συμβαλέσθαι ἤ περ νῦν.
92B.1. The Corinthian state was ordered in such manner as I will show. There was an oligarchy, and this group of men, called the Bacchiadae, held sway in the city, marrying and giving in marriage among themselves. Now Amphion, one of these men, had a crippled daughter, whose name was Labda. Since none of the Bacchiadae would marry her, she was wedded to Eetion son of Echecrates, of the township of Petra, a Lapith by lineage and of the posterity of Caeneus.
92B.1. Κορινθίοισι γὰρ ἦν πόλιος κατάστασις τοιήδε· ἦν ὀλιγαρχίη, καὶ οὗτοι Βακχιάδαι καλεόμενοι ἔνεμον τὴν πόλιν, ἐδίδοσαν δὲ καὶ ἤγοντο ἐξ ἀλλήλων. Ἀμφίονι δὲ ἐόντι τούτων τῶν ἀνδρῶν γίνεται θυγάτηρ χωλή· οὔνομα δέ οἱ ἦν Λάβδα. ταύτην Βακχιαδέων γὰρ οὐδεὶς ἤθελε γῆμαι, ἴσχει Ἠετίων ὁ Ἐχεκράτεος, δήμου μὲν ἐὼν ἐκ Πέτρης, ἀτὰρ τὰ ἀνέκαθεν Λαπίθης τε καὶ Καινείδης.
92B.2. When no sons were born to him by this wife or any other, he set out to Delphi to enquire concerning the matter of acquiring offspring. As soon as he entered, the Pythian priestess spoke these verses to him:Eetion, worthy of honor, no man honors you.Labda is with child, and her child will be a millstoneWhich will fall upon the rulers and will bring justice to Corinth.
92B.2. ἐκ δέ οἱ ταύτης τῆς γυναικὸς οὐδʼ ἐξ ἄλλης παῖδες ἐγίνοντο. ἐστάλη ὦν ἐς Δελφοὺς περὶ γόνου. ἐσιόντα δὲ αὐτὸν ἰθέως ἡ Πυθίη προσαγορεύει τοῖσιδε τοῖσι ἔπεσι.Ἠετίων, οὔτις σε τίει πολύτιτον ἐόντα.Λάβδα κύει, τέξει δʼ ὀλοοίτροχον· ἐν δὲ πεσεῖταιἀνδράσι μουνάρχοισι, δικαιώσει δὲ Κόρινθον.
92B.3. This oracle which was given to Eetion was in some way made known to the Bacchiadae. The earlier oracle sent to Corinth had not been understood by them, despite the fact that its meaning was the same as the meaning of the oracle of Eetion, and it read as follows:An eagle in the rocks has conceived, and will bring forth a lion,Strong and fierce. The knees of many will it loose.This consider well, Corinthians,You who dwell by lovely Pirene and the overhanging heights of Corinth.
92B.3. ταῦτα χρησθέντα τῷ Ἠετίωνι ἐξαγγέλλεταί κως τοῖσι Βακχιάδῃσι, τοῖσι τὸ μὲν πρότερον γενόμενον χρηστήριον ἐς Κόρινθον ἦν ἄσημον, φέρον τε ἐς τὠυτὸ καὶ τὸ τοῦ Ἠετίωνος καὶ λέγον ὧδε.αἰετὸς ἐν πέτρῃσι κύει, τέξει δὲ λέοντακαρτερὸν ὠμηστήν· πολλῶν δʼ ὑπὸ γούνατα λύσει.ταῦτά νυν εὖ φράζεσθε, Κορίνθιοι, οἳ περὶ καλήνΠειρήνην οἰκεῖτε καὶ ὀφρυόεντα Κόρινθον.
92C.1. This earlier prophecy had been unintelligible to the Bacchiadae, but as soon as they heard the one which was given to Eetion, they understood it at once, recognizing its similarity with the oracle of Eetion. Now understanding both oracles, they kept quiet but resolved to do away with the offspring of Eetion. Then, as soon as his wife had given birth, they sent ten men of their clan to the township where Eetion dwelt to kill the child.
92C.1. τοῦτο μὲν δὴ τοῖσι Βακχιάδῃσι πρότερον γενόμενον ἦν ἀτέκμαρτον· τότε δὲ τὸ Ἠετίωνι γενόμενον ὡς ἐπύθοντο, αὐτίκα καὶ τὸ πρότερον συνῆκαν ἐὸν συνῳδὸν τῷ Ἠετίωνος. συνέντες δὲ καὶ τοῦτο εἶχον ἐν ἡσυχίῃ, ἐθέλοντες τὸν μέλλοντα Ἠετίωνι γίνεσθαι γόνον διαφθεῖραι. ὡς δʼ ἔτεκε ἡ γυνὴ τάχιστα, πέμπουσι σφέων αὐτῶν δέκα ἐς τὸν δῆμον ἐν τῷ κατοίκητο ὁ Ἠετίων ἀποκτενέοντας τὸ παιδίον.
92C.2. These men came to Petra and passing into Eetion's courtyard, asked for the child. Labda, knowing nothing of the purpose of their coming and thinking that they wished to see the baby out of affection for its father, brought it and placed it into the hands of one of them. Now they had planned on their way that the first of them who received the child should dash it to the ground.
92C.2. ἀπικόμενοι δὲ οὗτοι ἐς τὴν Πέτρην καὶ παρελθόντες ἐς τὴν αὐλὴν τὴν Ἠετίωνος αἴτεον τὸ παιδίον· ἡ δὲ Λάβδα εἰδυῖά τε οὐδὲν τῶν εἵνεκα ἐκεῖνοι ἀπικοίατο, καὶ δοκέουσα σφέας φιλοφροσύνης τοῦ πατρὸς εἵνεκα αἰτέειν, φέρουσα ἐνεχείρισε αὐτῶν ἑνί. τοῖσι δὲ ἄρα ἐβεβούλευτο κατʼ ὁδὸν τὸν πρῶτον αὐτῶν λαβόντα τὸ παιδίον προσουδίσαι.
92C.3. When, however, Labda brought and handed over the child, by divine chance it smiled at the man who took it. This he saw, and compassion prevented him from killing it. Filled with pity, he handed it to a second, and this man again to a third. In fact it passed from hand to hand to each of the ten, for none would make an end of it.
92C.3. ἐπεὶ ὦν ἔδωκε φέρουσα ἡ Λάβδα, τὸν λαβόντα τῶν ἀνδρῶν θείῃ τύχῃ προσεγέλασε τὸ παιδίον, καὶ τὸν φρασθέντα τοῦτο οἶκτός τις ἴσχει ἀποκτεῖναι, κατοικτείρας δὲ παραδιδοῖ τῷ δευτέρῳ, ὁ δὲ τῷ τρίτῳ. οὕτω δὴ διεξῆλθε διὰ πάντων τῶν δέκα παραδιδόμενον, οὐδενὸς βουλομένου διεργάσασθαι.
92C.4. They then gave the child back to its mother, and after going out, they stood before the door reproaching and upbraiding one another, but chiefly him who had first received it since he had not acted in accordance with their agreement. Finally they resolved to go in again and all have a hand in the killing.
92C.4. ἀποδόντες ὦν ὀπίσω τῇ τεκούσῃ τὸ παιδίον καὶ ἐξελθόντες ἔξω, ἑστεῶτες ἐπὶ τῶν θυρέων ἀλλήλων ἅπτοντο καταιτιώμενοι, καὶ μάλιστα τοῦ πρώτου λαβόντος, ὅτι οὐκ ἐποίησε κατὰ τὰ δεδογμένα, ἐς ὃ δή σφι χρόνου ἐγγινομένου ἔδοξε αὖτις παρελθόντας πάντας τοῦ φόνου μετίσχειν.
92D.1. Fate, however, had decreed that Eetion's offspring should be the source of ills for Corinth, for Labda, standing close to this door, heard all this. Fearing that they would change their minds and that they would take and actually kill the child, she took it away and hid it where she thought it would be hardest to find, in a chest, for she knew that if they returned and set about searching they would seek in every place—which in fact they did.
92D.1. ἔδει δὲ ἐκ τοῦ Ἠετίωνος γόνου Κορίνθῳ κακὰ ἀναβλαστεῖν. ἡ Λάβδα γὰρ πάντα ταῦτα ἤκουε ἑστεῶσα πρὸς αὐτῇσι τῇσι θύρῃσι· δείσασα δὲ μή σφι μεταδόξῃ καὶ τὸ δεύτερον λαβόντες τὸ παιδίον ἀποκτείνωσι, φέρουσα κατακρύπτει ἐς τὸ ἀφραστότατόν οἱ ἐφαίνετο εἶναι, ἐς κυψέλην, ἐπισταμένη ὡς εἰ ὑποστρέψαντες ἐς ζήτησιν ἀπικνεοίατο πάντα ἐρευνήσειν μέλλοιεν· τὰ δὴ καὶ ἐγίνετο.
92D.2. They came and searched, but when they did not find it, they resolved to go off and say to those who had sent them that they had carried out their orders. They then went away and said this.
92D.2. ἐλθοῦσι δὲ καὶ διζημένοισι αὐτοῖσι ὡς οὐκ ἐφαίνετο, ἐδόκεε ἀπαλλάσσεσθαι καὶ λέγειν πρὸς τοὺς ἀποπέμψαντας ὡς πάντα ποιήσειαν τὰ ἐκεῖνοι ἐνετείλαντο. οἳ μὲν δὴ ἀπελθόντες ἔλεγον ταῦτα.
92E.1. Eetion's son, however, grew up, and because of his escape from that danger, he was called Cypselus, after the chest. When he had reached manhood and was seeking a divination, an oracle of double meaning was given him at Delphi. Putting faith in this, he made an attempt on Corinth and won it.
92E.1. Ἠετίωνι δὲ μετὰ ταῦτα ὁ παῖς ηὐξάνετο, καί οἱ διαφυγόντι τοῦτον τὸν κίνδυνον ἀπὸ τῆς κυψέλης ἐπωνυμίην Κύψελος οὔνομα ἐτέθη. ἀνδρωθέντι δὲ καὶ μαντευομένῳ Κυψέλῳ ἐγένετο ἀμφιδέξιον χρηστήριον ἐν Δελφοῖσι, τῷ πίσυνος γενόμενος ἐπεχείρησέ τε καὶ ἔσχε Κόρινθον. ὁ δὲ χρησμὸς ὅδε ἦν.
92E.2. The oracle was as follows:That man is fortunate who steps into my house,Cypselus, son of Eetion, the king of noble Corinth,He himself and his children, but not the sons of his sons.Such was the oracle. Cypselus, however, when he had gained the tyranny, conducted himself in this way: many of the Corinthians he drove into exile, many he deprived of their wealth, and by far the most he had killed.
92E.2. ὄλβιος οὗτος ἀνὴρ ὃς ἐμὸν δόμον ἐσκαταβαίνει,Κύψελος Ἠετίδης, βασιλεὺς κλειτοῖο Κορίνθουαὐτὸς καὶ παῖδες, παίδων γε μὲν οὐκέτι παῖδες.τὸ μὲν δὴ χρηστήριον τοῦτο ἦν, τυραννεύσας δὲ ὁ Κύψελος τοιοῦτος δή τις ἀνὴρ ἐγένετο· πολλοὺς μὲν Κορινθίων ἐδίωξε, πολλοὺς δὲ χρημάτων ἀπεστέρησε, πολλῷ δέ τι πλείστους τῆς ψυχῆς.