114.1. In this labor Callimachus the polemarch was slain, a brave man, and of the generals Stesilaus son of Thrasylaus died. Cynegirus son of Euphorion fell there, his hand cut off with an ax as he grabbed a ship's figurehead. Many other famous Athenians also fell there.
114.1. καὶ τοῦτο μὲν ἐν τούτῳ τῷ πόνῳ ὁ πολέμαρχος διαφθείρεται, ἀνὴρ γενόμενος ἀγαθός, ἀπὸ δʼ ἔθανε τῶν στρατηγῶν Στησίλεως ὁ Θρασύλεω· τοῦτο δὲ Κυνέγειρος ὁ Εὐφορίωνος ἐνθαῦτα ἐπιλαμβανόμενος τῶν ἀφλάστων νεός, τὴν χεῖρα ἀποκοπεὶς πελέκεϊ πίπτει, τοῦτο δὲ ἄλλοι Ἀθηναίων πολλοί τε καὶ ὀνομαστοί.
115.1. In this way the Athenians overpowered seven ships. The foreigners pushed off with the rest, picked up the Eretrian slaves from the island where they had left them, and sailed around Sunium hoping to reach the city before the Athenians. There was an accusation at Athens that they devised this by a plan of the Alcmaeonidae, who were said to have arranged to hold up a shield as a signal once the Persians were in their ships.
115.1. ἑπτὰ μὲν δὴ τῶν νεῶν ἐπεκράτησαν τρόπῳ τοιῷδε Ἀθηναῖοι· τῇσι δὲ λοιπῇσι οἱ βάρβαροι ἐξανακρουσάμενοι, καὶ ἀναλαβόντες ἐκ τῆς νήσου ἐν τῇ ἔλιπον τὰ ἐξ Ἐρετρίης ἀνδράποδα, περιέπλεον Σούνιον βουλόμενοι φθῆναι τοὺς Ἀθηναίους ἀπικόμενοι ἐς τὸ ἄστυ. αἰτίην δὲ ἔσχε ἐν Ἀθηναίοισι ἐξ Ἀλκμεωνιδέων μηχανῆς αὐτοὺς ταῦτα ἐπινοηθῆναι· τούτους γὰρ συνθεμένους τοῖσι Πέρσῃσι ἀναδέξαι ἀσπίδα ἐοῦσι ἤδη ἐν τῇσι νηυσί.
116.1. They sailed around Sunium, but the Athenians marched back to defend the city as fast as their feet could carry them and got there ahead of the foreigners. Coming from the sacred precinct of Heracles in Marathon, they pitched camp in the sacred precinct of Heracles in Cynosarges. The foreigners lay at anchor off Phalerum, the Athenian naval port at that time. After riding anchor there, they sailed their ships back to Asia.
116.1. οὗτοι μὲν δὴ περιέπλεον Σούνιον· Ἀθηναῖοι δὲ ὡς ποδῶν εἶχον τάχιστα ἐβοήθεον ἐς τὸ ἄστυ, καὶ ἔφθησάν τε ἀπικόμενοι πρὶν ἢ τοὺς βαρβάρους ἥκειν, καὶ ἐστρατοπεδεύσαντο ἀπιγμένοι ἐξ Ἡρακλείου τοῦ ἐν Μαραθῶνι ἐν ἄλλῳ Ἡρακλείῳ τῷ ἐν Κυνοσάργεϊ. οἱ δὲ βάρβαροι τῇσι νηυσὶ ὑπεραιωρηθέντες Φαλήρου, τοῦτο γὰρ ἦν ἐπίνειον τότε τῶν Ἀθηναίων, ὑπὲρ τούτου ἀνακωχεύσαντες τὰς νέας ἀπέπλεον ὀπίσω ἐς τὴν Ἀσίην.
117.1. In the battle at Marathon about six thousand four hundred men of the foreigners were killed, and one hundred and ninety-two Athenians; that many fell on each side.
117.1. ἐν ταύτῃ τῇ ἐν Μαραθῶνι μάχῃ ἀπέθανον τῶν βαρβάρων κατὰ ἑξακισχιλίους καὶ τετρακοσίους ἄνδρας, Ἀθηναίων δὲ ἑκατὸν καὶ ἐνενήκοντα καὶ δύο. ἔπεσον μὲν ἀμφοτέρων τοσοῦτοι.
117.2. The following marvel happened there: an Athenian, Epizelus son of Couphagoras, was fighting as a brave man in the battle when he was deprived of his sight, though struck or hit nowhere on his body, and from that time on he spent the rest of his life in blindness.
117.2. συνήνεικε δὲ αὐτόθι θῶμα γενέσθαι τοιόνδε, Ἀθηναῖον ἄνδρα Ἐπίζηλον τὸν Κουφαγόρεω ἐν τῇ συστάσι μαχόμενόν τε καὶ ἄνδρα γινόμενον ἀγαθὸν τῶν ὀμμάτων στερηθῆναι οὔτε πληγέντα οὐδὲν τοῦ σώματος οὔτε βληθέντα, καὶ τὸ λοιπὸν τῆς ζόης διατελέειν ἀπὸ τούτου τοῦ χρόνου ἐόντα τυφλόν.
117.3. I have heard that he tells this story about his misfortune: he saw opposing him a tall armed man, whose beard overshadowed his shield, but the phantom passed him by and killed the man next to him. I learned by inquiry that this is the story Epizelus tells.
117.3. λέγειν δὲ αὐτὸν περὶ τοῦ πάθεος ἤκουσα τοιόνδε τινὰ λόγον, ἄνδρα οἱ δοκέειν ὁπλίτην ἀντιστῆναι μέγαν, τοῦ τὸ γένειον τὴν ἀσπίδα πᾶσαν σκιάζειν· τὸ δὲ φάσμα τοῦτο ἑωυτὸν μὲν παρεξελθεῖν, τὸν δὲ ἑωυτοῦ παραστάτην ἀποκτεῖναι. ταῦτα μὲν δὴ Ἐπίζηλον ἐπυθόμην λέγειν.
118.1. Datis journeyed with his army to Asia, and when he arrived at Myconos he saw a vision in his sleep. What that vision was is not told, but as soon as day broke Datis made a search of his ships. He found in a Phoenician ship a gilded image of Apollo, and asked where this plunder had been taken. Learning from what temple it had come, he sailed in his own ship to Delos.
118.1. Δᾶτις δὲ πορευόμενος ἅμα τῷ στρατῷ ἐς τὴν Ἀσίην, ἐπείτε ἐγένετο ἐν Μυκόνῳ, εἶδε ὄψιν ἐν τῷ ὕπνῳ. καὶ ἥτις μὲν ἦν ἡ ὄψις, οὐ λέγεται· ὁ δέ, ὡς ἡμέρη τάχιστα ἐπέλαμψε, ζήτησιν ἐποιέετο τῶν νεῶν, εὑρὼν δὲ ἐν νηὶ Φοινίσσῃ ἄγαλμα Ἀπόλλωνος κεχρυσωμένον ἐπυνθάνετο ὁκόθεν σεσυλημένον εἴη, πυθόμενος δὲ ἐξ οὗ ἦν ἱροῦ, ἔπλεε τῇ ἑωυτοῦ νηὶ ἐς Δῆλον·
118.2. The Delians had now returned to their island, and Datis set the image in the temple, instructing the Delians to carry it away to Theban Delium, on the coast opposite Chalcis.
118.2. καὶ ἀπίκατο γὰρ τηνικαῦτα οἱ Δήλιοι ὀπίσω ἐς τὴν νῆσον, κατατίθεταί τε ἐς τὸ ἱρὸν τὸ ἄγαλμα καὶ ἐντέλλεται τοῖσι Δηλίοισι ἀπαγαγεῖν τὸ ἄγαλμα ἐς Δήλιον τὸ Θηβαίων· τὸ δʼ ἔστι ἐπὶ θαλάσσῃ Χαλκίδος καταντίον.
118.3. Datis gave this order and sailed away, but the Delians never carried that statue away; twenty years later the Thebans brought it to Delium by command of an oracle.
118.3. Δᾶτις μὲν δὴ ταῦτα ἐντειλάμενος ἀπέπλεε, τὸν δὲ ἀνδριάντα τοῦτον Δήλιοι οὐκ ἀπήγαγον, ἀλλά μιν διʼ ἐτέων εἴκοσι Θηβαῖοι αὐτοὶ ἐκ θεοπροπίου ἐκομίσαντο ἐπὶ Δήλιον.
119.1. When Datis and Artaphrenes reached Asia in their voyage, they carried the enslaved Eretrians inland to Susa. Before the Eretrians were taken captive, king Darius had been terribly angry with them for doing him unprovoked wrong; but when he saw them brought before him and subject to him, he did them no harm, but settled them in a domain of his own called Ardericca in the Cissian land; this place is two hundred and ten stadia distant from Susa, and forty from the well that is of three kinds.
119.1. τοὺς δὲ τῶν Ἐρετριέων ἀνδραποδισμένους Δᾶτίς τε καὶ Ἀρταφρένης, ὡς προσέσχον πρὸς τὴν Ἀσίην πλέοντες, ἀνήγαγον ἐς Σοῦσα. βασιλεὺς δὲ Δαρεῖος, πρὶν μὲν αἰχμαλώτους γενέσθαι τοὺς Ἐρετριέας, ἐνεῖχέ σφι δεινὸν χόλον, οἷα ἀρξάντων ἀδικίης προτέρων τῶν Ἐρετριέων· ἐπείτε δὲ εἶδε σφέας ἀπαχθέντας παρʼ ἑωυτὸν καὶ ἑωυτῷ ὑποχειρίους ἐόντας, ἐποίησε κακὸν ἄλλο οὐδέν, ἀλλὰ σφέας τῆς Κισσίης χώρης κατοίκισε ἐν σταθμῷ ἑωυτοῦ τῷ οὔνομα ἐστὶ Ἀρδέρικκα, ἀπὸ μὲν Σούσων δέκα καὶ διηκοσίους σταδίους ἀπέχοντι, τεσσεράκοντα δὲ ἀπὸ τοῦ φρέατος τὸ παρέχεται τριφασίας ἰδέας· καὶ γὰρ ἄσφαλτον καὶ ἅλας καὶ ἔλαιον ἀρύσσονται ἐξ αὐτοῦ τρόπῳ τοιῷδε·
119.3. Asphalt and salt and oil are drawn from it in the following way: a windlass is used in the drawing, with half a skin tied to it in place of a bucket; this is dipped into the well and then poured into a tank; then what is drawn is poured into another tank and goes three ways: the asphalt and the salt congeal immediately; the oil, which the Persians call rhadinace, is dark and evil-smelling.
119.3. ἀντλέεται μὲν κηλωνηίῳ, ἀντὶ δὲ γαυλοῦ ἥμισυ ἀσκοῦ οἱ προσδέδεται· ὑποτύψας δὲ τούτῳ ἀντλέει καὶ ἔπειτα ἐγχέει ἐς δεξαμενήν· ἐκ δὲ ταύτης ἐς ἄλλο διαχεόμενον τρέπεται τριφασίας ὁδούς. καὶ ἡ μὲν ἄσφαλτος καὶ οἱ ἅλες πήγνυνται παραυτίκα· τὸ δὲ ἔλαιον οἱ Πέρσαι καλέουσι τοῦτο ῥαδινάκην, ἔστι δὲ μέλαν καὶ ὀδμὴν παρεχόμενον βαρέαν.
119.4. There king Darius settled the Eretrians, and they dwelt in that place until my time, keeping their ancient language. Such was the fate of the Eretrians.
119.4. ἐνθαῦτα τοὺς Ἐρετριέας κατοίκισε βασιλεὺς Δαρεῖος, οἳ καὶ μέχρι ἐμέο εἶχον τὴν χώρην ταύτην, φυλάσοντες τὴν ἀρχαίην γλῶσσαν. τὰ μὲν δὴ περὶ Ἐρετριέας ἔσχε οὕτω.
120.1. After the full moon two thousand Lacedaemonians came to Athens, making such great haste to reach it that they were in Attica on the third day after leaving Sparta. Although they came too late for the battle, they desired to see the Medes, so they went to Marathon and saw them. Then they departed again, praising the Athenians and their achievement.
120.1. Λακεδαιμονίων δὲ ἧκον ἐς τὰς Ἀθήνας δισχίλιοι μετὰ τὴν πανσέληνον, ἔχοντες σπουδὴν πολλὴν καταλαβεῖν, οὕτω ὥστε τριταῖοι ἐκ Σπάρτης ἐγένοντο ἐν τῇ Ἀττικῇ. ὕστεροι δὲ ἀπικόμενοι τῆς συμβολῆς ἱμείροντο ὅμως θεήσασθαι τοὺς Μήδους· ἐλθόντες δὲ ἐς τὸν Μαραθῶνα ἐθεήσαντο. μετὰ δὲ αἰνέοντες Ἀθηναίους καὶ τὸ ἔργον αὐτῶν ἀπαλλάσσοντο ὀπίσω.
121.1. It is a wonder to me, and I do not believe the story, that the Alcmeonidae would ever have agreed to hold up a shield as a sign for the Persians out of a desire to make Athens subject to foreigners and to Hippias; for it is plain to see that they were tyrant-haters as much as Callias (son of Phaenippus and father of Hipponicus), or even more so.
121.1. θῶμα δέ μοι καὶ οὐκ ἐνδέκομαι τὸν λόγον Ἀλκμεωνίδας ἄν κοτε ἀναδέξαι Πέρσῃσι ἐκ συνθήματος ἀσπίδα, βουλομένους ὑπὸ βαρβάροισί τε εἶναι Ἀθηναίους καὶ ὑπὸ Ἱππίῃ· οἵτινες μᾶλλον ἢ ὁμοίως Καλλίῃ τῷ Φαινίππου, Ἱππονίκου δὲ πατρί, φαίνονται μισοτύραννοι ἐόντες.
121.2. Callias was the only Athenian who dared to buy Pisistratus' possessions when they were put up for sale by the state after Pisistratus' banishment from Athens; and he devised other acts of bitter hatred against him.
121.2. Καλλίης τε γὰρ μοῦνος Ἀθηναίων ἁπάντων ἐτόλμα, ὅκως Πεισίστρατος ἐκπέσοι ἐκ τῶν Ἀθηνέων, τὰ χρήματα αὐτοῦ κηρυσσόμενα ὑπὸ τοῦ δημοσίου ὠνέεσθαι, καὶ τἆλλα τὰ ἔχθιστα ἐς αὐτὸν πάντα ἐμηχανᾶτο.
122.1. [This Callias is worthy of all men's remembrance for many reasons: first, because he so excellently freed his country, as I have said; second, for what he did at Olympia, where he won a horserace, and was second in a four-horse chariot, after already winning a Pythian prize, and was the cynosure of all Hellas for the lavishness of his spending;
122.1. [Καλλίεω δὲ τούτου ἄξιον πολλαχοῦ μνήμην ἐστὶ πάντα τινὰ ἔχειν. τοῦτο μὲν γὰρ τὰ προλελεγμένα, ὡς ἀνὴρ ἄκρος ἐλευθερῶν τὴν πατρίδα· τοῦτο δὲ τὰ ἐν Ὀλυμπίῃ ἐποίησε· ἵππῳ νικήσας, τεθρίππῳ δὲ δεύτερος γενόμενος, Πύθια δὲ πρότερον ἀνελόμενος, ἐφανερώθη ἐς τοὺς Ἕλληνας πάντας δαπάνῃσι μεγίστῃσι.]
122.2. and third, for his behavior regarding his three daughters. When they were of marriageable age, he gave them a most splendid gift and one very pleasant to them, promising that each would wed that man whom she chose for herself from all the Athenians.]
122.2. [τοῦτο δὲ κατὰ τὰς ἑωυτοῦ θυγατέρας ἐούσας τρεῖς οἷός τις ἀνὴρ ἐγένετο· ἐπειδὴ γὰρ ἐγίνοντο γάμου ὡραῖαι, ἔδωκέ σφι δωρεὴν μεγαλοπρεπεστάτην ἐκείνῃσί τε ἐχαρίσατο· ἐκ γὰρ πάντων τῶν Ἀθηναίων τὸν ἑκάστη ἐθέλοι ἄνδρα ἑωυτῇ ἐκλέξασθαι, ἔδωκε τούτῳ τῷ ἀνδρί.]
123.1. The Alcmeonidae were tyrant-haters as much as Callias, or not less so. Therefore I find it a strange and unbelievable accusation that they of all men should have held up a shield; at all times they shunned tyrants, and it was by their contrivance that the sons of Pisistratus were deposed from their tyranny.
123.1. καὶ οἱ Ἀλκμεωνίδαι ὁμοίως ἢ οὐδὲν ἧσσον τούτου ἦσαν μισοτύραννοι. θῶμα ὦν μοι καὶ οὐ προσίεμαι τὴν διαβολὴν τούτους γε ἀναδέξαι ἀσπίδα, οἵτινες ἔφευγόν τε τὸν πάντα χρόνον τοὺς τυράννους, ἐκ μηχανῆς τε τῆς τούτων ἐξέλιπον Πεισιστρατίδαι τὴν τυραννίδα, καὶ οὕτω τὰς Ἀθήνας οὗτοι ἦσαν οἱ ἐλευθερώσαντες πολλῷ μᾶλλον ἤ περ Ἁρμόδιός τε καὶ Ἀριστογείτων, ὡς ἐγὼ κρίνω.
123.2. Thus in my judgment it was they who freed Athens much more than did Harmodius and Aristogeiton. These only enraged the remaining sons of Pisistratus by killing Hipparchus, and did nothing to end the tyranny of the rest of them; but the Alcmeonidae plainly liberated their country, if they truly were the ones who persuaded the Pythian priestess to signify to the Lacedaemonians that they should free Athens, as I have previously shown.
123.2. οἳ μὲν γὰρ ἐξηγρίωσαν τοὺς ὑπολοίπους Πεισιστρατιδέων Ἵππαρχον ἀποκτείναντες, οὐδέ τι μᾶλλον ἔπαυσαν τοὺς λοιποὺς τυραννεύοντας· Ἀλκμεωνίδαι δὲ ἐμφανέως ἠλευθέρωσαν, εἰ δὴ οὗτοί γε ἀληθέως ἦσαν οἱ τὴν Πυθίην ἀναπείσαντες προσημαίνειν Λακεδαιμονίοισι ἐλευθεροῦν τὰς Ἀθήνας, ὥς μοι πρότερον δεδήλωται.
124.1. Perhaps out of some grudge against the Athenian people they betrayed their country. But there were no others at Athens more esteemed or more honored than they;
124.1. ἀλλὰ γὰρ ἴσως τι ἐπιμεμφόμενοι Ἀθηναίων τῷ δήμῳ προεδίδοσαν τὴν πατρίδα. οὐ μὲν ὦν ἦσαν σφέων ἄλλοι δοκιμώτεροι ἔν γε Ἀθηναίοισι ἄνδρες οὐδʼ οἳ μᾶλλον ἐτετιμέατο.
124.2. therefore plain reason forbids believing that they of all men could have held up the shield for any such cause. A shield was held up; this cannot be denied, for it happened; but who did it I do not know, and I can say no further.
124.2. οὕτω οὐδὲ λόγος αἱρέει ἀναδεχθῆναι ἔκ γε ἂν τούτων ἀσπίδα ἐπὶ τοιούτῳ λόγῳ. ἀνεδέχθη μὲν γὰρ ἀσπίς, καὶ τοῦτο οὐκ ἔστι ἄλλως εἰπεῖν· ἐγένετο γάρ· ὃς μέντοι ἦν ὁ ἀναδέξας, οὐκ ἔχω προσωτέρω εἰπεῖν τούτων.
125.1. The Alcmeonidae had been men of renown at Athens even in the old days, and from the time of Alcmeon and then Megacles their renown increased.
125.1. οἱ δὲ Ἀλκμεωνίδαι ἦσαν μὲν καὶ τὰ ἀνέκαθεν λαμπροὶ ἐν τῇσι Ἀθήνῃσι, ἀπὸ δὲ Ἀλκμέωνος καὶ αὖτις Μεγακλέος ἐγένοντο καὶ κάρτα λαμπροί.
125.2. When the Lydians from Sardis came from Croesus to the Delphic oracle, Alcmeon son of Megacles worked with them and zealously aided them; when Croesus heard from the Lydians who visited the oracle of Alcmeon's benefits to him, he summoned Alcmeon to Sardis, and there made him a gift of as much gold as he could carry away at one time on his person.
125.2. τοῦτο μὲν γὰρ Ἀλκμέων ὁ Μεγακλέος τοῖσι ἐκ Σαρδίων Λυδοῖσι παρὰ Κροίσου ἀπικνεομένοισι ἐπὶ τὸ χρηστήριον τὸ ἐν Δελφοῖσι συμπρήκτωρ τε ἐγίνετο καὶ συνελάμβανε προθύμως, καί μιν Κροῖσος πυθόμενος τῶν Λυδῶν τῶν ἐς τὰ χρηστήρια φοιτεόντων ἑωυτὸν εὖ ποιέειν μεταπέμπεται ἐς Σάρδις, ἀπικόμενον δὲ δωρέεται χρυσῷ τὸν ἂν δύνηται τῷ ἑωυτοῦ σώματι ἐξενείκασθαι ἐσάπαξ.
125.3. Considering the nature of the gift, Alcmeon planned and employed this device: he donned a wide tunic, leaving a deep fold in it, and put on the most spacious boots that he could find, then went into the treasury to which they led him.
125.3. ὁ δὲ Ἀλκμέων πρὸς τὴν δωρεὴν ἐοῦσαν τοιαύτην τοιάδε ἐπιτηδεύσας προσέφερε· ἐνδὺς κιθῶνα μέγαν καὶ κόλπον βαθὺν καταλιπόμενος τοῦ κιθῶνος, κοθόρνους τε τοὺς εὕρισκε εὐρυτάτους ἐόντας ὑποδησάμενος, ἤιε ἐς τὸν θησαυρὸν ἐς τόν οἱ κατηγέοντο.
125.4. Falling upon a heap of gold-dust, first he packed next to his legs as much gold as his boots would contain; then he filled all the fold of his tunic with gold and strewed the dust among the hair of his head, and took more of it into his mouth; when he came out of the treasury, hardly dragging the weight of his boots, he was like anything rather than a human being, with his mouth crammed full and all his body swollen.
125.4. ἐσπεσὼν δὲ ἐς σωρὸν ψήγματος πρῶτα μὲν παρέσαξε παρὰ τὰς κνήμας τοῦ χρυσοῦ ὅσον ἐχώρεον οἱ κόθορνοι, μετὰ δὲ τὸν κόλπον πάντα πλησάμενος τοῦ χρυσοῦ καὶ ἐς τὰς τρίχας τῆς κεφαλῆς διαπάσας τοῦ ψήγματος καὶ ἄλλο λαβὼν ἐς τὸ στόμα, ἐξήιε ἐκ τοῦ θησαυροῦ ἕλκων μὲν μόγις τοὺς κοθόρνους, παντὶ δὲ τεῷ οἰκὼς μᾶλλον ἢ ἀνθρώπῳ· τοῦ τό τε στόμα ἐβέβυστο καὶ πάντα ἐξώγκωτο.
125.5. Croesus burst out laughing at the sight and gave him all the gold he already had and that much more again. Thus the family grew very rich; Alcmeon came to keep four-horse chariots and won with them at Olympia.
125.5. ἰδόντα δὲ τὸν Κροῖσον γέλως ἐσῆλθε, καί οἱ πάντα τε ἐκεῖνα διδοῖ καὶ πρὸς ἕτερα δωρέεται οὐκ ἐλάσσω ἐκείνων. οὕτω μὲν ἐπλούτησε ἡ οἰκίη αὕτη μεγάλως, καὶ ὁ Ἀλκμέων οὗτος οὕτω τεθριπποτροφήσας Ὀλυμπιάδα ἀναιρέεται.
126.1. In the next generation Cleisthenes the tyrant of Sicyon raised that house still higher, so that it grew much more famous in Hellas than it had formerly been. Cleisthenes son of Aristonymus son of Myron son of Andreas had one daughter, whose name was Agariste. He desired to wed her to the best man he could find in Hellas.
126.1. μετὰ δὲ γενεῇ δευτέρῃ ὕστερον Κλεισθένης αὐτὴν ὁ Σικυώνιος τύραννος ἐξήειρε, ὥστε πολλῷ ὀνομαστοτέρην γενέσθαι ἐν τοῖσι Ἕλλησι ἢ πρότερον ἦν. Κλεισθένεϊ γὰρ τῷ Ἀριστωνύμου τοῦ Μύρωνος τοῦ Ἀνδρέω γίνεται θυγάτηρ τῇ οὔνομα ἦν Ἀγαρίστη. ταύτην ἠθέλησε, Ἑλλήνων ἁπάντων ἐξευρὼν τὸν ἄριστον, τούτῳ γυναῖκα προσθεῖναι.
126.2. It was the time of the Olympian games, and when he was victor there with a four-horse chariot, Cleisthenes made a proclamation that whichever Greek thought himself worthy to be his son-in-law should come on the sixtieth day from then or earlier to Sicyon, and Cleisthenes would make good his promise of marriage in a year from that sixtieth day.
126.2. Ὀλυμπίων ὦν ἐόντων καὶ νικῶν ἐν αὐτοῖσι τεθρίππῳ ὁ Κλεισθένης κήρυγμα ἐποιήσατο, ὅστις Ἑλλήνων ἑωυτὸν ἀξιοῖ Κλεισθένεος γαμβρὸν γενέσθαι, ἥκειν ἐς ἑξηκοστὴν ἡμέρην ἢ καὶ πρότερον ἐς Σικυῶνα, ὡς κυρώσοντος Κλεισθένεος τὸν γάμον ἐν ἐνιαυτῷ, ἀπὸ τῆς ἑξηκοστῆς ἀρξαμένου ἡμέρης.
126.3. Then all the Greeks who were proud of themselves and their country came as suitors, and to that end Cleisthenes had them compete in running and wrestling contests.
126.3. ἐνθαῦτα Ἑλλήνων ὅσοι σφίσι τε αὐτοῖσι ἦσαν καὶ πάτρῃ ἐξωγκωμένοι, ἐφοίτεον μνηστῆρες· τοῖσι Κλεισθένης καὶ δρόμον καὶ παλαίστρην ποιησάμενος ἐπʼ αὐτῷ τούτῳ εἶχε.
127.1. From Italy came Smindyrides of Sybaris, son of Hippocrates, the most luxurious liver of his day (and Sybaris was then at the height of its prosperity), and Damasus of Siris, son of that Amyris who was called the Wise.
127.1. ἀπὸ μὲν δὴ Ἰταλίης ἦλθε Σμινδυρίδης ὁ Ἱπποκράτεος Συβαρίτης, ὃς ἐπὶ πλεῖστον δὴ χλιδῆς εἷς ἀνὴρ ἀπίκετο (ἡ δὲ Σύβαρις ἤκμαζε τοῦτον τὸν χρόνον μάλιστα), καὶ Σιρίτης Δάμασος Ἀμύριος τοῦ σοφοῦ λεγομένου παῖς.
127.2. These came from Italy; from the Ionian Gulf, Amphimnestus son of Epistrophus, an Epidamnian; he was from the Ionian Gulf. From Aetolia came Males, the brother of that Titormus who surpassed all the Greeks in strength, and fled from the sight of men to the farthest parts of the Aetolian land.
127.2. οὗτοι μὲν ἀπὸ Ἰταλίης ἦλθον, ἐκ δὲ τοῦ κόλπου τοῦ Ἰονίου Ἀμφίμνηστος Ἐπιστρόφου Ἐπιδάμνιος· οὗτος δὲ ἐκ τοῦ Ἰονίου κόλπου. Αἰτωλὸς δὲ ἦλθε Τιτόρμου τοῦ ὑπερφύντος τε Ἕλληνας ἰσχύι καὶ φυγόντος ἀνθρώπους ἐς τὰς ἐσχατιὰς τῆς Αἰτωλίδος χώρης, τούτου τοῦ Τιτόρμου ἀδελφεὸς Μάλης.
127.3. From the Peloponnese came Leocedes, son of Phidon the tyrant of Argos, that Phidon who made weights and measures for the Peloponnesians and acted more arrogantly than any other Greek; he drove out the Elean contest-directors and held the contests at Olympia himself. This man's son now came, and Amiantus, an Arcadian from Trapezus, son of Lycurgus; and an Azenian from the town of Paeus, Laphanes, son of that Euphorion who, as the Arcadian tale relates, gave lodging to the Dioscuri, and ever since kept open house for all men; and Onomastus from Elis, son of Agaeus.
127.3. ἀπὸ δὲ Πελοποννήσου Φείδωνος τοῦ Ἀργείων τυράννου παῖς Λεωκήδης, Φείδωνος δὲ τοῦ τὰ μέτρα ποιήσαντος Πελοποννησίοισι καὶ ὑβρίσαντος μέγιστα δὴ Ἑλλήνων πάντων, ὃς ἐξαναστήσας τοὺς Ἠλείων ἀγωνοθέτας αὐτὸς τὸν ἐν Ὀλυμπίῃ ἀγῶνα ἔθηκε· τούτου τε δὴ παῖς καὶ Ἀμίαντος Λυκούργου Ἀρκὰς ἐκ Τραπεζοῦντος, καὶ Ἀζὴν ἐκ Παίου πόλιος Λαφάνης Εὐφορίωνος τοῦ δεξαμένου τε, ὡς λόγος ἐν Ἀρκαδίῃ λέγεται, τοὺς Διοσκούρους οἰκίοισι καὶ ἀπὸ τούτου ξεινοδοκέοντος πάντας ἀνθρώπους, καὶ Ἠλεῖος Ὀνόμαστος Ἀγαίου.
127.4. These came from the Peloponnese itself; from Athens Megacles, son of that Alcmeon who visited Croesus, and also Hippocleides son of Tisandrus, who surpassed the Athenians in wealth and looks. From Eretria, which at that time was prosperous, came Lysanias; he was the only man from Euboea. From Thessaly came a Scopad, Diactorides of Crannon; and from the Molossians, Alcon.
127.4. οὗτοι μὲν δὴ ἐξ αὐτῆς Πελοποννήσου ἦλθον, ἐκ δὲ Ἀθηνέων ἀπίκοντο Μεγακλέης τε ὁ Ἀλκμέωνος τούτου τοῦ παρὰ Κροῖσον ἀπικομένου, καὶ ἄλλος Ἱπποκλείδης Τισάνδρου, πλούτῳ καὶ εἴδεϊ προφέρων Ἀθηναίων. ἀπὸ δὲ Ἐρετρίης ἀνθεύσης τοῦτον τὸν χρόνον Λυσανίης· οὗτος δὲ ἀπʼ Εὐβοίης μοῦνος. ἐκ δὲ Θεσσαλίης ἦλθε τῶν Σκοπαδέων Διακτορίδης Κραννώνιος, ἐκ δὲ Μολοσσῶν Ἄλκων.
128.1. These were the suitors. When they arrived on the appointed day, Cleisthenes first inquired the country and lineage of each; then he kept them with him for a year, testing their manliness and temper and upbringing and manner of life; this he did by consorting with them alone and in company, putting the younger of them to contests of strength, but especially watching their demeanor at the common meal; for as long as he kept them with him, he did everything for them and entertained them with magnificence.
128.1. τοσοῦτοι μὲν ἐγένοντο οἱ μνηστῆρες. ἀπικομένων δὲ τούτων ἐς τὴν προειρημένην ἡμέρην, ὁ Κλεισθένης πρῶτα μὲν τὰς πάτρας τε αὐτῶν ἀνεπύθετο καὶ γένος ἑκάστου, μετὰ δὲ κατέχων ἐνιαυτὸν διεπειρᾶτο αὐτῶν τῆς τε ἀνδραγαθίης καὶ τῆς ὀργῆς καὶ παιδεύσιός τε καὶ τρόπου, καὶ ἑνὶ ἑκάστῳ ἰὼν ἐς συνουσίην καὶ συνάπασι, καὶ ἐς γυμνάσιά τε ἐξαγινέων ὅσοι ἦσαν αὐτῶν νεώτεροι, καὶ τό γε μέγιστον, ἐν τῇ συνεστίῃ διεπειρᾶτο· ὅσον γὰρ κατεῖχε χρόνον αὐτούς, τοῦτον πάντα ἐποίεε καὶ ἅμα ἐξείνιζε μεγαλοπρεπέως.
128.2. The suitors that most pleased him were the ones who had come from Athens, and of these Hippocleides son of Tisandrus was judged foremost, both for his manliness and because in ancestry he was related to the Cypselids of Corinth.
128.2. καὶ δή κου μάλιστα τῶν μνηστήρων ἠρέσκοντο οἱ ἀπʼ Ἀθηνέων ἀπιγμένοι, καὶ τούτων μᾶλλον Ἱπποκλείδης ὁ Τισάνδρου καὶ κατʼ ἀνδραγαθίην ἐκρίνετο καὶ ὅτι τὸ ἀνέκαθεν τοῖσι ἐν Κορίνθῳ Κυψελίδῃσι ἦν προσήκων.
129.1. When the appointed day came for the marriage feast and for Cleisthenes' declaration of whom he had chosen out of them all, Cleisthenes sacrificed a hundred oxen and gave a feast to the suitors and to the whole of Sicyon.
129.1. ὡς δὲ ἡ κυρίη ἐγένετο τῶν ἡμερέων τῆς τε κατακλίσιος τοῦ γάμου καὶ ἐκφάσιος αὐτοῦ Κλεισθένεος τὸν κρίνοι ἐκ πάντων, θύσας βοῦς ἑκατὸν ὁ Κλεισθένης εὐώχεε αὐτούς τε τοὺς μνηστῆρας καὶ Σικυωνίους πάντας.
129.2. After dinner the suitors vied with each other in music and in anecdotes for all to hear. As they sat late drinking, Hippocleides, now far outdoing the rest, ordered the flute-player to play him a dance-tune; the flute-player obeyed and he began to dance. I suppose he pleased himself with his dancing, but Cleisthenes saw the whole business with much disfavor.
129.2. ὡς δὲ ἀπὸ δείπνου ἐγίνοντο, οἱ μνηστῆρες ἔριν εἶχον ἀμφί τε μουσικῇ καὶ τῷ λεγομένῳ ἐς τὸ μέσον. προϊούσης δὲ τῆς πόσιος κατέχων πολλὸν τοὺς ἄλλους ὁ Ἱπποκλείδης ἐκέλευσέ οἱ τὸν αὐλητὴν αὐλῆσαι ἐμμελείην, πειθομένου δὲ τοῦ αὐλητέω ὀρχήσατο. καί κως ἑωυτῷ μὲν ἀρεστῶς ὀρχέετο, ὁ Κλεισθένης δὲ ὁρέων ὅλον τὸ πρῆγμα ὑπώπτευε.
129.3. Hippocleides then stopped for a while and ordered a table to be brought in; when the table arrived, he danced Laconian figures on it first, and then Attic; last of all he rested his head on the table and made gestures with his legs in the air.
129.3. μετὰ δὲ ἐπισχὼν ὁ Ἱπποκλείδης χρόνον ἐκέλευσε τινὰ τράπεζαν ἐσενεῖκαι, ἐσελθούσης δὲ τῆς τραπέζης πρῶτα μὲν ἐπʼ αὐτῆς ὀρχήσατο Λακωνικὰ σχημάτια, μετὰ δὲ ἄλλα Ἀττικά, τὸ τρίτον δὲ τὴν κεφαλὴν ἐρείσας ἐπὶ τὴν τράπεζαν τοῖσι σκέλεσι ἐχειρονόμησε.
129.4. Now Cleisthenes at the first and the second bout of dancing could no more bear to think of Hippocleides as his son-in-law, because of his dancing and his shamelessness, but he had held himself in check, not wanting to explode at Hippocleides; but when he saw him making gestures with his legs, he could no longer keep silence and said, “son of Tisandrus, you have danced away your marriage.” Hippocleides said in answer, “It does not matter to Hippocleides!” Since then this is proverbial.
129.4. Κλεισθένης δὲ τὰ μὲν πρῶτα καὶ τὰ δεύτερα ὀρχεομένου, ἀποστυγέων γαμβρὸν ἄν οἱ ἔτι γενέσθαι Ἱπποκλείδεα διὰ τήν τε ὄρχησιν καὶ τὴν ἀναιδείην, κατεῖχε ἑωυτόν, οὐ βουλόμενος ἐκραγῆναι ἐς αὐτόν· ὡς δὲ εἶδε τοῖσι σκέλεσι χειρονομήσαντα, οὐκέτι κατέχειν δυνάμενος εἶπε ὦ παῖ Τισάνδρου, ἀπορχήσαό γε μὲν τὸν γάμον. ὁ δὲ Ἱπποκλείδης ὑπολαβὼν εἶπε οὐ φροντὶς Ἱπποκλείδῃ. ἀπὸ τούτου μὲν τοῦτο ὀνομάζεται.
130.1. Then Cleisthenes bade them all be silent and spoke to the company at large: “Suitors for my daughter's hand, I thank you one and all; if it were possible I would grant each of you his wish, neither choosing out one to set him above another nor disparaging the rest.
130.1. Κλεισθένης δὲ σιγὴν ποιησάμενος ἔλεξε ἐς μέσον τάδε. ἄνδρες παιδὸς τῆς ἐμῆς μνηστῆρες, ἐγὼ καὶ πάντας ὑμέας ἐπαινέω καὶ πᾶσι ὑμῖν, εἰ οἷόν τε εἴη, χαριζοίμην ἄν, μήτʼ ἕνα ὑμέων ἐξαίρετον ἀποκρίνων μήτε τοὺς λοιποὺς ἀποδοκιμάζων.
130.2. But since I have but one maiden to plan for and so cannot please all of you, to those of you whose suit is rejected I make a gift of a talent of silver to each, for his desire to take a wife from my house and for his sojourn away from his home; and to Megacles son of Alcmeon do I betroth my daughter Agariste, by the laws of the Athenians.” Megacles accepted the betrothal, and Cleisthenes brought the marriage to pass.
130.2. ἀλλʼ οὐ γὰρ οἷά τε ἐστὶ μιῆς πέρι παρθένου βουλεύοντα πᾶσι κατὰ νόον ποιέειν, τοῖσι μὲν ὑμέων ἀπελαυνομένοισι τοῦδε τοῦ γάμου τάλαντον ἀργυρίου ἑκάστῳ δωρεὴν δίδωμι τῆς ἀξιώσιος εἵνεκα τῆς ἐξ ἐμεῦ γῆμαι καὶ τῆς ἐξ οἴκου ἀποδημίης, τῷ δὲ Ἀλκμέωνος Μεγακλέι ἐγγυῶ παῖδα τὴν ἐμὴν Ἀγαρίστην νόμοισι τοῖσι Ἀθηναίων. φαμένου δὲ ἐγγυᾶσθαι Μεγακλέος ἐκεκύρωτο ὁ γάμος Κλεισθένεϊ.
131.1. Such is the tale of the choice among the suitors; and thus the fame of the Alcmeonidae resounded throughout Hellas. From this marriage was born that Cleisthenes, named after his mother's father from Sicyon, who gave the Athenians their tribes and their democracy;
131.1. ἀμφὶ μὲν κρίσιος τῶν μνηστήρων τοσαῦτα ἐγένετο καὶ οὕτω Ἀλκμεωνίδαι ἐβώσθησαν ἀνὰ τὴν Ἑλλάδα. τούτων δὲ συνοικησάντων γίνεται Κλεισθένης τε ὁ τὰς φυλὰς καὶ τὴν δημοκρατίην Ἀθηναίοισι καταστήσας, ἔχων τὸ οὔνομα ἀπὸ τοῦ μητροπάτορος τοῦ Σικυωνίου·
131.2. he and Hippocrates were born to Megacles; Hippocrates was father of another Megacles and another Agariste, called after Agariste who was Cleisthenes' daughter. She was married to Xanthippus son of Ariphron, and when she was pregnant she saw in her sleep a vision in which she thought she gave birth to a lion. In a few days she bore Xanthippus a son, Pericles.
131.2. οὗτός τε δὴ γίνεται Μεγακλέϊ καὶ Ἱπποκράτης, ἐκ δὲ Ἱπποκράτεος Μεγακλέης τε ἄλλος καὶ Ἀγαρίστη ἄλλη ἀπὸ τῆς Κλεισθένεος Ἀγαρίστης ἔχουσα τὸ οὔνομα· ἣ συνοικήσασά τε Ξανθίππῳ τῷ Ἀρίφρονος καὶ ἔγκυος ἐοῦσα εἶδε ὄψιν ἐν τῷ ὕπνῳ, ἐδόκεε δὲ λέοντα τεκεῖν, καὶ μετʼ ὀλίγας ἡμέρας τίκτει Περικλέα Ξανθίππῳ.
132.1. After the Persian disaster at Marathon, the reputation of Miltiades, already great at Athens, very much increased. He asked the Athenians for seventy ships, an army, and money, not revealing against what country he would lead them, but saying that he would make them rich if they followed him; he would bring them to a country from which they could easily carry away an abundance of gold; so he said when he asked for the ships. The Athenians were induced by these promises and granted his request.
132.1. μετὰ δὲ τὸ ἐν Μαραθῶνι τρῶμα γενόμενον Μιλτιάδης, καὶ πρότερον εὐδοκιμέων παρὰ Ἀθηναίοισι, τότε μᾶλλον αὔξετο. αἰτήσας δὲ νέας ἑβδομήκοντα καὶ στρατιήν τε καὶ χρήματα Ἀθηναίους, οὐ φράσας σφι ἐπʼ ἣν ἐπιστρατεύσεται χώρην, ἀλλὰ φὰς αὐτοὺς καταπλουτιεῖν ἤν οἱ ἕπωνται· ἐπὶ γὰρ χώρην τοιαύτην δή τινα ἄξειν ὅθεν χρυσὸν εὐπετέως ἄφθονον οἴσονται· λέγων τοιαῦτα αἴτεε τὰς νέας. Ἀθηναῖοι δὲ τούτοισι ἐπαερθέντες παρέδοσαν.
133.1. Miltiades took his army and sailed for Paros, on the pretext that the Parians had brought this on themselves by first sending triremes with the Persian fleet to Marathon. Such was the pretext of his argument, but he had a grudge against the Parians because Lysagoras son of Tisias, a man of Parian descent, had slandered him to Hydarnes the Persian.
133.1. παραλαβὼν δὲ ὁ Μιλτιάδης τὴν στρατιὴν ἔπλεε ἐπὶ Πάρον, πρόφασιν ἔχων ὡς οἱ Πάριοι ὑπῆρξαν πρότεροι στρατευόμενοι τριήρεσι ἐς Μαραθῶνα ἅμα τῷ Πέρσῃ. τοῦτο μὲν δὴ πρόσχημα λόγων ἦν, ἀτάρ τινα καὶ ἔγκοτον εἶχε τοῖσι Παρίοισι διὰ Λυσαγόρεα τὸν Τισίεω, ἐόντα γένος Πάριον, διαβαλόντα μιν πρὸς Ὑδάρνεα τὸν Πέρσην.
133.2. When he reached his voyage's destination, Miltiades with his army drove the Parians inside their walls and besieged them; he sent in a herald and demanded a hundred talents, saying that if they did not give it to him, his army would not return home before it had stormed their city.
133.2. ἀπικόμενος δὲ ἐπʼ ἣν ἔπλεε ὁ Μιλτιάδης τῇ στρατιῇ ἐπολιόρκεε Παρίους κατειλημένους ἐντὸς τείχεος, καὶ ἐσπέμπων κήρυκα αἴτεε ἑκατὸν τάλαντα, φάς, ἢν μιν οὐ δῶσι, οὐκ ἀπονοστήσειν τὴν στρατιὴν πρὶν ἢ ἐξέλῃ σφέας.
133.3. The Parians had no intention of giving Miltiades any money at all, and they contrived how to defend their city. They did this by building their wall at night to double its former height where it was most assailable, and also by other devices.
133.3. οἱ δὲ Πάριοι ὅκως μέν τι δώσουσι Μιλτιάδῃ ἀργύριον οὐδὲ διενοεῦντο, οἳ δὲ ὅκως διαφυλάξουσι τὴν πόλιν τοῦτο ἐμηχανῶντο, ἄλλα τε ἐπιφραζόμενοι καὶ τῇ μάλιστα ἔσκε ἑκάστοτε ἐπίμαχον τοῦ τείχεος, τοῦτο ἅμα νυκτὶ ἐξηείρετο διπλήσιον τοῦ ἀρχαίου.
134.1. All the Greeks tell the same story up to this point; after this the Parians themselves say that the following happened: as Miltiades was in a quandary, a captive woman named Timo, Parian by birth and an under-priestess of the goddesses of the dead, came to talk with him.
134.1. ἐς μὲν δὴ τοσοῦτο τοῦ λόγου οἱ πάντες Ἕλληνες λέγουσι, τὸ ἐνθεῦτεν δὲ αὐτοὶ Πάριοι γενέσθαι ὧδε λέγουσι. Μιλτιάδῃ ἀπορέοντι ἐλθεῖν ἐς λόγους αἰχμάλωτον γυναῖκα, ἐοῦσαν μὲν Παρίην γένος, οὔνομα δέ οἱ εἶναι Τιμοῦν, εἶναι δὲ ὑποζάκορον τῶν χθονίων θεῶν· ταύτην ἐλθοῦσαν ἐς ὄψιν Μιλτιάδεω συμβουλεῦσαι, εἰ περὶ πολλοῦ ποιέεται Πάρον ἑλεῖν, τὰ ἂν αὐτὴ ὑποθῆται, ταῦτα ποιέειν.
134.2. Coming before Miltiades, she advised him, if taking Paros was very important to him, to do whatever she suggested. Then, following her advice, he passed through to the hill in front of the city and jumped over the fence of the precinct of Demeter the Lawgiver, since he was unable to open the door. After leaping over, he went to the shrine, whether to move something that should not be moved, or with some other intention. When he was right at the doors, he was immediately seized with panic and hurried back by the same route; leaping down from the wall he twisted his thigh, but some say he hit his knee.
134.2. μετὰ δὲ τὴν μὲν ὑποθέσθαι, τὸν δὲ διερχόμενον ἐπὶ τὸν κολωνὸν τὸν πρὸ τῆς πόλιος ἐόντα ἕρκος θεσμοφόρου Δήμητρος ὑπερθορεῖν, οὐ δυνάμενον τὰς θύρας ἀνοῖξαι, ὑπερθορόντα δὲ ἰέναι ἐπὶ τὸ μέγαρον ὅ τι δὴ ποιήσοντα ἐντός, εἴτε κινήσοντά τι τῶν ἀκινήτων εἴτε ὅ τι δή κοτε πρήξοντα· πρὸς τῇσι θύρῃσί τε γενέσθαι καὶ πρόκατε φρίκης αὐτὸν ὑπελθούσης ὀπίσω τὴν αὐτὴν ὁδὸν ἵεσθαι, καταθρώσκοντα δὲ τὴν αἱμασιὴν τὸν μηρὸν σπασθῆναι· οἳ δὲ αὐτὸν τὸ γόνυ προσπταῖσαι λέγουσι.
135.1. So Miltiades sailed back home in a sorry condition, neither bringing money for the Athenians nor having won Paros; he had besieged the town for twenty-six days and ravaged the island.
135.1. Μιλτιάδης μέν νυν φλαύρως ἔχων ἀπέπλεε ὀπίσω, οὔτε χρήματα Ἀθηναίοισι ἄγων οὔτε Πάρον προσκτησάμενος, ἀλλὰ πολιορκήσας τε ἓξ καὶ εἴκοσι ἡμέρας καὶ δηιώσας τὴν νῆσον.
135.2. The Parians learned that Timo the under-priestess of the goddesses had been Miltiades' guide and desired to punish her for this. Since they now had respite from the siege, they sent messengers to Delphi to ask if they should put the under-priestess to death for guiding their enemies to the capture of her native country, and for revealing to Miltiades the rites that no male should know.
135.2. Πάριοι δὲ πυθόμενοι ὡς ἡ ὑποζάκορος τῶν θεῶν Τιμὼ Μιλτιάδῃ κατηγήσατο, βουλόμενοί μιν ἀντὶ τούτων τιμωρήσασθαι, θεοπρόπους πέμπουσι ἐς Δελφούς ὥς σφεας ἡσυχίη τῆς πολιορκίης ἔσχε· ἔπεμπον δὲ ἐπειρησομένους εἰ καταχρήσωνται τὴν ὑποζάκορον τῶν θεῶν τὴν ἐξηγησαμένην τοῖσι ἐχθροῖσι τῆς πατρίδος ἅλωσιν καὶ τὰ ἐς ἔρσενα γόνον ἄρρητα ἱρὰ ἐκφήνασαν Μιλτιάδῃ.
135.3. But the Pythian priestess forbade them, saying that Timo was not responsible: Miltiades was doomed to make a bad end, and an apparition had led him in these evils.
135.3. ἡ δὲ Πυθίη οὐκ ἔα, φᾶσα οὐ Τιμοῦν εἶναι τὴν αἰτίην τούτων, ἀλλὰ δεῖν γὰρ Μιλτιάδεα τελευτᾶν μὴ εὖ, φανῆναί οἱ τῶν κακῶν κατηγεμόνα.
136.1. Such was the priestess' reply to the Parians. The Athenians had much to say about Miltiades on his return from Paros, especially Xanthippus son of Ariphron, who prosecuted Miltiades before the people for deceiving the Athenians and called for the death penalty.
136.1. παρίοισι μὲν δὴ ταῦτα ἡ Πυθίη ἔχρησε· Ἀθηναῖοι δὲ ἐκ Πάρου Μιλτιάδεα ἀπονοστήσαντα ἔσχον ἐν στόμασι οἵ τε ἄλλοι καὶ μάλιστα Ξάνθιππος ὁ Ἀρίφρονος, ὃς θανάτου ὑπαγαγὼν ὑπὸ τὸν δῆμον Μιλτιάδεα ἐδίωκε τῆς Ἀθηναίων ἀπάτης εἵνεκεν.
136.2. Miltiades was present but could not speak in his own defense, since his thigh was festering; he was laid before the court on a couch, and his friends spoke for him, often mentioning the fight at Marathon and the conquest of Lemnos: how Miltiades had punished the Pelasgians and taken Lemnos, delivering it to the Athenians.
136.2. Μιλτιάδης δὲ αὐτὸς μὲν παρεὼν οὐκ ἀπελογέετο· ἦν γὰρ ἀδύνατος ὥστε σηπομένου τοῦ μηροῦ· προκειμένου δὲ αὐτοῦ ἐν κλίνῃ ὑπεραπελογέοντο οἱ φίλοι, τῆς μάχης τε τῆς ἐν Μαραθῶνι γενομένης πολλὰ ἐπιμεμνημένοι καὶ τὴν Λήμνου αἵρεσιν, ὡς ἑλὼν Λῆμνόν τε καὶ τισάμενος τοὺς Πελασγοὺς παρέδωκε Ἀθηναίοισι.
136.3. The people took his side as far as not condemning him to death, but they fined him fifty talents for his wrongdoing. Miltiades later died of gangrene and rot in his thigh, and the fifty talents were paid by his son Cimon.
136.3. προσγενομένου δὲ τοῦ δήμου αὐτῷ κατὰ τὴν ἀπόλυσιν τοῦ θανάτου, ζημιώσαντος δὲ κατὰ τὴν ἀδικίην πεντήκοντα ταλάντοισι, Μιλτιάδης μὲν μετὰ ταῦτα σφακελίσαντός τε τοῦ μηροῦ καὶ σαπέντος τελευτᾷ, τὰ δὲ πεντήκοντα τάλαντα ἐξέτισε ὁ παῖς αὐτοῦ Κίμων.
137.1. Miltiades son of Cimon took possession of Lemnos in this way: When the Pelasgians were driven out of Attica by the Athenians, whether justly or unjustly I cannot say, beyond what is told; namely, that Hecataeus the son of Hegesandrus declares in his history that the act was unjust;
137.1. Λῆμνον δὲ Μιλτιάδης ὁ Κίμωνος ὧδε ἔσχε. Πελασγοὶ ἐπείτε ἐκ τῆς Ἀττικῆς ὑπὸ Ἀθηναίων ἐξεβλήθησαν, εἴτε ὦν δὴ δικαίως εἴτε ἀδίκως· τοῦτο γὰρ οὐκ ἔχω φράσαι, πλὴν τὰ λεγόμενα, ὅτι Ἑκαταῖος μὲν ὁ Ἡγησάνδρου ἔφησε ἐν τοῖσι λόγοισι λέγων ἀδίκως·
137.2. for when the Athenians saw the land under Hymettus, formerly theirs, which they had given to the Pelasgians as a dwelling-place in reward for the wall that had once been built around the acropolis—when the Athenians saw how well this place was tilled which previously had been bad and worthless, they were envious and coveted the land, and so drove the Pelasgians out on this and no other pretext. But the Athenians themselves say that their reason for expelling the Pelasgians was just.
137.2. ἐπείτε γὰρ ἰδεῖν τοὺς Ἀθηναίους τὴν χώρην, τὴν σφίσι αὐτοῖσι ὑπὸ τὸν Ὑμησσὸν ἐοῦσαν ἔδοσαν Πελασγοῖσι οἰκῆσαι μισθὸν τοῦ τείχεος τοῦ περὶ τὴν ἀκρόπολιν κοτὲ ἐληλαμένου, ταύτην ὡς ἰδεῖν τοὺς Ἀθηναίους ἐξεργασμένην εὖ, τὴν πρότερον εἶναι κακήν τε καὶ τοῦ μηδενὸς ἀξίην, λαβεῖν φθόνον τε καὶ ἵμερον τῆς γῆς, καὶ οὕτω ἐξελαύνειν αὐτοὺς οὐδεμίαν ἄλλην πρόφασιν προϊσχομένους τοὺς Ἀθηναίους.
137.3. The Pelasgians set out from their settlement at the foot of Hymettus and wronged the Athenians in this way: Neither the Athenians nor any other Hellenes had servants yet at that time, and their sons and daughters used to go to the Nine Wells for water; and whenever they came, the Pelasgians maltreated them out of mere arrogance and pride. And this was not enough for them; finally they were caught in the act of planning to attack Athens.
137.3. ὡς δὲ αὐτοὶ Ἀθηναῖοι λέγουσι, δικαίως ἐξελάσαι. κατοικημένους γὰρ τοὺς Πελασγοὺς ὑπὸ τῷ Ὑμησσῷ, ἐνθεῦτεν ὁρμωμένους ἀδικέειν τάδε. φοιτᾶν γὰρ αἰεὶ τὰς σφετέρας θυγατέρας τε καὶ τοὺς παῖδας ἐπʼ ὕδωρ ἐπὶ τὴν Ἐννεάκρουνον· οὐ γὰρ εἶναι τοῦτον τὸν χρόνον σφίσι κω οὐδὲ τοῖσι ἄλλοισι Ἕλλησι οἰκέτας· ὅκως δὲ ἔλθοιεν αὗται, τοὺς Πελασγοὺς ὑπὸ ὕβριός τε καὶ ὀλιγωρίης βιᾶσθαι σφέας. καὶ ταῦτα μέντοι σφι οὐκ ἀποχρᾶν ποιέειν, ἀλλὰ τέλος καὶ ἐπιβουλεύοντας ἐπιχείρησιν φανῆναι ἐπʼ αὐτοφώρῳ.
137.4. The Athenians were much better men than the Pelasgians, since when they could have killed them, caught plotting as they were, they would not so do, but ordered them out of the country. The Pelasgians departed and took possession of Lemnos, besides other places. This is the Athenian story; the other is told by Hecataeus.
137.4. ἑωυτοὺς δὲ γενέσθαι τοσούτῳ ἐκείνων ἄνδρας ἀμείνονας, ὅσῳ, παρεὸν ἑωυτοῖσι ἀποκτεῖναι τοὺς Πελασγούς, ἐπεί σφεας ἔλαβον ἐπιβουλεύοντας, οὐκ ἐθελῆσαι, ἀλλά σφι προειπεῖν ἐκ τῆς γῆς ἐξιέναι. τοὺς δὲ οὕτω δὴ ἐκχωρήσαντας ἄλλα τε σχεῖν χωρία καὶ δὴ καὶ Λῆμνον. ἐκεῖνα μὲν δὴ Ἑκαταῖος ἔλεξε, ταῦτα δὲ Ἀθηναῖοι λέγουσι.
138.1. These Pelasgians dwelt at that time in Lemnos and desired vengeance on the Athenians. Since they well knew the time of the Athenian festivals, they acquired fifty-oared ships and set an ambush for the Athenian women celebrating the festival of Artemis at Brauron. They seized many of the women, then sailed away with them and brought them to Lemnos to be their concubines.
138.1. οἱ δὲ Πελασγοὶ οὗτοι Λῆμνον τότε νεμόμενοι καὶ βουλόμενοι τοὺς Ἀθηναίους τιμωρήσασθαι, εὖ τε ἐξεπιστάμενοι τὰς Ἀθηναίων ὁρτάς, πεντηκοντέρους κτησάμενοι ἐλόχησαν Ἀρτέμιδι ἐν Βραυρῶνι ἀγούσας ὁρτὴν τὰς τῶν Ἀθηναίων γυναῖκας, ἐνθεῦτεν δὲ ἁρπάσαντες τουτέων πολλὰς οἴχοντο ἀποπλέοντες, καί σφεας ἐς Λῆμνον ἀγαγόντες παλλακὰς εἶχον.
138.2. These women bore more and more children, and they taught their sons the speech of Attica and Athenian manners. These boys would not mix with the sons of the Pelasgian women; if one of them was beaten by one of the others, they would all run to his aid and help each other; these boys even claimed to rule the others, and were much stronger.
138.2. ὡς δὲ τέκνων αὗται αἱ γυναῖκες ὑπεπλήσθησαν, γλῶσσάν τε τὴν Ἀττικὴν καὶ τρόπους τοὺς Ἀθηναίων ἐδίδασκον τοὺς παῖδας. οἳ δὲ οὔτε συμμίσγεσθαι τοῖσι ἐκ τῶν Πελασγίδων γυναικῶν παισὶ ἤθελον, εἴ τε τύπτοιτό τις αὐτῶν τινός, ἐβοήθεόν τε πάντες καὶ ἐτιμώρεον ἀλλήλοισι· καὶ δὴ καὶ ἄρχειν τε τῶν παίδων οἱ παῖδες ἐδικαίευν καὶ πολλῷ ἐπεκράτεον.
138.3. When the Pelasgians perceived this, they took counsel together; it troubled them much in their deliberations to think what the boys would do when they grew to manhood, if they were resolved to help each other against the sons of the lawful wives and attempted to rule them already.
138.3. μαθόντες δὲ ταῦτα οἱ Πελασγοὶ ἑωυτοῖσι λόγους ἐδίδοσαν· καί σφι βουλευομένοισι δεινόν τι ἐσέδυνε, εἰ δὴ διαγινώσκοιεν σφίσι τε βοηθέειν οἱ παῖδες πρὸς τῶν κουριδιέων γυναικῶν τοὺς παῖδας καὶ τούτων αὐτίκα ἄρχειν πειρῴατο, τί δὴ ἀνδρωθέντες δῆθεν ποιήσουσι.
138.4. Thereupon the Pelasgians resolved to kill the sons of the Attic women; they did this, and then killed the boys' mothers also. From this deed and the earlier one which was done by the women when they killed their own husbands who were Thoas' companions, a “Lemnian crime” has been a proverb in Hellas for any deed of cruelty.
138.4. ἐνθαῦτα ἔδοξέ σφι κτείνειν τοὺς παῖδας τοὺς ἐκ τῶν Ἀττικέων γυναικῶν. ποιεῦσι δὴ ταῦτα, προσαπολλύουσι δὲ σφέων καὶ τὰς μητέρας. ἀπὸ τούτου δὲ τοῦ ἔργου καὶ τοῦ προτέρου τούτων, τὸ ἐργάσαντο αἱ γυναῖκες τοὺς ἅμα Θόαντι ἄνδρας σφετέρους ἀποκτείνασαι, νενόμισται ἀνὰ τὴν Ἑλλάδα τὰ σχέτλια ἔργα πάντα Λήμνια καλέεσθαι.
139.1. But when the Pelasgians had murdered their own sons and women, their land brought forth no fruit, nor did their wives and their flocks and herds bear offspring as before. Crushed by hunger and childlessness, they sent to Delphi to ask for some release from their present ills.
139.1. ἀποκτείνασι δὲ τοῖσι Πελασγοῖσι τοὺς σφετέρους παῖδάς τε καὶ γυναῖκας οὔτε γῆ καρπὸν ἔφερε οὔτε γυναῖκές τε καὶ ποῖμναι ὁμοίως ἔτικτον καὶ πρὸ τοῦ. πιεζόμενοι δὲ λιμῷ καὶ ἀπαιδίῃ ἐς Δελφοὺς ἔπεμπον λύσιν τινὰ αἰτησόμενοι τῶν παρεόντων κακῶν.
139.2. The Pythian priestess ordered them to pay the Athenians whatever penalty the Athenians themselves judged. The Pelasgians went to Athens and offered to pay the penalty for all their wrongdoing.
139.2. ἡ δὲ Πυθίη σφέας ἐκέλευε Ἀθηναίοισι δίκας διδόναι ταύτας τὰς ἂν αὐτοὶ Ἀθηναῖοι δικάσωσι. ἦλθόν τε δὴ ἐς τὰς Ἀθήνας οἱ Πελασγοὶ καὶ δίκας ἐπαγγέλλοντο βουλόμενοι διδόναι παντὸς τοῦ ἀδικήματος.
139.3. The Athenians set in their town-hall a couch adorned as finely as possible, and placed beside it a table covered with all manner of good things, then ordered the Pelasgians to deliver their land to them in the same condition.
139.3. Ἀθηναῖοι δὲ ἐν τῷ πρυτανηίῳ κλίνην στρώσαντες ὡς εἶχον κάλλιστα καὶ τράπεζαν ἐπιπλέην ἀγαθῶν πάντων παραθέντες, ἐκέλευον τοὺς Πελασγοὺς τὴν χώρην σφίσι παραδιδόναι οὕτω ἔχουσαν.
139.4. The Pelasgians answered, “We will deliver it when a ship with a north wind accomplishes the voyage from your country to ours in one day”; they supposed that this was impossible, since Attica is far to the south of Lemnos.
139.4. οἱ δὲ Πελασγοὶ ὑπολαβόντες εἶπαν ἐπεὰν βορέῃ ἀνέμῳ αὐτημερὸν ἐξανύσῃ νηῦς ἐκ τῆς ὑμετέρης ἐς τὴν ἡμετέρην, τότε παραδώσομεν, ἐπιστάμενοι τοῦτο εἶναι ἀδύνατον γενέσθαι. ἡ γὰρ Ἀττικὴ πρὸς νότον κεῖται πολλὸν τῆς Λήμνου.
140.1. At the time that was all. But a great many years later, when the Chersonese on the Hellespont was made subject to Athens, Miltiades son of Cimon accomplished the voyage from Elaeus on the Chersonese to Lemnos with the Etesian winds then constantly blowing; he proclaimed that the Pelasgians must leave their island, reminding them of the oracle which the Pelasgians thought would never be fulfilled.
140.1. τότε μὲν τοιαῦτα· ἔτεσι δὲ κάρτα πολλοῖσι ὕστερον τούτων, ὡς ἡ Χερσόνησος ἡ ἐπʼ Ἑλλησπόντῳ ἐγένετο ὑπὸ Ἀθηναίοισι, Μιλτιάδης ὁ Κίμωνος ἐτησιέων ἀνέμων κατεστηκότων νηὶ κατανύσας ἐξ Ἐλαιοῦντος τοῦ ἐν Χερσονήσῳ ἐς Λῆμνον προηγόρευε ἐξιέναι ἐκ τῆς νήσου τοῖσι Πελασγοῖσι, ἀναμιμνήσκων σφέας τὸ χρηστήριον, τὸ οὐδαμὰ ἤλπισαν σφίσι οἱ Πελασγοὶ ἐπιτελέεσθαι.
140.2. The Hephaestians obeyed, but the Myrinaeans would not agree that the Chersonese was Attica and were besieged, until they too submitted. Thus did Miltiades and the Athenians take possession of Lemnos.
140.2. Ἡφαιστιέες μέν νυν ἐπείθοντο, Μυριναῖοι δὲ οὐ συγγινωσκόμενοι εἶναι τὴν Χερσόνησον Ἀττικὴν ἐπολιορκέοντο, ἐς ὃ καὶ οὗτοι παρέστησαν. οὕτω δὴ τὴν Λῆμνον ἔσχον Ἀθηναῖοί τε καὶ Μιλτιάδης.