SCRIPTURA

Herodotus · Histories · 37 of 53

Book VII · chapters 1–18

Translated by A. D. Godley

ContentsMarkdown.md ↓

1.1. When the message concerning the fight at Marathon came to Darius son of Hystaspes, already greatly angry against the Athenians for their attack upon Sardis, he was now much more angry and eager to send an expedition against Hellas.

1.1. ἐπεὶ δὲ ἀγγελίη ἀπίκετο περὶ τῆς μάχης τῆς ἐν Μαραθῶνι γενομένης παρὰ βασιλέα Δαρεῖον τὸν Ὑστάσπεος, καὶ πρὶν μεγάλως κεχαραγμένον τοῖσι Ἀθηναίοισι διὰ τὴν ἐς Σάρδις ἐσβολήν, καὶ δὴ καὶ τότε πολλῷ τε δεινότερα ἐποίεε καὶ μᾶλλον ὅρμητο στρατεύεσθαι ἐπὶ τὴν Ἑλλάδα.

1.2. Immediately he sent messengers to all the cities and commanded them to equip an army, instructing each to provide many more ships and horses and provisions and transport vessels than they had before. Asia was in commotion with these messages for three years, as the best men were enrolled for service against Hellas and made preparations.

1.2. καὶ αὐτίκα μὲν ἐπηγγέλλετο πέμπων ἀγγέλους κατὰ πόλις ἑτοιμάζειν στρατιήν, πολλῷ πλέω ἐπιτάσσων ἑκάστοισι ἢ πρότερον παρέχειν, καὶ νέας τε καὶ ἵππους καὶ σῖτον καὶ πλοῖα. τούτων δὲ περιαγγελλομένων ἡ Ἀσίη ἐδονέετο ἐπὶ τρία ἔτεα, καταλεγομένων τε τῶν ἀρίστων ὡς ἐπὶ τὴν Ἑλλάδα στρατευομένων καὶ παρασκευαζομένων.

1.3. In the fourth year the Egyptians, whom Cambyses had enslaved, revolted from the Persians; thereupon Darius was even more eager to send expeditions against both.

1.3. τετάρτῳ δὲ ἔτεϊ Αἰγύπτιοι ὑπὸ Καμβύσεω δουλωθέντες ἀπέστησαν ἀπὸ Περσέων. ἐνθαῦτα δὴ καὶ μᾶλλον ὅρμητο καὶ ἐπʼ ἀμφοτέρους στρατεύεσθαι.

2.1. But while Darius was making preparations against Egypt and Athens, a great quarrel arose among his sons concerning the chief power in the land. They held that before his army marched he must declare an heir to the kingship according to Persian law.

2.1. στελλομένου δὲ Δαρείου ἐπʼ Αἴγυπτον καὶ Ἀθήνας, τῶν παίδων αὐτοῦ στάσις ἐγένετο μεγάλη περὶ τῆς ἡγεμονίης, ὡς δεῖ μιν ἀποδέξαντα βασιλέα κατὰ τὸν Περσέων νόμον οὕτω στρατεύεσθαι.

2.2. Three sons had been born to Darius before he became king by his first wife, the daughter of Gobryas, and four more after he became king by Atossa daughter of Cyrus. Artobazanes was the oldest of the earlier sons, Xerxes of the later; and as sons of different mothers they were rivals. Artobazanes pleaded that he was the oldest of all Darius' offspring and that it was everywhere customary that the eldest should rule; Xerxes argued that he was the son of Cyrus' daughter Atossa and that it was Cyrus who had won the Persians their freedom.

2.2. ἦσαν γὰρ Δαρείῳ καὶ πρότερον ἢ βασιλεῦσαι γεγονότες τρεῖς παῖδες ἐκ τῆς προτέρης γυναικός, Γοβρύεω θυγατρός, καὶ βασιλεύσαντι ἐξ Ἀτόσσης τῆς Κύρου ἕτεροι τέσσερες. τῶν μὲν δὴ προτέρων ἐπρέσβευε Ἀρτοβαζάνης, τῶν δὲ ἐπιγενομένων Ξέρξης. ἐόντες δὲ μητρὸς οὐ τῆς αὐτῆς ἐστασίαζον, ὁ μὲν Ἀρτοβαζάνης κατότι πρεσβύτατός τε εἴη παντὸς τοῦ γόνου καὶ ὅτι νομιζόμενον εἴη πρὸς πάντων ἀνθρώπων τὸν πρεσβύτατον τὴν ἀρχὴν ἔχειν, Ξέρξης δὲ ὡς Ἀτόσσης τε παῖς εἴη τῆς Κύρου θυγατρὸς καὶ ὅτι Κῦρος εἴη ὁ κτησάμενος τοῖσι Πέρσῃσι τὴν ἐλευθερίην.

3.1. While Darius delayed making his decision, it chanced that at this time Demaratus son of Ariston had come up to Susa, in voluntary exile from Lacedaemonia after he had lost the kingship of Sparta.

3.1. Δαρείου δὲ οὐκ ἀποδεικνυμένου κω γνώμην, ἐτύγχανε κατὰ τὠυτὸ τούτοισι καὶ Δημάρητος ὁ Ἀρίστωνος ἀναβεβηκὼς ἐς Σοῦσα, ἐστερημένος τε τῆς ἐν Σπάρτῃ βασιληίης καὶ φυγὴν ἐπιβαλὼν ἑωυτῷ ἐκ Λακεδαίμονος.

3.2. Learning of the contention between the sons of Darius, this man, as the story goes, came and advised Xerxes to add this to what he said: that he had been born when Darius was already king and ruler of Persia, but Artobazanes when Darius was yet a subject;

3.2. οὗτος ὡνὴρ πυθόμενος τῶν Δαρείου παίδων τὴν διαφορήν, ἐλθών, ὡς ἡ φάτις μιν ἔχει, Ξέρξῃ συνεβούλευε λέγειν πρὸς τοῖσι ἔλεγε ἔπεσι, ὡς αὐτὸς μὲν γένοιτο Δαρείῳ ἤδη βασιλεύοντι καὶ ἔχοντι τὸ Περσέων κράτος, Ἀρτοβαζάνης δὲ ἔτι ἰδιώτῃ ἐόντι Δαρείῳ·

3.3. therefore it was neither reasonable nor just that anyone should have the royal privilege before him. At Sparta too (advised Demaratus) it was customary that if sons were born before their father became king, and another son born later when the father was king, the succession to the kingship belongs to the later-born.

3.3. οὔκων οὔτε οἰκὸς εἴη οὔτε δίκαιον ἄλλον τινὰ τὸ γέρας ἔχειν πρὸ ἑωυτοῦ· ἐπεί γε καὶ ἐν Σπάρτῃ ἔφη ὁ Δημάρητος ὑποτιθέμενος οὕτω νομίζεσθαι, ἢν οἳ μὲν προγεγονότες ἔωσι πρὶν ἢ τὸν πατέρα σφέων βασιλεῦσαι, ὁ δὲ βασιλεύοντι ὀψίγονος ἐπιγένηται, τοῦ ἐπιγενομένου τὴν ἔκδεξιν τῆς βασιληίης γίνεσθαι.

3.4. Xerxes followed Demaratus advice, and Darius judged his plea to be just and declared him king. But to my thinking Xerxes would have been made king even without this advice, for Atossa held complete sway.

3.4. χρησαμένου δὲ Ξέρξεω τῇ Δημαρήτου ὑποθήκῃ, γνοὺς ὁ Δαρεῖος ὡς λέγοι δίκαια βασιλέα μιν ἀπέδεξε. δοκέειν δέ μοι, καὶ ἄνευ ταύτης τῆς ὑποθήκης βασιλεῦσαι ἂν Ξέρξης· ἡ γὰρ Ἄτοσσα εἶχε τὸ πᾶν κράτος.

4.1. After declaring Xerxes king, Darius was intent on his expedition. But in the year after this and the revolt of Egypt, death came upon him in the midst of his preparations, after a reign of six and thirty years in all, and it was not granted to him to punish either the revolted Egyptians or the Athenians.

4.1. ἀποδέξας δὲ βασιλέα Πέρσῃσι Ξέρξεα Δαρεῖος ὁρμᾶτο στρατεύεσθαι. ἀλλὰ γὰρ μετὰ ταῦτά τε καὶ Αἰγύπτου ἀπόστασιν τῷ ὑστέρῳ ἔτεϊ παρασκευαζόμενον συνήνεικε αὐτὸν Δαρεῖον, βασιλεύσαντα τὰ πάντα ἕξ τε καὶ τριήκοντα ἔτεα, ἀποθανεῖν, οὐδέ οἱ ἐξεγένετο οὔτε τοὺς ἀπεστεῶτας Αἰγυπτίους οὔτε Ἀθηναίους τιμωρήσασθαι.

5.1. After Darius' death, the royal power descended to his son Xerxes. Now Xerxes was at first by no means eager to march against Hellas; it was against Egypt that he mustered his army. But Mardonius son of Gobryas, Xerxes cousin and the son of Darius' sister, was with the king and had more influence with him than any Persian. He argued as follows: “Master, it is not fitting that the Athenians should go unpunished for their deeds, after all the evil they have done to the Persians.

5.1. ἀποθανόντος δὲ Δαρείου ἡ βασιληίη ἀνεχώρησε ἐς τὸν παῖδα τὸν ἐκείνου Ξέρξην. ὁ τοίνυν Ξέρξης ἐπὶ μὲν τὴν Ἑλλάδα οὐδαμῶς πρόθυμος ἦν κατʼ ἀρχὰς στρατεύεσθαι, ἐπὶ δὲ Αἴγυπτον ἐποιέετο στρατιῆς ἄγερσιν. παρεὼν δὲ καὶ δυνάμενος παρʼ αὐτῷ μέγιστον Περσέων Μαρδόνιος ὁ Γοβρύεω, ὃς ἦν Ξέρξῃ μὲν ἀνεψιὸς Δαρείου δὲ ἀδελφεῆς παῖς, τοιούτου λόγου εἴχετο, λέγων δέσποτα, οὐκ οἰκός ἐστι Ἀθηναίους ἐργασαμένους πολλὰ δὴ κακὰ Πέρσας μὴ οὐ δοῦναι δίκην τῶν ἐποίησαν.

5.2. For now you should do what you have in hand; then, when you have tamed the insolence of Egypt, lead your armies against Athens, so that you may have fair fame among men, and others may beware of invading your realm in the future.”

5.2. ἀλλʼ εἰ τὸ μὲν νῦν ταῦτα πρήσσοις τά περ ἐν χερσὶ ἔχεις· ἡμερώσας δὲ Αἴγυπτον τὴν ἐξυβρίσασαν στρατηλάτεε ἐπὶ τὰς Ἀθήνας, ἵνα λόγος τέ σε ἔχῃ πρὸς ἀνθρώπων ἀγαθός, καί τις ὕστερον φυλάσσηται ἐπὶ γῆν τὴν σὴν στρατεύεσθαι.

5.3. This argument was for vengeance, but he kept adding that Europe was an extremely beautiful land, one that bore all kinds of orchard trees, a land of highest excellence, worthy of no mortal master but the king.

5.3. οὗτος μέν οἱ ὁ λόγος ἦν τιμωρός· τοῦδε δὲ τοῦ λόγου παρενθήκην ποιεέσκετο τήνδε, ὡς ἡ Εὐρώπη περικαλλὴς εἴη χώρη, καὶ δένδρεα παντοῖα φέρει τὰ ἥμερα, ἀρετήν τε ἄκρη, βασιλέι τε μούνῳ θνητῶν ἀξίη ἐκτῆσθαι.

6.1. He said this because he desired adventures and wanted to be governor of Hellas. Finally he worked on Xerxes and persuaded him to do this, and other things happened that helped him to persuade Xerxes.

6.1. ταῦτα ἔλεγε οἷα νεωτέρων ἔργων ἐπιθυμητὴς ἐὼν καὶ θέλων αὐτὸς τῆς Ἑλλάδος ὕπαρχος εἶναι. χρόνῳ δὲ κατεργάσατό τε καὶ ἀνέπεισε ὥστε ποιέειν ταῦτα Ξέρξην· συνέλαβε γὰρ καὶ ἄλλα οἱ σύμμαχα γενόμενα ἐς τὸ πείθεσθαι Ξέρξην.

6.2. Messengers came from Thessaly from the Aleuadae (who were princes of Thessaly) and invited the king into Hellas with all earnestness; the Pisistratidae who had come up to Susa used the same pleas as the Aleuadae, offering Xerxes even more than they did.

6.2. τοῦτο μὲν ἀπὸ τῆς Θεσσαλίης παρὰ τῶν Ἀλευαδέων ἀπιγμένοι ἄγγελοι ἐπεκαλέοντο βασιλέα πᾶσαν προθυμίην παρεχόμενοι ἐπὶ τὴν Ἑλλάδα· οἱ δὲ Ἀλευάδαι οὗτοι ἦσαν Θεσσαλίης βασιλέες. τοῦτο δὲ Πεισιστρατιδέων οἱ ἀναβεβηκότες ἐς Σοῦσα, τῶν τε αὐτῶν λόγων ἐχόμενοι τῶν καὶ οἱ Ἀλευάδαι, καὶ δή τι πρὸς τούτοισι ἔτι πλέον προσωρέγοντό οἱ·

6.3. They had come up to Sardis with Onomacritus, an Athenian diviner who had set in order the oracles of Musaeus. They had reconciled their previous hostility with him; Onomacritus had been banished from Athens by Pisistratus' son Hipparchus, when he was caught by Lasus of Hermione in the act of interpolating into the writings of Musaeus an oracle showing that the islands off Lemnos would disappear into the sea.

6.3. ἔχοντες Ὀνομάκριτον ἄνδρα Ἀθηναῖον, χρησμολόγον τε καὶ διαθέτην χρησμῶν τῶν Μουσαίου, ἀναβεβήκεσαν, τὴν ἔχθρην προκαταλυσάμενοι. ἐξηλάσθη γὰρ ὑπὸ Ἱππάρχου τοῦ Πεισιστράτου ὁ Ὀνομάκριτος ἐξ Ἀθηνέων, ἐπʼ αὐτοφώρῳ ἁλοὺς ὑπὸ Λάσου τοῦ Ἑρμιονέος ἐμποιέων ἐς τὰ Μουσαίου χρησμόν, ὡς αἱ ἐπὶ Λήμνῳ ἐπικείμεναι νῆσοι ἀφανιζοίατο κατὰ τῆς θαλάσσης.

6.4. Because of this Hipparchus banished him, though they had previously been close friends. Now he had arrived at Susa with the Pisistratidae, and whenever he came into the king's presence they used lofty words concerning him and he recited from his oracles; all that portended disaster to the Persian he left unspoken, choosing and reciting such prophecies as were most favorable, telling how the Hellespont must be bridged by a man of Persia and describing the expedition.

6.4. διὸ ἐξήλασέ μιν ὁ Ἵππαρχος, πρότερον χρεώμενος τὰ μάλιστα. τότε δὲ συναναβὰς ὅκως ἀπίκοιτο ἐς ὄψιν τὴν βασιλέος, λεγόντων τῶν Πεισιστρατιδέων περὶ αὐτοῦ σεμνοὺς λόγους, κατέλεγε τῶν χρησμῶν· εἰ μέν τι ἐνέοι σφάλμα φέρον τῷ βαρβάρῳ, τῶν μὲν ἔλεγε οὐδέν, ὁ δὲ τὰ εὐτυχέστατα ἐκλεγόμενος ἔλεγε τόν τε Ἑλλήσποντον ὡς ζευχθῆναι χρεὸν εἴη ὑπʼ ἀνδρὸς Πέρσεω, τήν τε ἔλασιν ἐξηγεόμενος.

6.5. So he brought his oracles to bear, while the Pisistratidae and Aleuadae gave their opinions.

6.5. οὗτός τε δὴ χρησμῳδέων προσεφέρετο καὶ οἵ τε Πεισιστρατίδαι καὶ οἱ Ἀλευάδαι γνώμας ἀποδεικνύμενοι.

7.1. After being persuaded to send an expedition against Hellas, Xerxes first marched against the rebels in the year after Darius death. He subdued them and laid Egypt under a much harder slavery than in the time of Darius, and he handed it over to Achaemenes, his own brother and Darius' son. While governing Egypt, this Achaemenes was at a later time slain by a Libyan, Inaros son of Psammetichus.

7.1. ὡς δὲ ἀνεγνώσθη Ξέρξης στρατεύεσθαι ἐπὶ τὴν Ἑλλάδα, ἐνθαῦτα δευτέρῳ μὲν ἔτεϊ μετὰ τὸν θάνατον τὸν Δαρείου πρῶτα στρατηίην ποιέεται ἐπὶ τοὺς ἀπεστεῶτας. τούτους μέν νυν καταστρεψάμενος καὶ Αἴγυπτον πᾶσαν πολλὸν δουλοτέρην ποιήσας ἢ ἐπὶ Δαρείου ἦν, ἐπιτράπει Ἀχαιμένεϊ ἀδελφεῷ μὲν ἑωυτοῦ, Δαρείου δὲ παιδί. Ἀχαιμένεα μέν νυν ἐπιτροπεύοντα Αἰγύπτου χρόνῳ μετέπειτα ἐφόνευσε Ἰνάρως ὁ Ψαμμητίχου ἀνὴρ Λίβυς.

8.1. After the conquest of Egypt, intending now to take in hand the expedition against Athens, Xerxes held a special assembly of the noblest among the Persians, so he could learn their opinions and declare his will before them all. When they were assembled, Xerxes spoke to them as follows:

8.1. Ξέρξης δὲ μετὰ Αἰγύπτου ἅλωσιν ὡς ἔμελλε ἐς χεῖρας ἄξεσθαι τὸ στράτευμα τὸ ἐπὶ τὰς Ἀθήνας, σύλλογον ἐπίκητον Περσέων τῶν ἀρίστων ἐποιέετο, ἵνα γνώμας τε πύθηται σφέων καὶ αὐτὸς ἐν πᾶσι εἴπῃ τὰ θέλει. ὡς δὲ συνελέχθησαν, ἔλεξεν Ξέρξης τάδε.

8A.1. “Men of Persia, I am not bringing in and establishing a new custom, but following one that I have inherited. As I learn from our elders, we have never yet remained at peace ever since Cyrus deposed Astyages and we won this sovereignty from the Medes. It is the will of heaven; and we ourselves win advantage by our many enterprises. No one needs to tell you, who already know them well, which nations Cyrus and Cambyses and Darius my father subdued and added to our realm.

8A.1. ἄνδρες Πέρσαι, οὔτʼ αὐτὸς κατηγήσομαι νόμον τόνδε ἐν ὑμῖν τιθείς, παραδεξάμενός τε αὐτῷ χρήσομαι. ὡς γὰρ ἐγὼ πυνθάνομαι τῶν πρεσβυτέρων, οὐδαμά κω ἠτρεμίσαμεν, ἐπείτε παρελάβομεν τὴν ἡγεμονίην τήνδε παρὰ Μήδων, Κύρου κατελόντος Ἀστυάγεα· ἀλλὰ θεός τε οὕτω ἄγει καὶ αὐτοῖσι ἡμῖν πολλὰ ἐπέπουσι συμφέρεται ἐπὶ τὸ ἄμεινον. τὰ μέν νυν Κῦρός τε καὶ Καμβύσης πατήρ τε ἐμὸς Δαρεῖος κατεργάσαντο καὶ προσεκτήσαντο ἔθνεα, ἐπισταμένοισι εὖ οὐκ ἄν τις λέγοι.

8A.2. Ever since I came to this throne, I have considered how I might not fall short of my predecessors in this honor, and not add less power to the Persians; and my considerations persuade me that we may win not only renown, but a land neither less nor worse, and more fertile, than that which we now possess; and we would also gain vengeance and requital. For this cause I have now summoned you together, that I may impart to you what I intend to do.

8A.2. ἐγὼ δὲ ἐπείτε παρέλαβον τὸν θρόνον τοῦτον, ἐφρόντιζον ὅκως μὴ λείψομαι τῶν πρότερον γενομένων ἐν τιμῇ τῇδε μηδὲ ἐλάσσω προσκτήσομαι δύναμιν Πέρσῃσι· φροντίζων δὲ εὑρίσκω ἅμα μὲν κῦδος τε ἡμῖν προσγινόμενον χώρην τε τῆς νῦν ἐκτήμεθα οὐκ ἐλάσσονα οὐδὲ φλαυροτέρην παμφορωτέρην τε, ἅμα δὲ τιμωρίην τε καὶ τίσιν γινομένην. διὸ ὑμέας νῦν ἐγὼ συνέλεξα, ἵνα τὸ νοέω πρήσσειν ὑπερθέωμαι ὑμῖν·

8B.1. It is my intent to bridge the Hellespont and lead my army through Europe to Hellas, so I may punish the Athenians for what they have done to the Persians and to my father.

8B.1. μέλλω ζεύξας τὸν Ἑλλήσποντον ἐλᾶν στρατὸν διὰ τῆς Εὐρώπης ἐπὶ τὴν Ἑλλάδα, ἵνα Ἀθηναίους τιμωρήσωμαι ὅσα δὴ πεποιήκασι Πέρσας τε καὶ πατέρα τὸν ἐμόν.

8B.2. You saw that Darius my father was set on making an expedition against these men. But he is dead, and it was not granted him to punish them. On his behalf and that of all the Persians, I will never rest until I have taken Athens and burnt it, for the unprovoked wrong that its people did to my father and me.

8B.2. ὡρᾶτε μέν νυν καὶ πατέρα τὸν ἐμὸν Δαρεῖον ἰθύοντα στρατεύεσθαι ἐπὶ τοὺς ἄνδρας τούτους. ἀλλʼ ὃ μὲν τετελεύτηκε καὶ οὐκ ἐξεγένετο αὐτῷ τιμωρήσασθαι· ἐγὼ δὲ ὑπέρ τε ἐκείνου καὶ τῶν ἄλλων Περσέων οὐ πρότερον παύσομαι πρὶν ἢ ἕλω τε καὶ πυρώσω τὰς Ἀθήνας, οἵ γε ἐμὲ καὶ πατέρα τὸν ἐμὸν ὑπῆρξαν ἄδικα ποιεῦντες.

8B.3. First they came to Sardis with our slave Aristagoras the Milesian and burnt the groves and the temples; next, how they dealt with us when we landed on their shores, when Datis and Artaphrenes were our generals, I suppose you all know.

8B.3. πρῶτα μὲν ἐς Σάρδις ἐλθόντες, ἅμα Ἀρισταγόρῃ τῷ Μιλησίῳ δούλῳ δὲ ἡμετέρῳ ἀπικόμενοι, ἐνέπρησαν τά τε ἄλσεα καὶ τὰ ἱρά· δεύτερα δὲ ἡμέας οἷα ἔρξαν ἐς τὴν σφετέρην ἀποβάντας, ὅτε Δᾶτίς τε καὶ Ἀρταφρένης ἐστρατήγεον, τὰ ἐπίστασθέ κου πάντες.

8C.1. For these reasons I am resolved to send an army against them; and I reckon that we will find the following benefits among them: if we subdue those men, and their neighbors who dwell in the land of Pelops the Phrygian, we will make the borders of Persian territory and of the firmament of heaven be the same.

8C.1. τούτων μὲν τοίνυν εἵνεκα ἀνάρτημαι ἐπʼ αὐτοὺς στρατεύεσθαι, ἀγαθὰ δὲ ἐν αὐτοῖσι τοσάδε ἀνευρίσκω λογιζόμενος· εἰ τούτους τε καὶ τοὺς τούτοισι πλησιοχώρους καταστρεψόμεθα, οἳ Πέλοπος τοῦ Φρυγὸς νέμονται χώρην, γῆν τὴν Περσίδα ἀποδέξομεν τῷ Διὸς αἰθέρι ὁμουρέουσαν.

8C.2. No land that the sun beholds will border ours, but I will make all into one country, when I have passed over the whole of Europe.

8C.2. οὐ γὰρ δὴ χώρην γε οὐδεμίαν κατόψεται ἥλιος ὅμουρον ἐοῦσαν τῇ ἡμετέρῃ, ἀλλὰ σφέας πάσας ἐγὼ ἅμα ὑμῖν χώρην θήσω, διὰ πάσης διεξελθὼν τῆς Εὐρώπης.

8C.3. I learn that this is the situation: no city of men or any human nation which is able to meet us in battle will be left, if those of whom I speak are taken out of our way. Thus the guilty and the innocent will alike bear the yoke of slavery.

8C.3. πυνθάνομαι γὰρ ὧδε ἔχειν, οὔτε τινὰ πόλιν ἀνδρῶν οὐδεμίαν οὔτε ἔθνος οὐδὲν ἀνθρώπων ὑπολείπεσθαι, τὸ ἡμῖν οἷόν τε ἔσται ἐλθεῖν ἐς μάχην, τούτων τῶν κατέλεξα ὑπεξαραιρημένων. οὕτω οἵ τε ἡμῖν αἴτιοι ἕξουσι δούλιον ζυγὸν οἵ τε ἀναίτιοι.

8D.1. This is how you would best please me: when I declare the time for your coming, every one of you must eagerly appear; and whoever comes with his army best equipped will receive from me such gifts as are reckoned most precious among us.

8D.1. ὑμεῖς δʼ ἄν μοι τάδε ποιέοντες χαρίζοισθε· ἐπεὰν ὑμῖν σημήνω τὸν χρόνον ἐς τὸν ἥκειν δεῖ, προθύμως πάντα τινὰ ὑμέων χρήσει παρεῖναι. ὃς ἂν δὲ ἔχων ἥκῃ παρεσκευασμένον στρατὸν κάλλιστα, δώσω οἱ δῶρα τὰ τιμιώτατα νομίζεται εἶναι ἐν ἡμετέρου.

8D.2. Thus it must be done; but so that I not seem to you to have my own way, I lay the matter before you all, and bid whoever wishes to declare his opinion.” So spoke Xerxes and ceased.

8D.2. ποιητέα μέν νυν ταῦτα ἐστὶ οὕτω· ἵνα δὲ μὴ ἰδιοβουλεύειν ὑμῖν δοκέω, τίθημι τὸ πρῆγμα ἐς μέσον, γνώμην κελεύων ὑμέων τὸν βουλόμενον ἀποφαίνεσθαι. ταῦτα εἴπας ἐπαύετο.

9.1. After him Mardonius said: “Master, you surpass not only all Persians that have been but also all that shall be; besides having dealt excellently and truly with all other matters, you will not suffer the Ionians who dwell in Europe to laugh at us, which they have no right to do.

9.1. μετʼ αὐτὸν δὲ Μαρδόνιος ἔλεγε ὦ δέσποτα, οὐ μοῦνον εἶς τῶν γενομένων Περσέων ἄριστος ἀλλὰ καὶ τῶν ἐσομένων, ὃς τά τε ἄλλα λέγων ἐπίκεο ἄριστα καὶ ἀληθέστατα, καὶ Ἴωνας τοὺς ἐν τῇ Εὐρώπῃ κατοικημένους οὐκ ἐάσεις καταγελάσαι ἡμῖν ἐόντας ἀναξίους.

9.2. It would be strange indeed if we who have subdued and made slaves of Sacae and Indians and Ethiopians and Assyrians and many other great nations, for no wrong done to the Persians but of mere desire to add to our power, will not take vengeance on the Greeks for unprovoked wrongs.

9.2. καὶ γὰρ δεινὸν ἂν εἴη πρῆγμα, εἰ Σάκας μὲν καὶ Ἰνδοὺς καὶ Αἰθίοπάς τε καὶ Ἀσσυρίους ἄλλα τε ἔθνεα πολλὰ καὶ μεγάλα ἀδικήσαντα Πέρσας οὐδέν, ἀλλὰ δύναμιν προσκτᾶσθαι βουλόμενοι, καταστρεψάμενοι δούλους ἔχομεν, Ἕλληνας δὲ ὑπάρξαντας ἀδικίης οὐ τιμωρησόμεθα·

9A.1. What have we to fear from them? Have they a massive population or abundance of wealth? Their manner of fighting we know, and we know how weak their power is; we have conquered and hold their sons, those who dwell in our land and are called Ionians and Aeolians and Dorians.

9A.1. τί δείσαντες; κοίην πλήθεος συστροφήν; κοίην δὲ χρημάτων δύναμιν; τῶν ἐπιστάμεθα μὲν τὴν μάχην, ἐπιστάμεθα δὲ τὴν δύναμιν ἐοῦσαν ἀσθενέα· ἔχομεν δὲ αὐτῶν παῖδας καταστρεψάμενοι, τούτους οἳ ἐν τῇ ἡμετέρῃ κατοικημένοι Ἴωνές τε καὶ Αἰολέες καὶ Δωριέες καλέονται.

9A.2. I myself have made trial of these men, when by your father's command I marched against them. I marched as far as Macedonia and almost to Athens itself, yet none came out to meet me in battle.

9A.2. ἐπειρήθην δὲ καὶ αὐτὸς ἤδη ἐπελαύνων ἐπὶ τοὺς ἄνδρας τούτους ὑπὸ πατρὸς τοῦ σοῦ κελευσθείς, καί μοι μέχρι Μακεδονίης ἐλάσαντι καὶ ὀλίγον ἀπολιπόντι ἐς αὐτὰς Ἀθήνας ἀπικέσθαι οὐδεὶς ἠντιώθη ἐς μάχην.

9B.1. Yet the Greeks are accustomed to wage wars, as I learn, and they do it most senselessly in their wrongheadedness and folly. When they have declared war against each other, they come down to the fairest and most level ground that they can find and fight there, so that the victors come off with great harm; of the vanquished I say not so much as a word, for they are utterly destroyed.

9B.1. καίτοι γε ἐώθασι Ἕλληνες, ὡς πυνθάνομαι, ἀβουλότατα πολέμους ἵστασθαι ὑπό τε ἀγνωμοσύνης καὶ σκαιότητος. ἐπεὰν γὰρ ἀλλήλοισι πόλεμον προείπωσι, ἐξευρόντες τὸ κάλλιστον χωρίον καὶ λειότατον, ἐς τοῦτο κατιόντες μάχονται, ὥστε σὺν κακῷ μεγάλῳ οἱ νικῶντες ἀπαλλάσσονται· περὶ δὲ τῶν ἑσσουμένων οὐδὲ λέγω ἀρχήν· ἐξώλεες γὰρ δὴ γίνονται·

9B.2. Since they speak the same language, they should end their disputes by means of heralds or messengers, or by any way rather than fighting; if they must make war upon each other, they should each discover where they are in the strongest position and make the attempt there. The Greek custom, then, is not good; and when I marched as far as the land of Macedonia, it had not come into their minds to fight.

9B.2. τοὺς χρῆν ἐόντας ὁμογλώσσους κήρυξί τε διαχρεωμένους καὶ ἀγγέλοισι καταλαμβάνειν τὰς διαφορὰς καὶ παντὶ μᾶλλον ἢ μάχῃσι· εἰ δὲ πάντως ἔδεε πολεμέειν πρὸς ἀλλήλους, ἐξευρίσκειν χρῆν τῇ ἑκάτεροι εἰσὶ δυσχειρωτότατοι καὶ ταύτῃ πειρᾶν. τρόπῳ τοίνυν οὐ χρηστῷ Ἕλληνες διαχρεώμενοι, ἐμέο ἐλάσαντος μέχρι Μακεδονίης γῆς, οὐκ ἦλθον ἐς τούτου λόγον ὥστε μάχεσθαι.

9C.1. But against you, O king, who shall make war? You will bring the multitudes of Asia, and all your ships. I think there is not so much boldness in Hellas as that; but if time should show me wrong in my judgment, and those men prove foolhardy enough to do battle with us, they would be taught that we are the greatest warriors on earth. Let us leave nothing untried; for nothing happens by itself, and all men's gains are the fruit of adventure.”

9C.1. σοὶ δὲ δὴ μέλλει τίς ὦ βασιλεῦ ἀντιώσεσθαι πόλεμον προφέρων, ἄγοντι καὶ πλῆθος τὸ ἐκ τῆς Ἀσίης καὶ νέας τὰς ἁπάσας; ὡς μὲν ἐγὼ δοκέω, οὐκ ἐς τοῦτο θράσεος ἀνήκει τὰ Ἑλλήνων πρήγματα· εἰ δὲ ἄρα ἔγωγε ψευσθείην γνώμῃ καὶ ἐκεῖνοι ἐπαερθέντες ἀβουλίῃ ἔλθοιεν ἡμῖν ἐς μάχην, μάθοιεν ἂν ὡς εἰμὲν ἀνθρώπων ἄριστοι τὰ πολέμια. ἔστω δʼ ὦν μηδὲν ἀπείρητον· αὐτόματον γὰρ οὐδέν, ἀλλʼ ἀπὸ πείρης πάντα ἀνθρώποισι φιλέει γίνεσθαι.

10.1. Thus Mardonius smoothed Xerxes' resolution and stopped. The rest of the Persians held their peace, not daring to utter any opinion contrary to what had been put forward; then Artabanus son of Hystaspes, the king's uncle, spoke. Relying on his position, he said, “O king, if opposite opinions are not uttered, it is impossible for someone to choose the better; the one which has been spoken must be followed.

10.1. Μαρδόνιος μὲν τοσαῦτα ἐπιλεήνας τὴν Ξέρξεω γνώμην ἐπέπαυτο· σιωπώντων δὲ τῶν ἄλλων Περσέων καὶ οὐ τολμώντων γνώμην ἀποδείκνυσθαι ἀντίην τῇ προκειμένῃ, Ἀρτάβανος ὁ Ὑστάσπεος, πάτρως ἐὼν Ξέρξῃ, τῷ δὴ καὶ πίσυνος ἐὼν ἔλεγε τάδε.

10A.1. If they are spoken, the better can be found; just as the purity of gold cannot be determined by itself, but when gold is compared with gold by rubbing, we then determine the better.

10A.1. ὦ βασιλεῦ, μὴ λεχθεισέων μὲν γνωμέων ἀντιέων ἀλλήλῃσι οὐκ ἔστι τὴν ἀμείνω αἱρεόμενον ἑλέσθαι, ἀλλὰ δεῖ τῇ εἰρημένῃ χρᾶσθαι, λεχθεισέων δὲ ἔστι, ὥσπερ τὸν χρυσὸν τὸν ἀκήρατον αὐτὸν μὲν ἐπʼ ἑωυτοῦ οὐ διαγινώσκομεν, ἐπεὰν δὲ παρατρίψωμεν ἄλλῳ χρυσῷ, διαγινώσκομεν τὸν ἀμείνω.

10A.2. Now I advised Darius, your father and my brother, not to lead his army against the Scythians, who have no cities anywhere to dwell in. But he hoped to subdue the nomadic Scythians and would not obey me; he went on the expedition and returned after losing many gallant men from his army.

10A.2. ἐγὼ δὲ καὶ πατρὶ τῷ σῷ, ἀδελφεῷ δὲ ἐμῷ Δαρείῳ ἠγόρευον μὴ στρατεύεσθαι ἐπὶ Σκύθας, ἄνδρας οὐδαμόθι γῆς ἄστυ νέμοντας. ὁ δὲ ἐλπίζων Σκύθας τοὺς νομάδας καταστρέψεσθαι ἐμοί τε οὐκ ἐπείθετο, στρατευσάμενός τε πολλοὺς καὶ ἀγαθοὺς τῆς στρατιῆς ἀποβαλὼν ἀπῆλθε.

10A.3. You, O king, are proposing to lead your armies against far better men than the Scythians—men who are said to be excellent warriors by sea and land. It is right that I should show you what danger there is in this.

10A.3. σὺ δὲ ὦ βασιλεῦ μέλλεις ἐπʼ ἄνδρας στρατεύεσθαι πολλὸν ἀμείνονας ἢ Σκύθας, οἳ κατὰ θάλασσάν τε ἄριστοι καὶ κατὰ γῆν λέγονται εἶναι. τὸ δὲ αὐτοῖσι ἔνεστι δεινόν, ἐμὲ σοὶ δίκαιον ἐστὶ φράζειν.

10B.1. You say that you will bridge the Hellespont and march your army through Europe to Hellas. Now suppose you happen to be defeated either by land or by sea, or even both; the men are said to be valiant, and we may well guess that it is so, since the Athenians alone destroyed the great army that followed Datis and Artaphrenes to Attica.

10B.1. ζεύξας φῂς τὸν Ἑλλήσποντον ἐλᾶν στρατὸν διὰ τῆς Εὐρώπης ἐς τὴν Ἑλλάδα. καὶ δὴ καὶ συνήνεικέ σε ἤτοι κατὰ γῆν ἢ καὶ κατὰ θάλασσαν ἑσσωθῆναι, ἢ καὶ κατʼ ἀμφότερα· οἱ γὰρ ἄνδρες λέγονται εἶναι ἄλκιμοι, πάρεστι δὲ καὶ σταθμώσασθαι, εἰ στρατιήν γε τοσαύτην σὺν Δάτι καὶ Ἀρταφρένεϊ ἐλθοῦσαν ἐς τὴν Ἀττικὴν χώρην μοῦνοι Ἀθηναῖοι διέφθειραν.

10B.2. Suppose they do not succeed in both ways; but if they attack with their ships and prevail in a sea-fight, and then sail to the Hellespont and destroy your bridge, that, O king, is the hour of peril.

10B.2. οὔκων ἀμφοτέρῃ σφι ἐχώρησε. ἀλλʼ ἢν τῇσι νηυσὶ ἐμβάλωσι καὶ νικήσαντες ναυμαχίῃ πλέωσι ἐς τὸν Ἑλλήσποντον καὶ ἔπειτα λύσωσι τὴν γέφυραν, τοῦτο δὴ βασιλεῦ γίνεται δεινόν.

10C.1. It is from no wisdom of my own that I thus conjecture; it is because I know what disaster once almost overtook us, when your father, making a highway over the Thracian Bosporus and bridging the river Ister, crossed over to attack the Scythians. At that time the Scythians used every means of entreating the Ionians, who had been charged to guard the bridges of the Ister, to destroy the way of passage.

10C.1. ἐγὼ δὲ οὐδεμιῇ σοφίῃ οἰκηίῃ αὐτὸς ταῦτα συμβάλλομαι, ἀλλʼ οἷον κοτὲ ἡμέας ὀλίγου ἐδέησε καταλαβεῖν πάθος, ὅτε πατὴρ σὸς ζεύξας Βόσπορον τὸν Θρηίκιον, γεφυρώσας δὲ ποταμὸν Ἴστρον διέβη ἐπὶ Σκύθας. τότε παντοῖοι ἐγένοντο Σκύθαι δεόμενοι Ἰώνων λῦσαι τὸν πόρον, τοῖσι ἐπετέτραπτο ἡ φυλακὴ τῶν γεφυρέων τοῦ Ἴστρου.

10C.2. If Histiaeus the tyrant of Miletus had consented to the opinion of the other tyrants instead of opposing it, the power of Persia would have perished. Yet it is dreadful even in the telling, that one man should hold in his hand all the king's fortunes.

10C.2. καὶ τότε γε Ἱστιαῖος ὁ Μιλήτου τύραννος εἰ ἐπέσπετο τῶν ἄλλων τυράννων τῇ γνώμῃ μηδὲ ἠναντιώθη, διέργαστο ἂν τὰ Περσέων πρήγματα. καίτοι καὶ λόγῳ ἀκοῦσαι δεινόν, ἐπʼ ἀνδρί γε ἑνὶ πάντα τὰ βασιλέος πρήγματα γεγενῆσθαι.

10D.1. So do not plan to run the risk of any such danger when there is no need for it. Listen to me instead: for now dismiss this assembly; consider the matter by yourself and, whenever you so please, declare what seems best to you.

10D.1. σὺ ὦν μὴ βούλευ ἐς κίνδυνον μηδένα τοιοῦτον ἀπικέσθαι μηδεμιῆς ἀνάγκης ἐούσης, ἀλλὰ ἐμοὶ πείθευ. νῦν μὲν τὸν σύλλογον τόνδε διάλυσον· αὖτις δέ, ὅταν τοι δοκέῃ, προσκεψάμενος ἐπὶ σεωυτοῦ προαγόρευε τά τοι δοκέει εἶναι ἄριστα.

10D.2. A well-laid plan is always to my mind most profitable; even if it is thwarted later, the plan was no less good, and it is only chance that has baffled the design; but if fortune favor one who has planned poorly, then he has gotten only a prize of chance, and his plan was no less bad.

10D.2. τὸ γὰρ εὖ βουλεύεσθαι κέρδος μέγιστον εὑρίσκω ἐόν· εἰ γὰρ καὶ ἐναντιωθῆναί τι θέλει, βεβούλευται μὲν οὐδὲν ἧσσον εὖ, ἕσσωται δὲ ὑπὸ τῆς τύχης τὸ βούλευμα· ὁ δὲ βουλευσάμενος αἰσχρῶς, εἴ οἱ ἡ τύχη ἐπίσποιτο, εὕρημα εὕρηκε, ἧσσον δὲ οὐδέν οἱ κακῶς βεβούλευται.

10E.1. You see how the god smites with his thunderbolt creatures of greatness and does not suffer them to display their pride, while little ones do not move him to anger; and you see how it is always on the tallest buildings and trees that his bolts fall; for the god loves to bring low all things of surpassing greatness. Thus a large army is destroyed by a smaller, when the jealous god sends panic or the thunderbolt among them, and they perish unworthily; for the god suffers pride in none but himself.

10E.1. ὁρᾷς τὰ ὑπερέχοντα ζῷα ὡς κεραυνοῖ ὁ θεὸς οὐδὲ ἐᾷ φαντάζεσθαι, τὰ δὲ σμικρὰ οὐδέν μιν κνίζει· ὁρᾷς δὲ ὡς ἐς οἰκήματα τὰ μέγιστα αἰεὶ καὶ δένδρεα τὰ τοιαῦτα ἀποσκήπτει τὰ βέλεα· φιλέει γὰρ ὁ θεὸς τὰ ὑπερέχοντα πάντα κολούειν. οὕτω δὲ καὶ στρατὸς πολλὸς ὑπὸ ὀλίγου διαφθείρεται κατὰ τοιόνδε· ἐπεάν σφι ὁ θεὸς φθονήσας φόβον ἐμβάλῃ ἢ βροντήν, διʼ ὦν ἐφθάρησαν ἀναξίως ἑωυτῶν. οὐ γὰρ ἐᾷ φρονέειν μέγα ὁ θεὸς ἄλλον ἢ ἑωυτόν.

10F.1. Now haste is always the parent of failure, and great damages are likely to arise; but in waiting there is good, and in time this becomes clear, even though it does not seem so in the present.

10F.1. ἐπειχθῆναι μέν νυν πᾶν πρῆγμα τίκτει σφάλματα, ἐκ τῶν ζημίαι μεγάλαι φιλέουσι γίνεσθαι· ἐν δὲ τῷ ἐπισχεῖν ἔνεστι ἀγαθά, εἰ μὴ παραυτίκα δοκέοντα εἶναι, ἀλλʼ ἀνὰ χρόνον ἐξεύροι τις ἄν.

10G.1. This, O king, is my advice to you. But you, Mardonius son of Gobryas, cease your foolish words about the Greeks, for they do not deserve to be maligned. By slandering the Greeks you incite the king to send this expedition; that is the end to which you press with all eagerness. Let it not be so.

10G.1. σοὶ μὲν δὴ ταῦτα ὦ βασιλεῦ συμβουλεύω· σὺ δέ, ὦ παῖ Γοβρύεω Μαρδόνιε, παῦσαι λέγων λόγους ματαίους περὶ Ἑλλήνων οὐκ ἐόντων ἀξίων φλαύρως ἀκούειν. Ἕλληνας γὰρ διαβάλλων ἐπαείρεις αὐτὸν βασιλέα στρατεύεσθαι· αὐτοῦ δὲ τούτου εἵνεκα δοκέεις μοι πᾶσαν προθυμίην ἐκτείνειν. μή νυν οὕτω γένηται.

10G.2. Slander is a terrible business; there are two in it who do wrong and one who suffers wrong. The slanderer wrongs another by accusing an absent man, and the other does wrong in that he is persuaded before he has learned the whole truth; the absent man does not hear what is said of him and suffers wrong in the matter, being maligned by the one and condemned by the other.

10G.2. διαβολὴ γὰρ ἐστὶ δεινότατον· ἐν τῇ δύο μὲν εἰσὶ οἱ ἀδικέοντες, εἷς δὲ ὁ ἀδικεόμενος. ὁ μὲν γὰρ διαβάλλων ἀδικέει οὐ παρεόντι κατηγορέων, ὁ δὲ ἀδικέει ἀναπειθόμενος πρὶν ἢ ἀτρεκέως ἐκμάθῃ· ὁ δὲ δὴ ἀπεὼν τοῦ λόγου τάδε ἐν αὐτοῖσι ἀδικέεται, διαβληθείς τε ὑπὸ τοῦ ἑτέρου καὶ νομισθεὶς πρὸς τοῦ ἑτέρου κακὸς εἶναι.

10H.1. If an army must by all means be sent against these Greeks, hear me now: let the king himself remain in the Persian land, and let us two stake our children's lives upon it; you lead out the army, choosing whatever men you wish and taking as great an army as you desire.

10H.1. ἀλλʼ εἰ δὴ δεῖ γε πάντως ἐπὶ τοὺς ἄνδρας τούτους στρατεύεσθαι, φέρε, βασιλεὺς μὲν αὐτὸς ἐν ἤθεσι τοῖσι Περσέων μενέτω, ἡμέων δὲ ἀμφοτέρων παραβαλλομένων τὰ τέκνα, στρατηλάτεε αὐτὸς σὺ ἐπιλεξάμενός τε ἄνδρας τοὺς ἐθέλεις καὶ λαβὼν στρατιὴν ὁκόσην τινὰ βούλεαι.

10H.2. If the king's fortunes fare as you say, let my sons be slain, and myself with them; but if it turns out as I foretell, let your sons be so treated, and you likewise, if you return.

10H.2. καὶ ἢν μὲν τῇ σὺ λέγεις ἀναβαίνῃ βασιλέι τὰ πρήγματα, κτεινέσθων οἱ ἐμοὶ παῖδες, πρὸς δὲ αὐτοῖσι καὶ ἐγώ· ἢν δὲ τῇ ἐγὼ προλέγω, οἱ σοὶ ταῦτα πασχόντων, σὺν δέ σφι καὶ σύ, ἢν ἀπονοστήσῃς.

10H.3. But if you are unwilling to submit to this and will at all hazards lead your army overseas to Hellas, then I think that those left behind in this place will hear that Mardonius has done great harm to Persia, and has been torn apart by dogs and birds in the land of Athens or of Lacedaemon, if not even before that on the way there; and that you have learned what kind of men you persuade the king to attack.”

10H.3. εἰ δὲ ταῦτα μὲν ὑποδύνειν οὐκ ἐθελήσεις, σὺ δὲ πάντως στράτευμα ἀνάξεις ἐπὶ τὴν Ἑλλάδα, ἀκούσεσθαι τινὰ φημὶ τῶν αὐτοῦ τῇδε ὑπολειπομένων Μαρδόνιον, μέγα τι κακὸν ἐξεργασάμενον Πέρσας, ὑπὸ κυνῶν τε καὶ ὀρνίθων διαφορεύμενον ἤ κου ἐν γῇ τῇ Ἀθηναίων ἢ σέ γε ἐν τῇ Λακεδαιμονίων, εἰ μὴ ἄρα καὶ πρότερον κατʼ ὁδόν, γνόντα ἐπʼ οἵους ἄνδρας ἀναγινώσκεις στρατεύεσθαι βασιλέα.

11.1. Thus spoke Artabanus. Xerxes answered angrily, “Artabanus, you are my father's brother; that will save you from receiving the fitting reward of foolish words. But for your cowardly lack of spirit I lay upon you this disgrace, that you will not go with me and my army against Hellas, but will stay here with the women; I myself will accomplish all that I have said, with no help from you.

11.1. Ἀρτάβανος μὲν ταῦτα ἔλεξε, Ξέρξης δὲ θυμωθεὶς ἀμείβεται τοῖσιδε. Ἀρτάβανε, πατρὸς εἶς τοῦ ἐμοῦ ἀδελφεός· τοῦτό σε ῥύσεται μηδένα ἄξιον μισθὸν λαβεῖν ἐπέων ματαίων. καί τοι ταύτην τὴν ἀτιμίην προστίθημι ἐόντι κακῷ καὶ ἀθύμῳ, μήτε συστρατεύεσθαι ἔμοιγε ἐπὶ τὴν Ἑλλάδα αὐτοῦ τε μένειν ἅμα τῇσι γυναιξί· ἐγὼ δὲ καὶ ἄνευ σέο ὅσα περ εἶπα ἐπιτελέα ποιήσω.

11.2. May I not be the son of Darius son of Hystaspes son of Arsames son of Ariaramnes son of Teispes son of Cyrus son of Cambyses son of Teispes son of Achaemenes, if I do not have vengeance on the Athenians; I well know that if we remain at peace they will not; they will assuredly invade our country, if we may infer from what they have done already, for they burnt Sardis and marched into Asia.

11.2. μὴ γὰρ εἴην ἐκ Δαρείου τοῦ Ὑστάσπεος τοῦ Ἀρσάμεος τοῦ Ἀριαράμνεω τοῦ Τεΐσπεος τοῦ Κύρου τοῦ Καμβύσεω τοῦ Τεΐσπεος τοῦ Ἀχαιμένεος γεγονώς, μὴ τιμωρησάμενος Ἀθηναίους, εὖ ἐπιστάμενος ὅτι εἰ ἡμεῖς ἡσυχίην ἄξομεν, ἀλλʼ οὐκ ἐκεῖνοι, ἀλλὰ καὶ μάλα στρατεύσονται ἐπὶ τὴν ἡμετέρην, εἰ χρὴ σταθμώσασθαι τοῖσι ὑπαργμένοισι ἐξ ἐκείνων, οἳ Σάρδις τε ἐνέπρησαν καὶ ἤλασαν ἐς τὴν Ἀσίην.

11.3. It is not possible for either of us to turn back: to do or to suffer is our task, so that what is ours be under the Greeks, or what is theirs under the Persians; there is no middle way in our quarrel.

11.3. οὔκων ἐξαναχωρέειν οὐδετέροισι δυνατῶς ἔχει, ἀλλὰ ποιέειν ἢ παθεῖν πρόκειται ἀγών, ἵνα ἢ τάδε πάντα ὑπὸ Ἕλλησι ἢ ἐκεῖνα πάντα ὑπὸ Πέρσῃσι γένηται· τὸ γὰρ μέσον οὐδὲν τῆς ἔχθρης ἐστί.

11.4. Honor then demands that we avenge ourselves for what has been done to us; thus will I learn what is this evil that will befall me when I march against these Greeks—men that even Pelops the Phrygian, the slave of my forefathers, did so utterly subdue that to this day they and their country are called by the name of their conqueror.”

11.4. καλὸν ὦν προπεπονθότας ἡμέας τιμωρέειν ἤδη γίνεται, ἵνα καὶ τὸ δεινὸν τὸ πείσομαι τοῦτο μάθω, ἐλάσας ἐπʼ ἄνδρας τούτους, τούς γε καὶ Πέλοψ ὁ Φρύξ, ἐὼν πατέρων τῶν ἐμῶν δοῦλος, κατεστρέψατο οὕτω ὡς καὶ ἐς τόδε αὐτοί τε ὥνθρωποι καὶ ἡ γῆ αὐτῶν ἐπώνυμοι τοῦ καταστρεψαμένου καλέονται.

12.1. The discussion went that far; then night came, and Xerxes was pricked by the advice of Artabanus. Thinking it over at night, he saw clearly that to send an army against Hellas was not his affair. He made this second resolve and fell asleep; then (so the Persians say) in the night he saw this vision: It seemed to Xerxes that a tall and handsome man stood over him and said, “Are you then changing your mind, Persian, and will not lead the expedition against Hellas, although you have proclaimed the mustering of the army?

12.1. ταῦτα μὲν ἐπὶ τοσοῦτο ἐλέγετο. μετὰ δὲ εὐφρόνη τε ἐγίνετο καὶ Ξέρξην ἔκνιζε ἡ Ἀρταβάνου γνώμη· νυκτὶ δὲ βουλὴν διδοὺς πάγχυ εὕρισκέ οἱ οὐ πρῆγμα εἶναι στρατεύεσθαι ἐπὶ τὴν Ἑλλάδα. δεδογμένων δέ οἱ αὖτις τούτων κατύπνωσε, καὶ δή κου ἐν τῇ νυκτὶ εἶδε ὄψιν τοιήνδε, ὡς λέγεται ὑπὸ Περσέων· ἐδόκεε ὁ Ξέρξης ἄνδρα οἱ ἐπιστάντα μέγαν τε καὶ εὐειδέα εἰπεῖν μετὰ δὴ βουλεύεαι, ὦ Πέρσα, στράτευμα μὴ ἄγειν ἐπὶ τὴν Ἑλλάδα, προείπας ἁλίζειν Πέρσας στρατόν;

12.2. It is not good for you to change your mind, and there will be no one here to pardon you for it; let your course be along the path you resolved upon yesterday.”

12.2. οὔτε ὦν μεταβουλευόμενος ποιέεις εὖ οὔτε ὁ συγγνωσόμενός τοι πάρα· ἀλλʼ ὥσπερ τῆς ἡμέρης ἐβουλεύσαο ποιέειν, ταύτην ἴθι τῶν ὁδῶν.

13.1. So the vision spoke, and seemed to Xerxes to vanish away. When day dawned, the king took no account of this dream, and he assembled the Persians whom he had before gathered together and addressed them thus:

13.1. τὸν μὲν ταῦτα εἰπόντα ἐδόκεε ὁ Ξέρξης ἀποπτάσθαι, ἡμέρης δὲ ἐπιλαμψάσης ὀνείρου μὲν τούτου λόγον οὐδένα ἐποιέετο, ὁ δὲ Περσέων συναλίσας τοὺς καὶ πρότερον συνέλεξε, ἔλεξέ σφι τάδε.

13.2. “Persians, forgive me for turning and twisting in my purpose; I am not yet come to the fullness of my wisdom, and I am never free from people who exhort me to do as I said. It is true that when I heard Artabanus' opinion my youthful spirit immediately boiled up, and I burst out with an unseemly and wrongful answer to one older than myself; but now I see my fault and will follow his judgment.

13.2. ἄνδρες Πέρσαι, συγγνώμην μοι ἔχετε ὅτι ἀγχίστροφα βουλεύομαι· φρενῶν τε γὰρ ἐς τὰ ἐμεωυτοῦ πρῶτα οὔκω ἀνήκω, καὶ οἱ παρηγορεόμενοι ἐκεῖνα ποιέειν οὐδένα χρόνον μευ ἀπέχονται. ἀκούσαντι μέντοι μοι τῆς Ἀρταβάνου γνώμης παραυτίκα μὲν ἡ νεότης ἐπέζεσε, ὥστε ἀεικέστερα ἀπορρῖψαι ἔπεα ἐς ἄνδρα πρεσβύτερον ἢ χρεόν· νῦν μέντοι συγγνοὺς χρήσομαι τῇ ἐκείνου γνώμῃ.

13.3. Be at peace, since I have changed my mind about marching against Hellas.”

13.3. ὡς ὦν μεταδεδογμένον μοι μὴ στρατεύεσθαι ἐπὶ τὴν Ἑλλάδα, ἥσυχοι ἔστε.

14.1. When the Persians heard that, they rejoiced and made obeisance to him. But when night came on, the same vision stood again over Xerxes as he slept, and said, “Son of Darius, have you then plainly renounced your army's march among the Persians, and made my words of no account, as though you had not heard them? Know for certain that, if you do not lead out your army immediately, this will be the outcome of it: as you became great and mighty in a short time, so in a moment will you be brought low again.”

14.1. Πέρσαι μὲν ὡς ἤκουσαν ταῦτα, κεχαρηκότες προσεκύνεον. νυκτὸς δὲ γενομένης αὖτις τὠυτὸ ὄνειρον τῷ Ξέρξῃ κατυπνωμένῳ ἔλεγε ἐπιστάν ὦ παῖ Δαρείου, καὶ δὴ φαίνεαι ἐν Πέρσῃσί τε ἀπειπάμενος τὴν στρατηλασίην καὶ τὰ ἐμὰ ἔπεα ἐν οὐδενὶ ποιησάμενος λόγῳ ὡς παρʼ οὐδενὸς ἀκούσας; εὖ νυν τόδʼ ἴσθι· ἤν περ μὴ αὐτίκα στρατηλατέῃς, τάδε τοι ἐξ αὐτῶν ἀνασχήσει· ὡς καὶ μέγας καὶ πολλὸς ἐγένεο ἐν ὀλίγῳ χρόνῳ, οὕτω καὶ ταπεινὸς ὀπίσω κατὰ τάχος ἔσεαι.

15.1. Greatly frightened by the vision, Xerxes leapt up from his bed, and sent a messenger to summon Artabanus. When he came, Xerxes said, “Artabanus, for a moment I was of unsound mind, and I answered your good advice with foolish words; but after no long time I repented, and saw that it was right for me to follow your advice.

15.1. Ξέρξης μὲν περιδεὴς γενόμενος τῇ ὄψι ἀνά τε ἔδραμε ἐκ τῆς κοίτης καὶ πέμπει ἄγγελον ἐπὶ Ἀρτάβανον καλέοντα· ἀπικομένῳ δέ οἱ ἔλεγε Ξέρξης τάδε. Ἀρτάβανε, ἐγὼ τὸ παραυτίκα μὲν οὐκ ἐσωφρόνεον εἴπας ἐς σὲ μάταια ἔπεα χρηστῆς εἵνεκα συμβουλίης·

15.2. Yet, though I desire to, I cannot do it; ever since I turned back and repented, a vision keeps coming to haunt my sight, and it will not allow me to do as you advise; just now it has threatened me and gone.

15.2. μετὰ μέντοι οὐ πολλὸν χρόνον μετέγνων, ἔγνων δὲ ταῦτα μοι ποιητέα ἐόντα τὰ σὺ ὑπεθήκαο. οὔκων δυνατός τοι εἰμὶ ταῦτα βουλόμενος ποιέειν· τετραμμένῳ γὰρ δὴ καὶ μετεγνωκότι ἐπιφοιτέον ὄνειρον φαντάζεταί μοι οὐδαμῶς συνεπαινέον ποιέειν με ταῦτα· νῦν δὲ καὶ διαπειλῆσαν οἴχεται.

15.3. Now if a god is sending the vision, and it is his full pleasure that there this expedition against Hellas take place, that same dream will hover about you and give you the same command it gives me. I believe that this is most likely to happen, if you take all my apparel and sit wearing it upon my throne, and then lie down to sleep in my bed.”

15.3. εἰ ὦν θεός ἐστι ὁ ἐπιπέμπων καί οἱ πάντως ἐν ἡδονῇ ἐστι γενέσθαι στρατηλασίην ἐπὶ Ἑλλάδα, ἐπιπτήσεται καὶ σοὶ τὠυτὸ τοῦτο ὄνειρον, ὁμοίως καὶ ἐμοὶ ἐντελλόμενον. εὑρίσκω δὲ ὧδʼ ἂν γινόμενα ταῦτα, εἰ λάβοις τὴν ἐμὴν σκευὴν πᾶσαν καὶ ἐνδὺς μετὰ τοῦτο ἵζοιο ἐς τὸν ἐμὸν θρόνον, καὶ ἔπειτα ἐν κοίτῃ τῇ ἐμῇ κατυπνώσειας.

16.1. Xerxes said this, but Artabanus would not obey the first command, thinking it was not right for him to sit on the royal throne; at last he was compelled and did as he was bid, saying first:

16.1. Ξέρξης μὲν ταῦτά οἱ ἔλεγε· Ἀρτάβανος δὲ οὐ πρώτῳ κελεύσματι πειθόμενος, οἷα οὐκ ἀξιεύμενος ἐς τὸν βασιλήιον θρόνον ἵζεσθαι, τέλος ὡς ἠναγκάζετο εἴπας τάδε ἐποίεε τὸ κελευόμενον.

16A.1. “O king, I judge it of equal worth whether a man is wise or is willing to obey good advice; to both of these you have attained, but the company of bad men trips you up; just as they say that sea, of all things the most serviceable to men, is hindered from following its nature by the blasts of winds that fall upon it.

16A.1. ἴσον ἐκεῖνο ὦ βασιλεῦ παρʼ ἐμοὶ κέκριται, φρονέειν τε εὖ καὶ τῷ λέγοντι χρηστὰ ἐθέλειν πείθεσθαι· τά σε καὶ ἀμφότερα περιήκοντα ἀνθρώπων κακῶν ὁμιλίαι σφάλλουσι, κατά περ τὴν πάντων χρησιμωτάτην ἀνθρώποισι θάλασσαν πνεύματα φασὶ ἀνέμων ἐμπίπτοντα οὐ περιορᾶν φύσι τῇ ἑωυτῆς χρᾶσθαι.

16A.2. It was not that I heard harsh words from you that stung me so much as that, when two opinions were laid before the Persians, one tending to the increase of pride, the other to its abatement, showing how evil a thing it is to teach the heart continual desire of more than it has, of these two opinions you preferred that one which was more fraught with danger to yourself and to the Persians.

16A.2. ἐμὲ δὲ ἀκούσαντα πρὸς σεῦ κακῶς οὐ τοσοῦτο ἔδακε λύπη ὅσον γνωμέων δύο προκειμενέων Πέρσῃσι, τῆς μὲν ὕβριν αὐξανούσης, τῆς δὲ καταπαυούσης καὶ λεγούσης ὡς κακὸν εἴη διδάσκειν τὴν ψυχὴν πλέον τι δίζησθαι αἰεὶ ἔχειν τοῦ παρεόντος, τοιουτέων προκειμενέων γνωμέων ὅτι τὴν σφαλερωτέρην σεωυτῷ τε καὶ Πέρσῃσι ἀναιρέο.

16B.1. Now when you have turned to the better opinion, you say that, while intending to abandon the expedition against the Greeks, you are haunted by a dream sent by some god, which forbids you to disband the expedition.

16B.1. νῦν ὦν, ἐπειδὴ τέτραψαι ἐπὶ τὴν ἀμείνω, φῄς τοι μετιέντι τὸν ἐπʼ Ἕλληνας στόλον ἐπιφοιτᾶν ὄνειρον θεοῦ τινος πομπῇ, οὐκ ἐῶντά σε καταλύειν τὸν στόλον.

16B.2. But this is none of heaven's working, my son. The roving dreams that visit men are of such nature as I shall teach you, since I am many years older than you. Those visions that rove about us in dreams are for the most part the thoughts of the day; and in these recent days we have been very busy with this expedition.

16B.2. ἀλλʼ οὐδὲ ταῦτα ἐστι, ὦ παῖ, θεῖα. ἐνύπνια γὰρ τὰ ἐς ἀνθρώπους πεπλανημένα τοιαῦτα ἐστὶ οἷά σε ἐγὼ διδάξω, ἔτεσι σεῦ πολλοῖσι πρεσβύτερος ἐών· πεπλανῆσθαι αὗται μάλιστα ἐώθασι αἱ ὄψιες τῶν ὀνειράτων, τά τις ἡμέρης φροντίζει. ἡμεῖς δὲ τὰς πρὸ τοῦ ἡμέρας ταύτην τὴν στρατηλασίην καὶ τὸ κάρτα εἴχομεν μετὰ χεῖρας.

16C.1. But if this is not as I determine and it has something divine to it, then you have spoken the conclusion of the matter; let it appear to me just as it has to you, and utter its command. If it really wishes to appear, it should do so to me no more by virtue of my wearing your dress instead of mine, and my sleeping in your bed rather than in my own.

16C.1. εἰ δὲ ἄρα μή ἐστι τοῦτο τοιοῦτο οἷον ἐγὼ διαιρέω, ἀλλά τι τοῦ θείου μετέχον, σὺ πᾶν αὐτὸ συλλαβὼν εἴρηκας· φανήτω γὰρ δὴ καὶ ἐμοὶ ὡς καὶ σοὶ διακελευόμενον. φανῆναι δὲ οὐδὲν μᾶλλόν μοι ὀφείλει ἔχοντι τὴν ἐσθῆτα ἢ οὐ καὶ τὴν ἐμήν, οὐδέ τι μᾶλλον ἐν κοίτῃ τῇ σῇ ἀναπαυομένῳ ἢ οὐ καὶ ἐν τῇ ἐμῇ, εἴ πέρ γε καὶ ἄλλως ἐθέλει φανῆναι.

16C.2. Whatever it is that appears to you in your sleep, surely it has not come to such folly as to infer from your dress that I am you when it sees me. We now must learn if it will take no account of me and not deign to appear and haunt me, whether I am wearing your robes or my own, but will come to you; if it comes continually, I myself would say that it is something divine.

16C.2. οὐ γὰρ δὴ ἐς τοσοῦτό γε εὐηθείης ἀνήκει τοῦτο, ὅ τι δή κοτε ἐστί, τὸ ἐπιφαινόμενόν τοι ἐν τῷ ὕπνῳ, ὥστε δόξει ἐμὲ ὁρῶν σὲ εἶναι, τῇ σῇ ἐσθῆτι τεκμαιρόμενον. εἰ δὲ ἐμὲ μὲν ἐν οὐδενὶ λόγῳ ποιήσεται οὐδὲ ἀξιώσει ἐπιφανῆναι, οὔτε ἢν τὴν ἐμὴν ἐσθῆτα ἔχω οὔτε ἢν τὴν σήν, οὐδὲ ἐπιφοιτήσει, τοῦτο ἤδη μαθητέον ἔσται. εἰ γὰρ δὴ ἐπιφοιτήσει γε συνεχέως, φαίην ἂν καὶ αὐτὸς θεῖον εἶναι.

16C.3. If you are determined that this must be done and there is no averting it, and I must lie down to sleep in your bed, so be it; this duty I will fulfill, and let the vision appear also to me. But until then I will keep my present opinion.”

16C.3. εἰ δέ τοι οὕτω δεδόκηται γίνεσθαι καὶ οὐκ οἷά τε αὐτὸ παρατρέψαι, ἀλλʼ ἤδη δεῖ ἐμὲ ἐν κοίτῃ σῇ κατυπνῶσαι, φέρε, τούτων ἐξ ἐμεῦ ἐπιτελευμένων φανήτω καὶ ἐμοί. μέχρι δὲ τούτου τῇ παρεούσῃ γνώμῃ χρήσομαι.

17.1. So spoke Artabanus and did as he was bid, hoping to prove Xerxes' words vain; he put on Xerxes' robes and sat on the king's throne. Then while he slept there came to him in his sleep the same dream that had haunted Xerxes; it stood over him and spoke thus:

17.1. τοσαῦτα εἴπας Ἀρτάβανος, ἐλπίζων Ξέρξην ἀποδέξειν λέγοντα οὐδέν, ἐποίεε τὸ κελευόμενον. ἐνδὺς δὲ τὴν Ξέρξεω ἐσθῆτα καὶ ἱζόμενος ἐς τὸν βασιλήιον θρόνον ὡς μετὰ ταῦτα κοῖτον ἐποιέετο, ἦλθέ οἱ κατυπνωμένῳ τὠυτὸ ὄνειρον τὸ καὶ παρὰ Ξέρξην ἐφοίτα, ὑπερστὰν δὲ τοῦ Ἀρταβάνου εἶπε·

17.2. “Are you the one who dissuades Xerxes from marching against Hellas, because you care for him? Neither in the future nor now will you escape with impunity for striving to turn aside what must be. To Xerxes himself it has been declared what will befall him if he disobeys.”

17.2. ἆρα σὺ δὴ κεῖνος εἶς ὁ ἀποσπεύδων Ξέρξην στρατεύεσθαι ἐπὶ τὴν Ἑλλάδα ὡς δὴ κηδόμενος αὐτοῦ; ἀλλʼ οὔτε ἐς τὸ μετέπειτα οὔτε ἐς τὸ παραυτίκα νῦν καταπροΐξεαι ἀποτρέπων τὸ χρεὸν γενέσθαι. Ξέρξην δὲ τὰ δεῖ ἀνηκουστέοντα παθεῖν, αὐτῷ ἐκείνῳ δεδήλωται.

18.1. With this threat (so it seemed to Artabanus) the vision was about to burn his eyes with hot irons. He leapt up with a loud cry, then sat by Xerxes and told him the whole story of what he had seen in his dream, and next he said:

18.1. ταῦτά τε ἐδόκεε Ἀρτάβανος τὸ ὄνειρον ἀπειλέειν καὶ θερμοῖσι σιδηρίοισι ἐκκαίειν αὐτοῦ μέλλειν τοὺς ὀφθαλμούς. καὶ ὃς ἀμβώσας μέγα ἀναθρώσκει, καὶ παριζόμενος Ξέρξῃ, ὡς τὴν ὄψιν οἱ τοῦ ἐνυπνίου διεξῆλθε ἀπηγεόμενος, δεύτερά οἱ λέγει τάδε.

18.2. “O King, since I have seen, as much as a man may, how the greater has often been brought low by the lesser, I forbade you to always give rein to your youthful spirit, knowing how evil a thing it is to have many desires, and remembering the end of Cyrus' expedition against the Massagetae and of Cambyses' against the Ethiopians, and I myself marched with Darius against the Scythians.

18.2. ἐγὼ μέν, ὦ βασιλεῦ, οἷά ἄνθρωπος ἰδὼν ἤδη πολλά τε καὶ μεγάλα πεσόντα πρήγματα ὑπὸ ἡσσόνων, οὐκ ἔων σε τὰ πάντα τῇ ἡλικίῃ εἴκειν, ἐπιστάμενος ὡς κακὸν εἴη τὸ πολλῶν ἐπιθυμέειν, μεμνημένος μὲν τὸν ἐπὶ Μασσαγέτας Κύρου στόλον ὡς ἔπρηξε, μεμνημένος δὲ καὶ τὸν ἐπʼ Αἰθίοπας τὸν Καμβύσεω, συστρατευόμενος δὲ καὶ Δαρείῳ ἐπὶ Σκύθας.