SCRIPTURA

Herodotus · Histories · 45 of 53

Book VIII · chapters 1–33

Translated by A. D. Godley

ContentsMarkdown.md ↓

1.1. The Greeks appointed to serve in the fleet were these: the Athenians furnished a hundred and twenty-seven ships; the Plataeans manned these ships with the Athenians, not that they had any knowledge of seamanship, but because of mere valor and zeal. The Corinthians furnished forty ships and the Megarians twenty;

1.1. οἱ δὲ Ἑλλήνων ἐς τὸν ναυτικὸν στρατὸν ταχθέντες ἦσαν οἵδε, Ἀθηναῖοι μὲν νέας παρεχόμενοι ἑκατὸν καὶ εἴκοσι καὶ ἑπτά· ὑπὸ δὲ ἀρετῆς τε καὶ προθυμίης Πλαταιέες ἄπειροι τῆς ναυτικῆς ἐόντες συνεπλήρουν τοῖσι Ἀθηναίοισι τὰς νέας. Κορίνθιοι δὲ τεσσεράκοντα νέας παρείχοντο, Μεγαρέες δὲ εἴκοσι.

1.2. the Chalcidians manned twenty, the Athenians furnishing the ships; the Aeginetans eighteen, the Sicyonians twelve, the Lacedaemonians ten, the Epidaurians eight, the Eretrians seven, the Troezenians five, the Styrians two, and the Ceans two, and two fifty-oared barks; the Opuntian Locrians brought seven fifty-oared barks to their aid.

1.2. καὶ Χαλκιδέες ἐπλήρουν εἴκοσι, Ἀθηναίων σφι παρεχόντων τὰς νέας, Αἰγινῆται δὲ ὀκτωκαίδεκα, Σικυώνιοι δὲ δυοκαίδεκα, Λακεδαιμόνιοι δὲ δέκα, Ἐπιδαύριοι δὲ ὀκτώ, Ἐρετριέες δὲ ἑπτά, Τροιζήνιοι δὲ πέντε, Στυρέες δὲ δύο, καὶ Κήιοι δύο τε νέας καὶ πεντηκοντέρους δύο· Λοκροὶ δέ σφι οἱ Ὀπούντιοι ἐπεβοήθεον πεντηκοντέρους ἔχοντες ἑπτά.

2.1. These are the forces which came to Artemisium for battle, and I have now shown how they individually furnished the whole sum. The number of ships mustered at Artemisium was two hundred and seventy-one, besides the fifty-oared barks.

2.1. ἦσαν μὲν ὦν οὗτοι οἱ στρατευόμενοι ἐπʼ Ἀρτεμίσιον, εἴρηται δέ μοι καὶ ὡς τὸ πλῆθος ἕκαστοι τῶν νεῶν παρείχοντο. ἀριθμὸς δὲ τῶν συλλεχθεισέων νεῶν ἐπʼ Ἀρτεμίσιον ἦν, πάρεξ τῶν πεντηκοντέρων, διηκόσιαι καὶ ἑβδομήκοντα καὶ μία.

2.2. The Spartans, however, provided the admiral who had the chief command, Eurybiades, son of Euryclides, for the allies said that if the Laconian were not their leader, they would rather make an end of the fleet that was assembling than be led by the Athenians.

2.2. τὸν δὲ στρατηγὸν τὸν τὸ μέγιστον κράτος ἔχοντα παρείχοντο Σπαρτιῆται Εὐρυβιάδην Εὐρυκλείδεω· οἱ γὰρ σύμμαχοι οὐκ ἔφασαν, ἢν μὴ ὁ Λάκων ἡγεμονεύῃ, Ἀθηναίοισι ἕψεσθαι ἡγεομένοισι, ἀλλὰ λύσειν τὸ μέλλον ἔσεσθαι στράτευμα.

3.1. In the first days, before the sending to Sicily for alliance, there had been talk of entrusting the command at sea to the Athenians. However, when the allies resisted, the Athenians waived their claim, considering the safety of Hellas of prime importance and seeing that if they quarrelled over the leadership, Hellas must perish. In this they judged rightly, for civil strife is as much worse than united war as war is worse than peace.

3.1. ἐγένετο γὰρ κατʼ ἀρχὰς λόγος, πρὶν ἢ καὶ ἐς Σικελίην πέμπειν ἐπὶ συμμαχίην, ὡς τὸ ναυτικὸν Ἀθηναίοισι χρεὸν εἴη ἐπιτρέπειν. ἀντιβάντων δὲ τῶν συμμάχων εἶκον οἱ Ἀθηναῖοι μέγα πεποιημένοι περιεῖναι τὴν Ἑλλάδα καὶ γνόντες, εἰ στασιάσουσι περὶ τῆς ἡγεμονίης, ὡς ἀπολέεται ἡ Ἑλλάς, ὀρθὰ νοεῦντες· στάσις γὰρ ἔμφυλος πολέμου ὁμοφρονέοντος τοσούτῳ κάκιον ἐστὶ ὅσῳ πόλεμος εἰρήνης.

3.2. Knowing that, they gave ground and waived their claim, but only so long as they had great need of the others. This is clear, for when they had driven the Persian back and the battle was no longer for their territory but for his, they made a pretext of Pausanias' highhandedness and took the command away from the Lacedaemonians. All that, however, took place later.

3.2. ἐπιστάμενοι ὦν αὐτὸ τοῦτο οὐκ ἀντέτεινον ἀλλʼ εἶκον, μέχρι ὅσου κάρτα ἐδέοντο αὐτῶν, ὡς διέδεξαν· ὡς γὰρ δὴ ὠσάμενοι τὸν Πέρσην περὶ τῆς ἐκείνου ἤδη τὸν ἀγῶνα ἐποιεῦντο, πρόφασιν τὴν Παυσανίεω ὕβριν προϊσχόμενοι ἀπείλοντο τὴν ἡγεμονίην τοὺς Λακεδαιμονίους. ἀλλὰ ταῦτα μὲν ὕστερον ἐγένετο.

4.1. But now, the Greeks who had at last come to Artemisium saw a multitude of ships launched at Aphetae and forces everywhere, and contrary to all expectation, the barbarian was shown to be in much different shape than they had supposed. They accordingly lost heart and began to deliberate about flight from Artemisium homewards into Hellas.

4.1. τότε δὲ οὗτοι οἱ καὶ ἐπʼ Ἀρτεμίσιον Ἑλλήνων ἀπικόμενοι ὡς εἶδον νέας τε πολλὰς καταχθείσας ἐς τὰς Ἀφέτας καὶ στρατιῆς ἅπαντα πλέα, ἐπεὶ αὐτοῖσι παρὰ δόξαν τὰ πρήγματα τῶν βαρβάρων ἀπέβαινε ἤ ὡς αὐτοὶ κατεδόκεον, καταρρωδήσαντες δρησμὸν ἐβουλεύοντο ἀπὸ τοῦ Ἀρτεμισίου ἔσω ἐς τὴν Ἑλλάδα.

4.2. Then the Euboeans, noticing that they were making such plans, entreated Eurybiades to wait a little while, till they themselves had removed their children and households. When they could not prevail with him, they tried another way and gave Themistocles, the Athenian admiral, a bribe of thirty talents on the condition that the Greek fleet should remain there and fight, when they fought, to defend Euboea.

4.2. γνόντες δὲ σφέας οἱ Εὐβοέες ταῦτα βουλευομένους ἐδέοντο Εὐρυβιάδεω προσμεῖναι χρόνον ὀλίγον, ἔστʼ ἂν αὐτοὶ τέκνα τε καὶ τοὺς οἰκέτας ὑπεκθέωνται. ὡς δʼ οὐκ ἔπειθον, μεταβάντες τὸν Ἀθηναίων στρατηγὸν πείθουσι Θεμιστοκλέα ἐπὶ μισθῷ τριήκοντα ταλάντοισι, ἐπʼ ᾧ τε καταμείναντες πρὸ τῆς Εὐβοίης ποιήσονται τὴν ναυμαχίην.

5.1. This was the way in which Themistocles made the Greeks stay where they were: he gave Eurybiades for his share five talents of that money, as though he were making the present of his own money. When Eurybiades had been won over in this way, none of the rest was inclined to resist save Adimantus, son of Ocytus, the Corinthian admiral, who said that he would not remain but sail away from Artemisium; to him Themistocles, adding an oath, said:

5.1. ὁ δὲ Θεμιστοκλέης τοὺς Ἕλληνας ἐπισχεῖν ὧδε ποιέει· Εὐρυβιάδῃ τούτων τῶν χρημάτων μεταδιδοῖ πέντε τάλαντα ὡς παρʼ ἑωυτοῦ δῆθεν διδούς. ὡς δέ οἱ οὗτος ἀνεπέπειστο, Ἀδείμαντος γὰρ ὁ Ὠκύτου ὁ Κορίνθιος στρατηγὸς τῶν λοιπῶν ἤσπαιρε μοῦνος, φάμενος ἀποπλεύσεσθαί τε ἀπὸ τοῦ Ἀρτεμισίου καὶ οὐ παραμενέειν, πρὸς δὴ τοῦτον εἶπε ὁ Θεμιστοκλέης ἐπομόσας οὐ σύ γε ἡμέας ἀπολείψεις, ἐπεί τοι ἐγὼ μέζω δῶρα δώσω ἢ βασιλεὺς ἄν τοι ὁ Μήδων πέμψειε ἀπολιπόντι τοὺς συμμάχους.

5.2. “No, you of all men will not desert us, for I will give you a greater gift than the king of the Medes would send you for deserting your allies.” With that he sent three talents of silver to Adimantus ship. These two, then, were won over by gifts, the Euboeans got what they wanted, and Themistocles himself was the gainer. No one knew that he had kept the rest of the money, and those who had received a part of it supposed that it had been sent for that purpose by the Athenians.

5.2. ταῦτά τε ἅμα ἠγόρευε καὶ πέμπει ἐπὶ τὴν νέα τὴν Ἀδειμάντου τάλαντα ἀργυρίου τρία· οὗτοί τε δὴ πάντες δώροισι ἀναπεπεισμένοι ἦσαν καὶ τοῖσι Εὐβοεῦσι ἐκεχάριστο, αὐτός τε ὁ Θεμιστοκλέης ἐκέρδηνε, ἐλάνθανε δὲ τὰ λοιπὰ ἔχων, ἀλλʼ ἠπιστέατο οἱ μεταλαβόντες τούτων τῶν χρημάτων ἐκ τῶν Ἀθηνέων ἐλθεῖν ἐπὶ τῷ λόγῳ τούτῳ τὰ χρήματα.

6.1. So the Greeks remained in Euboea and fought there; this came about as I will now reveal. Having arrived at Aphetae in the early part of the afternoon, the barbarians saw for themselves the few Greek ships that they had already heard were stationed off Artemisium, and they were eager to attack so that they might take them.

6.1. οὕτω δὴ κατέμεινάν τε ἐν τῇ Εὐβοίῃ καὶ ἐναυμάχησαν, ἐγένετο δὲ ὧδε. ἐπείτε δὴ ἐς τὰς Ἀφέτας περὶ δείλην πρωίην γινομένην ἀπίκατο οἱ βάρβαροι, πυθόμενοι μὲν ἔτι καὶ πρότερον περὶ τὸ Ἀρτεμίσιον ναυλοχέειν νέας Ἑλληνίδας ὀλίγας, τότε δὲ αὐτοὶ ἰδόντες, πρόθυμοι ἦσαν ἐπιχειρέειν, εἴ κως ἕλοιεν αὐτάς.

6.2. They were not prepared to make a head-on attack since they feared that the Greeks would see them coming and turn to flee with night close upon them as they fled; it was their belief that the Greeks would save themselves by flight, and they did not want even so much as a firebearer to be saved.

6.2. ἐκ μὲν δὴ τῆς ἀντίης προσπλέειν οὔ κώ σφι ἐδόκεε τῶνδε εἵνεκα, μή κως ἰδόντες οἱ Ἕλληνες προσπλέοντας ἐς φυγὴν ὁρμήσειαν φεύγοντάς τε εὐφρόνη καταλαμβάνῃ· καὶ ἔμελλον δῆθεν ἐκφεύξεσθαι, ἔδει δὲ μηδὲ πυρφόρον τῷ ἐκείνων λόγῳ ἐκφυγόντα περιγενέσθαι.

7.1. Taking these things into consideration, they devised the following plan; separating two hundred ships from the whole number, they sent them to cruise outside Sciathus so that the enemies might not see them sailing round Euboea and by way of Caphereus round Geraestus to the Euripus so that they might catch the Greeks between them, the one part holding that course and barring the retreat, and they themselves attacking in front.

7.1. πρὸς ταῦτα ὦν τάδε ἐμηχανῶντο· τῶν νεῶν ἁπασέων ἀποκρίναντες διηκοσίας περιέπεμπον ἔξωθεν Σκιάθου, ὡς ἂν μὴ ὀφθείησαν ὑπὸ τῶν πολεμίων περιπλέουσαι Εὔβοιαν κατά τε Καφηρέα καὶ περὶ Γεραιστὸν ἐς τὸν Εὔριπον, ἵνα δὴ περιλάβοιεν οἳ μὲν ταύτῃ ἀπικόμενοι καὶ φράξαντες αὐτῶν τὴν ὀπίσω φέρουσαν ὁδόν, σφεῖς δὲ ἐπισπόμενοι ἐξ ἐναντίης.

7.2. Upon making these plans they sent the appointed ships on their way, intending not to make an attack upon the Greeks either on that day or before the signal should be seen, whereby the ships that sailed round were to declare their coming. So they sent those ships to sail round, and set about counting the rest at Aphetae.

7.2. ταῦτα βουλευσάμενοι ἀπέπεμπον τῶν νεῶν τὰς ταχθείσας, αὐτοὶ οὐκ ἐν νόῳ ἔχοντες ταύτης τῆς ἡμέρης τοῖσι Ἕλλησι ἐπιθήσεσθαι, οὐδὲ πρότερον ἢ τὸ σύνθημά σφι ἔμελλε φανήσεσθαι παρὰ τῶν περιπλεόντων ὡς ἡκόντων. ταύτας μὲν δὴ περιέπεμπον, τῶν δὲ λοιπέων νεῶν ἐν τῇσι Ἀφέτῃσι ἐποιεῦντο ἀριθμόν.

8.1. Now when they were engaged in this count, there was in the fleet one Scyllias, a man of Scione; he was the best diver of the time, and in the shipwreck at Pelion he had saved for the Persians much of their possessions and gotten much for himself in addition; this Scyllias had before now, it would seem, intended to desert to the Greeks, but he never had had so fair an occasion as now.

8.1. ἐν δὲ τούτῳ τῷ χρόνῳ ἐν ᾧ οὗτοι ἀριθμὸν ἐποιεῦντο τῶν νεῶν, ἦν γὰρ ἐν τῷ στρατοπέδῳ τούτῳ Σκυλλίης Σκιωναῖος δύτης τῶν τότε ἀνθρώπων ἄριστος, ὃς καὶ ἐν τῇ ναυηγίῃ τῇ κατὰ Πήλιον γενομένῃ πολλὰ μὲν ἔσωσε τῶν χρημάτων τοῖσι Πέρσῃσι, πολλὰ δὲ καὶ αὐτὸς περιεβάλετο· οὗτος ὁ Σκυλλίης ἐν νόῳ μὲν εἶχε ἄρα καὶ πρότερον αὐτομολήσειν ἐς τοὺς Ἕλληνας, ἀλλʼ οὐ γάρ οἱ παρέσχε ὡς τότε.

8.2. By what means he did at last make his way to the Greeks, I cannot with exactness say. If the story is true, it is marvellous indeed, for it is said that he dove into the sea at Aphetae and never rose to the surface till he came to Artemisium, thus passing underneath the sea for about eighty furlongs.

8.2. ὅτεῳ μὲν δὴ τρόπῳ τὸ ἐνθεῦτεν ἔτι ἀπίκετο ἐς τοὺς Ἕλληνας, οὐκ ἔχω εἰπεῖν ἀτρεκέως, θωμάζω δὲ εἰ τὰ λεγόμενα ἐστὶ ἀληθέα· λέγεται γὰρ ὡς ἐξ Ἀφετέων δὺς ἐς τὴν θάλασσαν οὐ πρότερον ἀνέσχε πρὶν ἢ ἀπίκετο ἐπὶ τὸ Ἀρτεμίσιον, σταδίους μάλιστά κῃ τούτους ἐς ὀγδώκοντα διὰ τῆς θαλάσσης διεξελθών.

8.3. There are many tales about this man, some similar to lies and some true, but as regards the present business it is my opinion that he came to Artemisium in a boat. After arriving, he straightway told the admirals the story of the shipwreck, and of the ships that had been sent round Euboea.

8.3. λέγεται μέν νυν καὶ ἄλλα ψευδέσι εἴκελα περὶ τοῦ ἀνδρὸς τούτου, τὰ δὲ μετεξέτερα ἀληθέα· περὶ μέντοι τούτου γνώμη μοι ἀποδεδέχθω πλοίῳ μιν ἀπικέσθαι ἐπὶ τὸ Ἀρτεμίσιον. ὡς δὲ ἀπίκετο, αὐτίκα ἐσήμηνε τοῖσι στρατηγοῖσι τήν τε ναυηγίην ὡς γένοιτο, καὶ τὰς περιπεμφθείσας τῶν νεῶν περὶ Εὔβοιαν.

9.1. Hearing that, the Greeks took counsel together; there was much talk, but the opinion prevailed that they should remain and encamp where they were for that day, and then, after midnight, to put to sea and meet the ships which were sailing around. Presently, however, meeting with no opposition, they waited for the late afternoon of the day and themselves advanced their ships against the barbarian, desiring to put to the proof his fashion of fighting and the art of breaking the line.

9.1. τοῦτο δὲ ἀκούσαντες οἱ Ἕλληνες λόγον σφίσι αὐτοῖσι ἐδίδοσαν. πολλῶν δὲ λεχθέντων ἐνίκα τὴν ἡμέρην ἐκείνην αὐτοῦ μείναντάς τε καὶ αὐλισθέντας, μετέπειτα νύκτα μέσην παρέντας πορεύεσθαι καὶ ἀπαντᾶν τῇσι περιπλεούσῃσι τῶν νεῶν. μετὰ δὲ τοῦτο, ὡς οὐδείς σφι ἐπέπλεε, δείλην ὀψίην γινομένην τῆς ἡμέρης φυλάξαντες αὐτοὶ ἐπανέπλεον ἐπὶ τοὺς βαρβάρους, ἀπόπειραν αὐτῶν ποιήσασθαι βουλόμενοι τῆς τε μάχης καὶ τοῦ διεκπλόου.

10.1. When Xerxes' men and their generals saw the Greeks bearing down on them with but a few ships, they thought that they were definitely mad and put out to sea themselves, thinking that they would win an easy victory; this expectation was very reasonable, since they saw that the Greek ships so few while their own were many times more numerous and more seaworthy. With this assurance, they hemmed in the Greeks in their midst.

10.1. ὁρῶντες δὲ σφέας οἵ τε ἄλλοι στρατιῶται οἱ Ξέρξεω καὶ οἱ στρατηγοὶ ἐπιπλέοντας νηυσὶ ὀλίγῃσι, πάγχυ σφι μανίην ἐπενείκαντες ἀνῆγον καὶ αὐτοὶ τὰς νέας, ἐλπίσαντες σφέας εὐπετέως αἱρήσειν, οἰκότα κάρτα ἐλπίσαντες, τὰς μέν γε τῶν Ἑλλήνων ὁρῶντες ὀλίγας νέας, τὰς δὲ ἑωυτῶν πλήθεΐ τε πολλαπλησίας καὶ ἄμεινον πλεούσας. καταφρονήσαντες ταῦτα ἐκυκλοῦντο αὐτοὺς ἐς μέσον.

10.2. Now all the Ionians who were friendly to the Greeks came unwillingly to the war and were distressed to see the Greeks surrounded. They supposed that not one of them would return home, so powerless did the Greeks seem to them to be.

10.2. ὅσοι μέν νυν τῶν Ἰώνων ἦσαν εὔνοοι τοῖσι Ἕλλησι, ἀέκοντές τε ἐστρατεύοντο συμφορήν τε ἐποιεῦντο μεγάλην ὁρῶντες περιεχομένους αὐτοὺς καὶ ἐπιστάμενοι ὡς οὐδεὶς αὐτῶν ἀπονοστήσει· οὕτω ἀσθενέα σφι ἐφαίνετο εἶναι τὰ τῶν Ἑλλήνων πρήγματα.

10.3. Those who were glad about the business, however, vied each with each that he might be the first to take an Attic ship and receive gifts from the king, for it was the Athenians of whom there was most talk in the fleet.

10.3. ὅσοισι δὲ καὶ ἡδομένοισι ἦν τὸ γινόμενον, ἅμιλλαν ἐποιεῦντο ὅκως αὐτὸς ἕκαστος πρῶτος νέα Ἀττικὴν ἑλὼν παρὰ βασιλέος δῶρα λάμψεται· Ἀθηναίων γὰρ αὐτοῖσι λόγος ἦν πλεῖστος ἀνὰ τὰ στρατόπεδα.

11.1. But the Greeks, when the signal was given them, first drew the sterns of their ships together, their prows turned towards the foreigners; then at the second signal they put their hands to the work, despite the fact that they were hemmed in within a narrow space and were fighting face-to-face.

11.1. τοῖσι δὲ Ἕλλησι ὡς ἐσήμηνε, πρῶτα μὲν ἀντίπρῳροι τοῖσι βαρβάροισι γενόμενοι ἐς τὸ μέσον τὰς πρύμνας συνήγαγον, δεύτερα δὲ σημήναντος ἔργου εἴχοντο ἐν ὀλίγῳ περ ἀπολαμφθέντες καὶ κατὰ στόμα.

11.2. There they took thirty of the foreigners ships as well as the brother of Gorgus king of Salamis, Philaon son of Chersis, a man of note in the fleet. The first Greek to take an enemy ship was an Athenian, Lycomedes, son of Aeschraeus, and he it was who received the prize for valor.

11.2. ἐνθαῦτα τριήκοντα νέας αἱρέουσι τῶν βαρβάρων καὶ τὸν Γόργου τοῦ Σαλαμινίων βασιλέος ἀδελφεὸν Φιλάονα τὸν Χέρσιος, λόγιμον ἐόντα ἐν τῷ στρατοπέδῳ ἄνδρα. πρῶτος δὲ Ἑλλήνων νέα τῶν πολεμίων εἷλε ἀνὴρ Ἀθηναῖος Λυκομήδης Αἰσχραίου, καὶ τὸ ἀριστήιον ἔλαβε οὗτος.

11.3. They fought that sea-fight with doubtful issue, and nightfall ended the battle; the Greeks sailed back to Artemisium, and the barbarians to Aphetae, after faring far below their hopes in the fight. In that battle Antidorus of Lemnos, the only one of the Greeks siding with the Persian, deserted to the Greeks, and for that the Athenians gave him land in Salamis.

11.3. τοὺς δʼ ἐν τῇ ναυμαχίῃ ταύτῃ ἑτεραλκέως ἀγωνιζομένους νὺξ ἐπελθοῦσα διέλυσε. οἱ μὲν δὴ Ἕλληνες ἐπὶ τὸ Ἀρτεμίσιον ἀπέπλεον, οἱ δὲ βάρβαροι ἐς τὰς Ἀφέτας, πολλὸν παρὰ δόξαν ἀγωνισάμενοι. ἐν ταύτῃ τῇ ναυμαχίῃ Ἀντίδωρος Λήμνιος μοῦνος τῶν σὺν βασιλέι Ἑλλήνων ἐόντων αὐτομολέει ἐς τοὺς Ἕλληνας, καὶ οἱ Ἀθηναῖοι διὰ τοῦτο τὸ ἔργον ἔδοσαν αὐτῷ χῶρον ἐν Σαλαμῖνι.

12.1. When darkness came on, the season being then midsummer, there was abundance of rain all through the night and violent thunderings from Pelion. The dead and the wrecks were driven towards Aphetae, where they were entangled with the ships' prows and jumbled the blades of the oars.

12.1. ὡς δὲ εὐφρόνη ἐγεγόνεε, ἦν μὲν τῆς ὥρης μέσον θέρος, ἐγίνετο δὲ ὕδωρ τε ἄπλετον διὰ πάσης τῆς νυκτὸς καὶ σκληραὶ βρονταὶ ἀπὸ τοῦ Πηλίου· οἱ δὲ νεκροὶ καὶ τὰ ναυήγια ἐξεφέποντο ἐς τὰς Ἀφέτας, καὶ περί τε τὰς πρῴρας τῶν νεῶν εἱλέοντο καὶ ἐτάρασσον τοὺς ταρσοὺς τῶν κωπέων.

12.2. The ships crews who were there were dismayed by the noise of this, and considering their present bad state, expected utter destruction; for before they had recovered from the shipwreck and the storm off Pelion, they next endured a stubborn sea-fight, and after the sea-fight, rushing rain and mighty torrents pouring seaward and violent thunderings.

12.2. οἱ δὲ στρατιῶται οἱ ταύτῃ ἀκούοντες ταῦτα ἐς φόβον κατιστέατο, ἐλπίζοντες πάγχυ ἀπολέεσθαι ἐς οἷα κακὰ ἧκον. πρὶν γὰρ ἢ καὶ ἀναπνεῦσαι σφέας ἔκ τε τῆς ναυηγίης καὶ τοῦ χειμῶνος τοῦ γενομένου κατὰ Πήλιον, ὑπέλαβε ναυμαχίη καρτερή, ἐκ δὲ τῆς ναυμαχίης ὄμβρος τε λάβρος καὶ ῥεύματα ἰσχυρὰ ἐς θάλασσαν ὁρμημένα βρονταί τε σκληραί.

13.1. This is how the night dealt with them. To those who were appointed to sail round Euboea, however, that same night was still more cruel since it caught them on the open sea. Their end was a terrible one, for when the storm and the rain came on them in their course off the Hollows of Euboea, they were driven by the wind in an unknown direction and were driven onto the rocks. All this was done by the god so that the Persian power might be more equally matched with the Greek, and not much greater than it.

13.1. καὶ τούτοισι μὲν τοιαύτη ἡ νὺξ ἐγίνετο, τοῖσι δὲ ταχθεῖσι αὐτῶν περιπλέειν Εὔβοιαν ἡ αὐτή περ ἐοῦσα νὺξ πολλὸν ἦν ἔτι ἀγριωτέρη, τοσούτῳ ὅσῳ ἐν πελάγεϊ φερομένοισι ἐπέπιπτε, καὶ τὸ τέλος σφι ἐγίνετο ἄχαρι. ὡς γὰρ δὴ πλέουσι αὐτοῖσι χειμών τε καὶ τὸ ὕδωρ ἐπεγίνετο ἐοῦσι κατὰ τὰ Κοῖλα τῆς Εὐβοίης, φερόμενοι τῷ πνεύματι καὶ οὐκ εἰδότες τῇ ἐφέροντο ἐξέπιπτον πρὸς τὰς πέτρας· ἐποιέετό τε πᾶν ὑπὸ τοῦ θεοῦ ὅκως ἂν ἐξισωθείη τῷ Ἑλληνικῷ τὸ Περσικὸν μηδὲ πολλῷ πλέον εἴη.

14.1. These men, then, perished at the Hollows of Euboea. As for the barbarians at Aphetae, when to their great comfort the day dawned, they kept their ships unmoved, being in their evil plight well content to do nothing for the moment. Now fifty-three Attic ships came to aid the Greeks, who were encouraged both by the ships coming and by the news that the barbarians sailing round Euboea had all perished in the recent storm.

14.1. οὗτοι μέν νυν περὶ τὰ Κοῖλα τῆς Εὐβοίης διεφθείροντο· οἱ δʼ ἐν Ἀφέτῃσι βάρβαροι, ὥς σφι ἀσμένοισι ἡμέρη ἐπέλαμψε, ἀτρέμας τε εἶχον τὰς νέας καί σφι ἀπεχρᾶτο κακῶς πρήσουσι ἡσυχίην ἄγειν ἐν τῷ παρεόντι. τοῖσι δε Ἕλλησι ἐπεβοήθεον νέες τρεῖς καὶ πεντήκοντα Ἀττικαί.

14.2. They waited then for the same hour as before, and fell upon certain Cilician ships when they put to sea. After destroying these when night fell, they sailed back to Artemisium.

14.2. αὗταί τε δή σφεας ἐπέρρωσαν ἀπικόμεναι καὶ ἅμα ἀγγελίη ἐλθοῦσα, ὡς τῶν βαρβάρων οἱ περιπλέοντες τὴν Εὔβοιαν πάντες εἴησαν διεφθαρμένοι ὑπὸ τοῦ γενομένου χειμῶνος. φυλάξαντες δὴ τὴν αὐτὴν ὥρην, πλέοντες ἐπέπεσον νηυσὶ Κιλίσσῃσι· ταύτας δὲ διαφθείραντες, ὡς εὐφρόνη ἐγίνετο, ἀπέπλεον ὀπίσω ἐπὶ τὸ Ἀρτεμίσιον.

15.1. On the third day, however, the barbarian admirals, finding it hard to bear that so few ships should do them hurt and fearing Xerxes' anger, waited no longer for the Greeks to begin the fight, but gave the word and put out to sea about midday. So it came to pass that these sea-battles were fought on the same days as the land-battles at Thermopylae;

15.1. τρίτῃ δὲ ἡμέρῃ δεινόν τι ποιησάμενοι οἱ στρατηγοὶ τῶν βαρβάρων νέας οὕτω σφι ὀλίγας λυμαίνεσθαι, καὶ τὸ ἀπὸ Ξέρξεω δειμαίνοντες, οὐκ ἀνέμειναν ἔτι τοὺς Ἕλληνας μάχης ἄρξαι, ἀλλὰ παρακελευσάμενοι κατὰ μέσον ἡμέρης ἀνῆγον τὰς νέας. συνέπιπτε δὲ ὥστε τὰς αὐτὰς ἡμέρας τάς τε ναυμαχίας γίνεσθαι ταύτας καὶ τὰς πεζομαχίας τὰς ἐν Θερμοπύλῃσι.

15.2. the seamen's whole endeavor was to hold the Euripus while Leonidas' men strove to guard the passage; the Greeks were ordered to give the barbarian no entry into Hellas, and the Persians to destroy the Greek host and win the strait.

15.2. ἦν δὲ πᾶς ὁ ἀγὼν τοῖσι κατὰ θάλασσαν περὶ τοῦ Εὐρίπου, ὥσπερ τοῖσι ἀμφὶ Λεωνίδην τὴν ἐσβολὴν φυλάσσειν. οἳ μὲν δὴ παρεκελεύοντο ὅκως μὴ παρήσουσι ἐς τὴν Ἑλλάδα τοὺς βαρβάρους, οἳ δʼ ὅκως τὸ Ἑλληνικὸν στράτευμα διαφθείραντες τοῦ πόρου κρατήσουσι. ὡς δὲ ταξάμενοι οἱ Ξέρξεω ἐπέπλεον, οἱ Ἕλληνες ἀτρέμας εἶχον πρὸς τῷ Ἀρτεμισίῳ. οἱ δὲ βάρβαροι μηνοειδὲς ποιήσαντες τῶν νεῶν ἐκυκλοῦντο, ὡς περιλάβοιεν αὐτούς.

16.1. So when Xerxes' men ordered their battle and advanced, the Greeks remained in their station off Artemisium, and the barbarians made a half circle of their ships striving to encircle and enclose them. At that the Greeks charged and joined battle. In that sea-fight both had equal success. Xerxes' fleet did itself harm by its numbers and size. The ships were thrown into confusion and ran foul of each other; nevertheless they held fast and did not yield, for they could not bear to be put to flight by a few ships.

16.1. ἐνθεῦτεν οἱ Ἕλληνες ἐπανέπλεόν τε καὶ συνέμισγον. ἐν ταύτῃ τῇ ναυμαχίῃ παραπλήσιοι ἀλλήλοισι ἐγίνοντο. ὁ γὰρ Ξέρξεω στρατὸς ὑπὸ μεγάθεός τε καὶ πλήθεος αὐτὸς ὑπʼ ἑωυτοῦ ἔπιπτε, ταρασσομενέων τε τῶν νεῶν καὶ περιπιπτουσέων περὶ ἀλλήλας· ὅμως μέντοι ἀντεῖχε καὶ οὐκ εἶκε· δεινὸν γὰρ χρῆμα ἐποιεῦντο ὑπὸ νεῶν ὀλιγέων ἐς φυγὴν τρέπεσθαι.

16.3. Many were the Greek ships and men that perished there, and far more yet of the foreigners' ships and men; this is how they fought until they drew off and parted from each other.

16.3. πολλαὶ μὲν δὴ τῶν Ἑλλήνων νέες διεφθείροντο πολλοὶ δὲ ἄνδρες, πολλῷ δʼ ἔτι πλεῦνες νέες τε τῶν βαρβάρων καὶ ἄνδρες, οὕτω δὲ ἀγωνιζόμενοι διέστησαν χωρὶς ἑκάτεροι.

17.1. In that sea-fight of all Xerxes' fighters the Egyptians conducted themselves with the greatest valor; besides other great feats of arms which they achieved, they took five Greek ships together with their crews. As regards the Greeks, it was the Athenians who bore themselves best on that day, and of the Athenians Clinias son of Alcibiades. He brought to the war two hundred men and a ship of his own, all at his own expense.

17.1. ἐν ταύτῃ τῇ ναυμαχίῃ Αἰγύπτιοι μὲν τῶν Ξέρξεω στρατιωτέων ἠρίστευσαν, οἳ ἄλλα τε μεγάλα ἔργα ἀπεδέξαντο καὶ νέας αὐτοῖσι ἀνδράσι εἷλον Ἑλληνίδας πέντε. τῶν δὲ Ἑλλήνων κατὰ ταύτην τὴν ἡμέρην ἠρίστευσαν Ἀθηναῖοι καὶ Ἀθηναίων Κλεινίης ὁ Ἀλκιβιάδεω, ὃς δαπάνην οἰκηίην παρεχόμενος ἐστρατεύετο ἀνδράσι τε διηκοσίοισι καὶ οἰκηίῃ νηί.

18.1. So they parted, and each hurried gladly to his own place of anchorage. When the Greeks had withdrawn and come out of the battle, they were left in possession of the dead and the wrecks. They had, however, had a rough time of it themselves, chiefly the Athenians, half of whose ships had suffered some damage. Now their counsel was to flee to the inner waters of Hellas Themistocles thought that if the Ionian and Carian nations were removed from the forces of the barbarians, the Greeks might be strong enough to prevail over the rest.

18.1. ὡς δὲ διέστησαν, ἄσμενοι ἑκάτεροι ἐς ὅρμον ἠπείγοντο. οἱ δὲ Ἕλληνες ὡς διακριθέντες ἐκ τῆς ναυμαχίης ἀπηλλάχθησαν, τῶν μὲν νεκρῶν καὶ τῶν ναυηγίων ἐπεκράτεον, τρηχέως δὲ περιεφθέντες, καὶ οὐκ ἥκιστα Ἀθηναῖοι τῶν αἱ ἡμίσεαι τῶν νεῶν τετρωμέναι ἦσαν, δρησμὸν δὴ ἐβούλευον ἔσω ἐς τὴν Ἑλλάδα.

19.1. Now it was the custom of the Euboeans to drive their flocks down to the sea there. Gathering the admirals together, he told them that he thought he had a device whereby he hoped to draw away the best of the king's allies.

19.1. νόῳ δὲ λαβὼν ὁ Θεμιστοκλέης ὡς εἰ ἀπορραγείη ἀπὸ τοῦ βαρβάρου τό τε Ἰωνικὸν φῦλον καὶ τὸ Καρικόν, οἷοί τε εἴησαν ἂν τῶν λοιπῶν κατύπερθε γενέσθαι, ἐλαυνόντων τῶν Εὐβοέων πρόβατα ἐπὶ τὴν θάλασσαν ταύτην, συλλέξας τοὺς στρατηγοὺς ἔλεγέ σφι ὡς δοκέοι ἔχειν τινὰ παλάμην, τῇ ἐλπίζοι τῶν βασιλέος συμμάχων ἀποστήσειν τοὺς ἀρίστους.

19.2. So much he revealed for the moment, but merely advised them to let everyone slay as many from the Euboean flocks as he wanted; it was better that the fleet should have them, than the enemy. Moreover, he counselled them each to order his men to light a fire; as for the time of their departure from that place, he would see to it that they would return to Hellas unscathed. All this they agreed to do and immediately lit fires and set upon the flocks.

19.2. ταῦτα μέν νυν ἐς τοσοῦτο παρεγύμνου, ἐπὶ δὲ τοῖσι κατήκουσι πρήγμασι τάδε ποιητέα σφι εἶναι ἔλεγε, τῶν τε προβάτων τῶν Εὐβοϊκῶν καταθύειν ὅσα τις ἐθέλοι· κρέσσον γὰρ εἶναι τὴν στρατιὴν ἔχειν ἢ τοὺς πολεμίους· παραίνεέ τε προειπεῖν τοῖσι ἑωυτῶν ἑκάστους πῦρ ἀνακαίειν· κομιδῆς δὲ πέρι τὴν ὥρην αὐτῷ μελήσειν, ὥστε ἀσινέας ἀπικέσθαι ἐς τὴν Ἑλλάδα. ταῦτα ἤρεσέ σφι ποιέειν, καὶ αὐτίκα πῦρ ἀνακαυσάμενοι ἐτράποντο πρὸς τὰ πρόβατα.

20.1. Now the Euboeans had neglected the oracle of Bacis, believing it to be empty of meaning, and neither by carrying away nor by bringing in anything had they shown that they feared an enemy's coming. In so doing they were the cause of their own destruction, for Bacis' oracle concerning this matter runs as followsWhen a strange-tongued man casts a yoke of papyrus on the waves,Then take care to keep bleating goats far from the coasts of EuboeaTo these verses the Euboeans gave no heed; but in the evils then present and soon to come they suffered the greatest calamity.

20.1. οἱ γὰρ Εὐβοέες, παραχρησάμενοι τὸν Βάκιδος χρησμὸν ὡς οὐδὲν λέγοντα, οὔτε τι ἐξεκομίσαντο οὐδὲν οὔτε προσεσάξαντο ὡς παρεσομένου σφι πολέμου, περιπετέα τε ἐποιήσαντο σφίσι αὐτοῖσι τὰ πρήγματα. Βάκιδι γὰρ ὧδε ἔχει περὶ τούτων ὁ χρησμός.φράζεο, βαρβαρόφωνος ὅταν ζυγὸν εἰς ἅλα βάλλῃβύβλινον, Εὐβοίης ἀπέχειν πολυμηκάδας αἶγας.τούτοισι οὐδὲν τοῖσι ἔπεσι χρησαμένοισι ἐν τοῖσι τότε παρεοῦσί τε καὶ προσδοκίμοισι κακοῖσι παρῆν σφι συμφορῇ χρᾶσθαι πρὸς τὰ μέγιστα.

21.1. While the Greeks were doing as I have said, there came to them their lookout from Trachis. There was a scout at Artemisium, one Polyas, a native of Anticyra, who was charged (and had a rowing boat standing ready for it), if the fleet should suffer a reverse to declare it to the men at Thermopylae. Similarly, if any ill should befall the land army, Abronichus son of Lysicles, an Athenian, was with Leonidas, ready for his part to bring the news in a thirty-oared bark to the Greeks at Artemisium.

21.1. οἳ μὲν δὴ ταῦτα ἔπρησσον, παρῆν δὲ ὁ ἐκ Τρηχῖνος κατάσκοπος. ἦν μὲν γὰρ ἐπʼ Ἀρτεμισίῳ κατάσκοπος Πολύας, γένος Ἀντικυρεύς, τῷ προσετέτακτο, καὶ εἶχε πλοῖον κατῆρες ἕτοιμον, εἰ παλήσειε ὁ ναυτικὸς στρατός, σημαίνειν τοῖσι ἐν Θερμοπύλῃσι ἐοῦσι· ὣς δʼ αὕτως ἦν Ἀβρώνιχος ὁ Λυσικλέος Ἀθηναῖος καὶ παρὰ Λεωνίδῃ ἕτοιμος τοῖσι ἐπʼ Ἀρτεμισίω ἐοῦσι ἀγγέλλειν τριηκοντέρῳ, ἤν τι καταλαμβάνῃ νεώτερον τὸν πεζόν.

21.2. So this Abronichus came and declared to them the fate of Leonidas and his army. When the Greeks learned this, they no longer delayed their departure but went their ways in their appointed order, the Corinthians first and last of all the Athenians.

21.2. οὗτος ὦν ὁ Ἀβρώνιχος ἀπικόμενός σφι ἐσήμαινε τὰ γεγονότα περὶ Λεωνίδην καὶ τὸν στρατὸν αὐτοῦ. οἳ δὲ ὡς ἐπύθοντο ταῦτα, οὐκέτι ἐς ἀναβολὰς ἐποιεῦντο τὴν ἀποχώρησιν, ἐκομίζοντο δὲ ὡς ἕκαστοι ἐτάχθησαν, Κορίνθιοι πρῶτοι, ὕστατοι δὲ Ἀθηναῖοι.

22.1. Themistocles, however, picked out the seaworthiest Athenian ships and made his way to the places where drinking water could be found. Here he engraved on the rocks words which the Ionians read on the next day when they came to Artemisium. This was what the writing said: “Men of Ionia, you do wrongly to fight against the land of your fathers and bring slavery upon Hellas.

22.1. Ἀθηναίων δὲ νέας τὰς ἄριστα πλεούσας ἐπιλεξάμενος Θεμιστοκλέης ἐπορεύετο περὶ τὰ πότιμα ὕδατα, ἐντάμνων ἐν τοῖσι λίθοισι γράμματα. τὰ Ἴωνες ἐπελθόντες τῇ ὑστεραίῃ ἡμέρῃ ἐπὶ τὸ Ἀρτεμίσιον ἐπελέξαντο. τὰ δὲ γράμματα τάδε ἔλεγε. ἄνδρες Ἴωνες, οὐ ποιέετε δίκαια ἐπὶ τοὺς πατέρας στρατευόμενοι καὶ τὴν Ἑλλάδα καταδουλούμενοι.

22.2. It would best for you to join yourselves to us, but if that should be impossible for you, then at least now withdraw from the war, and entreat the Carians to do the same as you. If neither of these things may be and you are fast bound by such constraint that you cannot rebel, yet we ask you not to use your full strength in the day of battle. Remember that you are our sons and that our quarrel with the barbarian was of your making in the beginning.”

22.2. ἀλλὰ μάλιστα μὲν πρὸς ἡμέων γίνεσθε· εἰ δὲ ὑμῖν ἐστι τοῦτο μὴ δυνατὸν ποιῆσαι, ὑμεῖς δὲ ἔτι καὶ νῦν ἐκ τοῦ μέσου ἡμῖν ἕζεσθε καὶ αὐτοὶ καὶ τῶν Καρῶν δέεσθε τὰ αὐτὰ ὑμῖν ποιέειν. εἰ δὲ μηδέτερον τούτων οἷόν τε γίνεσθαι, ἀλλʼ ὑπʼ ἀναγκαίης μέζονος κατέζευχθε ἢ ὥστε ἀπίστασθαι, ὑμεῖς δὲ ἐν τῷ ἔργῳ, ἐπεὰν συμμίσγωμεν, ἐθελοκακέετε μεμνημένοι ὅτι ἀπʼ ἡμέων γεγόνατε καὶ ὅτι ἀρχῆθεν ἡ ἔχθρη πρὸς τὸν βάρβαρον ἀπʼ ὑμέων ἡμῖν γέγονε.

22.3. To my thinking Themistocles wrote this with a double intent, namely that if the king knew nothing of the writing, it might induce the Ionians to change sides and join with the Greeks, while if the writing were maliciously reported to Xerxes, he might thereby be led to mistrust the Ionians and keep them out of the sea-fights.

22.3. Θεμιστοκλέης δὲ ταῦτα ἔγραφε, δοκέειν ἐμοί, ἐπʼ ἀμφότερα νοέων, ἵνα ἢ λαθόντα τὰ γράμματα βασιλέα Ἴωνας ποιήσῃ μεταβαλεῖν καὶ γενέσθαι πρὸς ἑωυτῶν, ἢ ἐπείτε ἀνενειχθῇ καὶ διαβληθῇ πρὸς Ξέρξην, ἀπίστους ποιήσῃ τοὺς Ἴωνας καὶ τῶν ναυμαχιέων αὐτοὺς ἀπόσχῃ.

23.1. Such was Themistocles' writing. Immediately after this there came to the barbarians a man of Histiaea in a boat, telling them of the flight of the Greeks from Artemisium. Not believing this, they kept the bringer of the news in confinement and sent swift ships to spy out the matter. When the crews of these brought word of the truth, the whole armada sailed all together to Artemisium at the crack of dawn. Here they waited till midday and then sailed to Histiaea. Upon their arrival they took possession of the Histiaeans' city and overran all the villages on the seaboard of the Ellopian region, which is a district belonging to Histiaea.

23.1. Θεμιστοκλέης μὲν ταῦτα ἐνέγραψε· τοῖσι δὲ βαρβάροισι αὐτίκα μετὰ ταῦτα πλοίῳ ἦλθε ἀνὴρ Ἱστιαιεὺς ἀγγέλλων τὸν δρησμὸν τὸν ἀπʼ Ἀρτεμισίου τῶν Ἑλλήνων. οἳ δʼ ὑπʼ ἀπιστίης τὸν μὲν ἀγγέλλοντα εἶχον ἐν φυλακῇ, νέας δὲ ταχέας ἀπέστειλαν προκατοψομένας· ἀπαγγειλάντων δὲ τούτων τὰ ἦν, οὕτω δὴ ἅμα ἡλίῳ σκιδναμένῳ πᾶσα ἡ στρατιὴ ἐπέπλεε ἁλὴς ἐπὶ τὸ Ἀρτεμίσιον. ἐπισχόντες δὲ ἐν τούτῳ τῷ χώρῳ μέχρι μέσου ἡμέρης, τὸ ἀπὸ τούτου ἔπλεον ἐς Ἱστιαίην· ἀπικόμενοι δὲ τὴν πόλιν ἔσχον τῶν Ἱστιαιέων, καὶ τῆς Ἐλλοπίης μοίρης γῆς δὲ τῆς Ἱστιαιώτιδος τὰς παραθαλασσίας χώρας πάσας ἐπέδραμον.

24.1. While they were there, Xerxes sent a herald to the fleet. Before sending him, Xerxes had made the following preparations: of all his own soldiers who had fallen at Thermopylae (that is, as many as twenty thousand) he left about a thousand, and the rest he buried in trenches, which he covered with leaves and heaped earth so that the men of the fleet might not see them.

24.1. ἐνθαῦτα δὲ τούτων ἐόντων, Ξέρξης ἑτοιμασάμενος τὰ περὶ τοὺς νεκροὺς ἔπεμπε ἐς τὸν ναυτικὸν στρατὸν κήρυκα, προετοιμάσατο δὲ τάδε· ὅσοι τοῦ στρατοῦ τοῦ ἑωυτοῦ ἦσαν νεκροὶ ἐν Θερμοπύλῃσι (ἦσαν δὲ καὶ δύο μυριάδες), ὑπολιπόμενος τούτων ὡς χιλίους, τοὺς λοιποὺς τάφρους ὀρυξάμενος ἔθαψε, φυλλάδα τε ἐπιβαλὼν καὶ γῆν ἐπαμησάμενος, ἵνα μὴ ὀφθείησαν ὑπὸ τοῦ ναυτικοῦ στρατοῦ.

24.2. When the herald had crossed over to Histiaea, he assembled all the men of the fleet and said: “Men of our allies, King Xerxes permits any one of you who should so desire to leave his place and come to see how he fights against those foolish men who thought they could overcome the king's power.”

24.2. ὡς δὲ διέβη ἐς τὴν Ἱστιαίην ὁ κῆρυξ, σύλλογον ποιησάμενος παντὸς τοῦ στρατοπέδου ἔλεγε τάδε. ἄνδρες σύμμαχοι, βασιλεὺς Ξέρξης τῷ βουλομένῳ ὑμέων παραδίδωσι ἐκλιπόντα τὴν τάξιν καὶ ἐλθόντα θεήσασθαι ὅκως μάχεται πρὸς τοὺς ἀνοήτους τῶν ἀνθρώπων, οἳ ἤλπισαν τὴν βασιλέος δύναμιν ὑπερβαλέεσθαι.

25.1. After this proclamation, there was nothing so hard to get as a boat, so many were they who wanted to see this. They crossed over and went about viewing the dead. All of them supposed that the fallen Greeks were all Lacedaemonians and Thespians, though helots were also there for them to see.

25.1. ταῦτα ἐπαγγειλαμένου, μετὰ ταῦτα οὐδὲν ἐγίνετο πλοίων σπανιώτερον· οὕτω πολλοὶ ἤθελον θεήσασθαι. διαπεραιωθέντες δὲ ἐθηεῦντο διεξιόντες τοὺς νεκρούς· πάντες δὲ ἠπιστέατο τοὺς κειμένους εἶναι πάντας Λακεδαιμονίους καὶ Θεσπιέας, ὁρῶντες καὶ τοὺς εἵλωτας.

25.2. For all that, however, those who crossed over were not deceived by what Xerxes had done with his own dead, for the thing was truly ridiculous; of the Persians a thousand lay dead before their eyes, but the Greeks lay all together assembled in one place, to the number of four thousand.

25.2. οὐ μὲν οὐδʼ ἐλάνθανε τοὺς διαβεβηκότας Ξέρξης ταῦτα πρήξας περὶ τοὺς νεκροὺς τοὺς ἑωυτοῦ· καὶ γὰρ δὴ καὶ γελοῖον ἦν· τῶν μὲν χίλιοι ἐφαίνοντο νεκροὶ κείμενοι, οἳ δὲ πάντες ἐκέατο ἁλέες συγκεκομισμένοι ἐς τὠυτὸ χωρίον, τέσσερες χιλιάδες.

25.3. All that day they spent in observation, and on the next the shipmen returned to their fleet at Histiaea while Xerxes' army set forth on its march.

25.3. ταύτην μὲν τὴν ἡμέρην πρὸς θέην ἐτράποντο, τῇ δʼ ὑστεραίῃ οἳ μὲν ἀπέπλεον ἐς Ἱστιαίην ἐπὶ τὰς νέας, οἱ δὲ ἀμφὶ Ξέρξην ἐς ὁδὸν ὁρμέατο.

26.1. There had come to them a few deserters, men of Arcadia, lacking a livelihood and desirous to find some service. Bringing these men into the king's presence, the Persians inquired of them what the Greeks were doing, there being one who put this question in the name of all.

26.1. ἧκον δέ σφι αὐτόμολοι ἄνδρες ἀπʼ Ἀρκαδίης ὀλίγοι τινές, βίου τε δεόμενοι καὶ ἐνεργοὶ βουλόμενοι εἶναι. ἄγοντες δὲ τούτους ἐς ὄψιν τὴν βασιλέος ἐπυνθάνοντο οἱ Πέρσαι περὶ τῶν Ἑλλήνων τί ποιέοιεν· εἷς δέ τις πρὸ πάντων ἦν ὁ εἰρωτῶν αὐτοὺς ταῦτα.

26.2. When the Arcadians told them that the Greeks were holding the Olympic festival and viewing sports and horseraces, the Persian asked what was the prize offered, for which they contended. They told him of the crown of olive that was given to the victor. Then Tigranes son of Artabanus uttered a most noble saying (but the king deemed him a coward for it);

26.2. οἳ δέ σφι ἔλεγον ὡς Ὀλύμπια ἄγουσι καὶ θεωρέοιεν ἀγῶνα γυμνικὸν καὶ ἱππικόν. ὁ δὲ ἐπείρετο ὅ τι τὸ ἄεθλον εἴη σφι κείμενον περὶ ὅτευ ἀγωνίζονται· οἳ δʼ εἶπον τῆς ἐλαίης τὸν διδόμενον στέφανον. ἐνθαῦτα εἴπας γνώμην γενναιοτάτην Τιγράνης ὁ Ἀρταβάνου δειλίην ὦφλε πρὸς βασιλέος.

26.3. when he heard that the prize was not money but a crown, he could not hold his peace, but cried, “Good heavens, Mardonius, what kind of men are these that you have pitted us against? It is not for money they contend but for glory of achievement!” Such was Tigranes' saying.

26.3. πυνθανόμενος γὰρ τὸ ἄεθλον ἐὸν στέφανον ἀλλʼ οὐ χρήματα, οὔτε ἠνέσχετο σιγῶν εἶπέ τε ἐς πάντας τάδε. παπαῖ Μαρδόνιε, κοίους ἐπʼ ἄνδρας ἤγαγες μαχησομένους ἡμέας, οἳ οὐ περὶ χρημάτων τὸν ἀγῶνα ποιεῦνται ἀλλὰ περὶ ἀρετῆς. τούτῳ μὲν δὴ ταῦτα εἴρητο.

27.1. In the meantime, immediately after the misfortune at Thermopylae, the Thessalians sent a herald to the Phocians, because they bore an old grudge against them and still more because of their latest disaster.

27.1. ἐν δὲ τῷ διὰ μέσου χρόνῳ, ἐπείτε τὸ ἐν Θερμοπύλῃσι τρῶμα ἐγεγόνεε, αὐτίκα Θεσσαλοὶ πέμπουσι κήρυκα ἐς Φωκέας, ἅτε σφι ἔχοντες αἰεὶ χόλον, ἀπὸ δὲ τοῦ ὑστάτου τρώματος καὶ τὸ κάρτα.

27.2. Now a few years before the king's expedition, the Thessalians and their allies had invaded Phocis with their whole army but had been worsted and roughly handled by the Phocians.

27.2. ἐσβαλόντες γὰρ πανστρατιῇ αὐτοί τε οἱ Θεσσαλοὶ καὶ οἱ σύμμαχοι αὐτῶν ἐς τοὺς Φωκέας, οὐ πολλοῖσι ἔτεσι πρότερον ταύτης τῆς βασιλέος στρατηλασίης, ἑσσώθησαν ὑπὸ τῶν Φωκέων καὶ περιέφθησαν τρηχέως.

27.3. When the Phocians were besieged on Parnassus, they had with them the diviner Tellias of Elis; Tellias devised a stratagem for them: he covered six hundred of the bravest Phocians with gypsum, themselves and their armor, and led them to attack the Thessalians by night, bidding them slay whomever they should see not whitened.

27.3. ἐπείτε γὰρ κατειλήθησαν ἐς τὸν Παρνησὸν οἱ Φωκέες ἔχοντες μάντιν Τελλίην τὸν Ἠλεῖον, ἐνθαῦτα ὁ Τελλίης οὗτος σοφίζεται αὐτοῖσι τοιόνδε. γυψώσας ἄνδρας ἑξακοσίους τῶν Φωκέων τοὺς ἀρίστους, αὐτούς τε τούτους καὶ τὰ ὅπλα αὐτῶν, νυκτὸς ἐπεθήκατο τοῖσι Θεσσαλοῖσι, προείπας αὐτοῖσι, τὸν ἂν μὴ λευκανθίζοντα ἴδωνται, τοῦτον κτείνειν.

27.4. The Thessalian sentinels were the first to see these men and to flee for fear, supposing falsely that it was something supernatural, and after the sentinels the whole army fled as well. The Phocians made themselves masters of four thousand dead, and their shields, of which they dedicated half at Abae and the rest at Delphi.

27.4. τούτους ὦν αἵ τε φυλακαὶ τῶν Θεσσαλῶν πρῶται ἰδοῦσαι ἐφοβήθησαν, δόξασαι ἄλλο τι εἶναι τέρας, καὶ μετὰ τὰς φυλακὰς αὐτὴ ἡ στρατιὴ οὕτω ὥστε τετρακισχιλίων κρατῆσαι νεκρῶν καὶ ἀσπίδων Φωκέας, τῶν τὰς μὲν ἡμισέας ἐς Ἄβας ἀνέθεσαν τὰς δὲ ἐς Δελφούς·

27.5. A tithe of what they won in that fight went to the making of the great statues that stand around the tripod in front of the shrine at Delphi, and there are others like them dedicated at Abae.

27.5. ἡ δὲ δεκάτη ἐγένετο τῶν χρημάτων ἐκ ταύτης τῆς μάχης οἱ μεγάλοι ἀνδριάντες οἱ περὶ τὸν τρίποδα συνεστεῶτες ἔμπροσθε τοῦ νηοῦ τοῦ ἐν Δελφοῖσι, καὶ ἕτεροι τοιοῦτοι ἐν Ἄβῃσι ἀνακέαται.

28.1. This is what the besieged Phocians did with the Thessalian footsoldiers. When the Thessalian horsemen rode into their country, the Phocians did them mortal harm; they dug a great pit in the pass near Hyampolis and put empty jars inside it. They then covered it with earth till all was like the rest of the ground and awaited the onset of the Thessalians. These rode on intending to sweep the Phocians before them, and fell in among the jars, whereby their horses' legs were broken.

28.1. ταῦτα μέν νυν τὸν πεζὸν ἐργάσαντο τῶν Θεσσαλῶν οἱ Φωκέες πολιορκέοντας ἑωυτούς· ἐσβαλοῦσαν δὲ ἐς τὴν χώρην τὴν ἵππον αὐτῶν ἐλυμήναντο ἀνηκέστως. ἐν γὰρ τῇ ἐσβολῇ ἣ ἐστὶ κατὰ Ὑάμπολιν, ἐν ταύτῃ τάφρον μεγάλην ὀρύξαντες ἀμφορέας κενεοὺς ἐς αὐτὴν κατέθηκαν, χοῦν δὲ ἐπιφορήσαντες καὶ ὁμοιώσαντες τῷ ἄλλῳ χώρῳ ἐδέκοντο τοὺς Θεσσαλοὺς ἐσβάλλοντας. οἳ δὲ ὡς ἀναρπασόμενοι τοὺς Φωκέας φερόμενοι ἐσέπεσον ἐς τοὺς ἀμφορέας. ἐνθαῦτα οἱ ἵπποι τὰ σκέλεα διεφθάρησαν.

29.1. These two deeds had never been forgiven by the Thessalians, and now they sent a herald with this message: “Men of Phocis, it is time now that you confess yourselves to be no match for us.

29.1. τούτων δή σφι ἀμφοτέρων ἔχοντες ἔγκοτον οἱ Θεσσαλοὶ πέμψαντες κήρυκα ἠγόρευον τάδε. ὦ Φωκέες, ἤδη τι μᾶλλον γνωσιμαχέετε μὴ εἶναι ὅμοιοι ἡμῖν.

29.2. We were even formerly preferred to you by the Greeks, as long as we were on their side, and now we bear such weight with the foreigner that it lies in our power to have you deprived of your lands and to have you enslaved. Nevertheless, although we could easily do these things, we bear you no ill-will for the past. Pay us fifty talents of silver for what you did, and we promise to turn aside what threatens your land.”

29.2. πρόσθε τε γὰρ ἐν τοῖσι Ἕλλησι, ὅσον χρόνον ἐκεῖνα ἡμῖν ἥνδανε, πλέον αἰεί κοτε ὑμέων ἐφερόμεθα· νῦν τε παρὰ τῷ βαρβάρῳ τοσοῦτο δυνάμεθα ὥστε ἐπʼ ἡμῖν ἐστι τῆς γῆς ἐστερῆσθαι καὶ πρὸς ἠνδραποδίσθαι ὑμέας. ἡμεῖς μέντοι τὸ πᾶν ἔχοντες οὐ μνησικακέομεν, ἀλλʼ ἡμῖν γενέσθω ἀντʼ αὐτῶν πεντήκοντα τάλαντα ἀργυρίου, καὶ ὑμῖν ὑποδεκόμεθα τὰ ἐπιόντα ἐπὶ τὴν χώρην ἀποτρέψειν.

30.1. This was the Thessalians' offer. The Phocians alone of all that region would not take the Persians' side, and that for no other reason (if I argue correctly) than their hatred of the Thessalians.

30.1. ταῦτά σφι ἐπαγγέλλοντο οἱ Θεσσαλοί. οἱ γὰρ Φωκέες μοῦνοι τῶν ταύτῃ ἀνθρώπων οὐκ ἐμήδιζον, κατʼ ἄλλο μὲν οὐδέν, ὡς ἐγὼ συμβαλλόμενος εὑρίσκω, κατὰ δὲ τὸ ἔχθος τὸ Θεσσαλῶν·

30.2. Had the Thessalians aided the Greek side, then the Phocians would certainly have stood for the Persians. They replied to the offer of the Thessalians that they would give no money; they could do as the Thessalians did and take the Persian part, if for any cause they so wished, but they would not willingly betray the cause of Hellas.

30.2. εἰ δὲ Θεσσαλοὶ τὰ Ἑλλήνων ηὖξον, ὡς ἐμοὶ δοκέειν, ἐμήδιζον ἂν οἱ Φωκέες. ταῦτα ἐπαγγελλομένων Θεσσαλῶν, οὔτε δώσειν ἔφασαν χρήματα, παρέχειν τε σφίσι Θεσσαλοῖσι ὁμοίως μηδίζειν, εἰ ἄλλως βουλοίατο· ἀλλʼ οὐκ ἔσεσθαι ἑκόντες εἶναι προδόται τῆς Ἑλλάδος.

31.1. When this answer was returned to them, the Thessalians in their wrath against the Phocians began to guide the barbarian on his march. From the lands of Trachis they broke into Doris; there is a narrow tongue of Dorian land stretching that way, about thirty furlongs wide, between the Malian territory and the Phocian, which in old time was Dryopian. This region is the motherland of the Dorians of the Peloponnese. To this Dorian territory the barbarians did no harm at their invasion, for the people took the Persian side, and the Thessalians would not have them harmed.

31.1. ἐπειδὴ δὲ ἀνηνείχθησαν οὗτοι οἱ λόγοι, οὕτω δὴ οἱ Θεσσαλοὶ κεχολωμένοι τοῖσι Φωκεῦσι ἐγένοντο ἡγεμόνες τῷ βαρβάρῳ τῆς ὁδοῦ. ἐκ μὲν δὴ τῆς Τρηχινίης ἐς τὴν Δωρίδα ἐσέβαλον· τῆς γὰρ Δωρίδος χώρης ποδεὼν στεινὸς ταύτῃ κατατείνει, ὡς τριήκοντα σταδίων μάλιστά κῃ εὖρος, κείμενος μεταξὺ τῆς τε Μηλίδος καὶ Φωκίδος χώρης, ἥ περ ἦν τὸ παλαιὸν Δρυοπίς· ἡ δὲ χώρη αὕτη ἐστὶ μητρόπολις Δωριέων τῶν ἐν Πελοποννήσῳ. ταύτην ὦν τὴν Δωρίδα γῆν οὐκ ἐσίναντο ἐσβαλόντες οἱ βάρβαροι· ἐμήδιζόν τε γὰρ καὶ οὐκ ἐδόκεε Θεσσαλοῖσι.

32.1. When they entered Phocis from Doris, they could not take the Phocians themselves, for some of the Phocians ascended to the heights of Parnassus. The peak of Parnassus called Tithorea, which rises by itself near the town Neon, has room enough for a multitude of people. It was there that they carried their goods and themselves ascended to it, but most of them made their way out of the country to the Ozolian Locrians, where the town of Amphissa lies above the Crisaean plain.

32.1. ὡς δὲ ἐκ τῆς Δωρίδος ἐς τὴν Φωκίδα ἐσέβαλον, αὐτοὺς μὲν τοὺς Φωκέας οὐκ αἱρέουσι. οἳ μὲν γὰρ τῶν Φωκέων ἐς τὰ ἄκρα τοῦ Παρνησοῦ ἀνέβησαν. ἔστι δὲ καὶ ἐπιτηδέη δέξασθαι ὅμιλον τοῦ Παρνησοῦ ἡ κορυφή, κατὰ Νέωνα πόλιν κειμένη ἐπʼ ἑωυτῆς· Τιθορέα οὔνομα αὐτῇ· ἐς τὴν δὴ ἀνηνείκαντο καὶ αὐτοὶ ἀνέβησαν.

32.2. The barbarians, while the Thessalians so guided their army, overran the whole of Phocis. All that came within their power they laid waste to and burnt, setting fire to towns and temples.

32.2. οἳ δὲ πλεῦνες αὐτῶν ἐς τοὺς Ὀζόλας Λοκροὺς ἐξεκομίσαντο, ἐς Ἄμφισσαν πόλιν τὴν ὑπὲρ τοῦ Κρισαίου πεδίου οἰκημένην. οἱ δὲ βάρβαροι τὴν χώρην πᾶσαν ἐπέδραμον τὴν Φωκίδα· Θεσσαλοὶ γὰρ οὕτω ἦγον τὸν στρατόν· ὁκόσα δὲ ἐπέσχον, πάντα ἐπέφλεγον καὶ ἔκειρον, καὶ ἐς τὰς πόλις ἐνιέντες πῦρ καὶ ἐς τὰ ἱρά.

33.1. Marching this way down the river Cephisus, they ravaged everything that lay in their way, burning the towns of Drymus, Charadra, Erochus, Tethronium, Amphicaea, Neon, Pediea, Tritea, Elatea, Hyampolis, Parapotamii, and Abae, where there was a richly endowed temple of Apollo, provided with wealth of treasure and offerings. There was also then as now a place of divination at this place. This temple, too, they plundered and burnt, and they pursued and caught some of the Phocians near the mountains. Certain women too perished because of the multitude of their violators.

33.1. πορευόμενοι γὰρ ταύτῃ παρὰ τὸν Κηφισὸν ποταμὸν ἐδηίουν πάντα, καὶ κατὰ μὲν ἔκαυσαν Δρυμὸν πόλιν κατὰ δὲ Χαράδραν καὶ Ἔρωχον καὶ Τεθρώνιον καὶ Ἀμφίκαιαν καὶ Νέωνα καὶ Πεδιέας καὶ Τριτέας καὶ Ἐλάτειαν καὶ Ὑάμπολιν καὶ Παραποταμίους καὶ Ἄβας, ἔνθα ἦν ἱρὸν Ἀπόλλωνος πλούσιον, θησαυροῖσί τε καὶ ἀναθήμασι πολλοῖσι κατεσκευασμένον· ἦν δὲ καὶ τότε καὶ νῦν ἔτι χρηστήριον αὐτόθι. καὶ τοῦτο τὸ ἱρὸν συλήσαντες ἐνέπρησαν. καί τινας διώκοντες εἷλον τῶν Φωκέων πρὸς τοῖσι ὄρεσι, καὶ γυναῖκας τινὰς διέφθειραν μισγόμενοι ὑπὸ πλήθεος.