SCRIPTURA

Herodotus · Histories · 46 of 53

Book VIII · chapters 34–66

Translated by A. D. Godley

ContentsMarkdown.md ↓

34.1. Passing Parapotamii, the foreigners came to Panopea. There their army parted into two companies. The greater and stronger part of the host marched with Xerxes himself towards Athens and broke into the territory of Orchomenus in Boeotia. Now the whole population of Boeotia took the Persian side, and men of Macedonia sent by Alexander safeguarded their towns, each in his appointed place; the reason of the safeguarding was that Xerxes should see that the Boeotians were on the Persian side.

34.1. παραποταμίους δὲ παραμειβόμενοι οἱ βάρβαροι ἀπίκοντο ἐς Πανοπέας. ἐνθεῦτεν δὲ ἤδη διακρινομένη ἡ στρατιὴ αὐτῶν ἐσχίζετο. τὸ μὲν πλεῖστον καὶ δυνατώτατον τοῦ στρατοῦ ἅμα αὐτῷ Ξέρξῃ πορευόμενον ἐπʼ Ἀθήνας ἐσέβαλε ἐς Βοιωτούς, ἐς γῆν τὴν Ὀρχομενίων. Βοιωτῶν δὲ πᾶν τὸ πλῆθος ἐμήδιζε, τὰς δὲ πόλις αὐτῶν ἄνδρες Μακεδόνες διατεταγμένοι ἔσωζον, ὑπὸ Ἀλεξάνδρου ἀποπεμφθέντες· ἔσωζον δὲ τῇδε, δῆλον βουλόμενοι ποιέειν Ξέρξῃ ὅτι τὰ Μήδων Βοιωτοὶ φρονέοιεν.

35.1. So this part of the barbarian army marched as I have said, and others set forth with guides for the temple at Delphi, keeping Parnassus on their right. These, too, laid waste to every part of Phocis which they occupied, burning the towns of the Panopeans and Daulii and Aeolidae.

35.1. οὗτοι μὲν δὴ τῶν βαρβάρων ταύτῃ ἐτράποντο, ἄλλοι δὲ αὐτῶν ἡγεμόνας ἔχοντες ὁρμέατο ἐπὶ τὸ ἱρὸν τὸ ἐν Δελφοῖσι, ἐν δεξιῇ τὸν Παρνησὸν ἀπέργοντες. ὅσα δὲ καὶ οὗτοι ἐπέσχον τῆς Φωκίδος, πάντα ἐσιναμώρεον· καὶ γὰρ τῶν Πανοπέων τὴν πόλιν ἐνέπρησαν καὶ Δαυλίων καὶ Αἰολιδέων.

35.2. The purpose of their parting from the rest of the army and marching this way was that they might plunder the temple at Delphi and lay its wealth before Xerxes, who (as I have been told) had better knowledge of the most notable possessions in the temple than of what he had left in his own palace, chiefly the offerings of Croesus son of Alyattes; so many had always spoken of them.

35.2. ἐπορεύοντο δὲ ταύτῃ ἀποσχισθέντες τῆς ἄλλης στρατιῆς τῶνδε εἵνεκα, ὅκως συλήσαντες τὸ ἱρὸν τὸ ἐν Δελφοῖσι βασιλέι Ξέρξῃ ἀποδέξαιεν τὰ χρήματα. πάντα δʼ ἠπίστατο τὰ ἐν τῷ ἱρῷ ὅσα λόγου ἦν ἄξια Ξέρξης, ὡς ἐγὼ πυνθάνομαι, ἄμεινον ἢ τὰ ἐν τοῖσι οἰκίοισι ἔλιπε, πολλῶν αἰεὶ λεγόντων, καὶ μάλιστα τὰ Κροίσου τοῦ Ἀλυάττεω ἀναθήματα.

36.1. When the Delphians learned all this, they were very much afraid, and in their great fear they inquired of the oracle whether they should bury the sacred treasure in the ground or take it away to another country. The god told them to move nothing, saying that he was able to protect what belonged to him.

36.1. οἱ Δελφοὶ δὲ πυνθανόμενοι ταῦτα ἐς πᾶσαν ἀρρωδίην ἀπίκατο, ἐν δείματι δὲ μεγάλῳ κατεστεῶτες ἐμαντεύοντο περὶ τῶν ἱρῶν χρημάτων, εἴτε σφέα κατὰ γῆς κατορύξωσι εἴτε ἐκκομίσωσι ἐς ἄλλην χώρην. ὁ δὲ θεός σφεας οὐκ ἔα κινέειν, φὰς αὐτὸς ἱκανὸς εἶναι τῶν ἑωυτοῦ προκατῆσθαι.

36.2. Upon hearing that, the Delphians took thought for themselves. They sent their children and women overseas to Achaia. Most of the men went up to the peaks of Parnassus and carried their goods into the Corycian cave, but some escaped to Amphissa in Locris. In short, all the Delphians left the town save sixty men and the prophet.

36.2. Δελφοὶ δὲ ταῦτα ἀκούσαντες σφέων αὐτῶν πέρι ἐφρόντιζον. τέκνα μέν νυν καὶ γυναῖκας πέρην ἐς τὴν Ἀχαιίην διέπεμψαν, αὐτῶν δὲ οἱ μὲν πλεῖστοι ἀνέβησαν ἐς τοῦ Παρνησοῦ τὰς κορυφὰς καὶ ἐς τὸ Κωρύκιον ἄντρον ἀνηνείκαντο, οἳ δὲ ἐς Ἄμφισσαν τὴν Λοκρίδα ὑπεξῆλθον. πάντες δὲ ὦν οἱ Δελφοὶ ἐξέλιπον τὴν πόλιν, πλὴν ἑξήκοντα ἀνδρῶν καὶ τοῦ προφήτεω.

37.1. Now when the barbarians drew near and could see the temple, the prophet, whose name was Aceratus, saw certain sacred arms, which no man might touch without sacrilege, brought out of the chamber within and laid before the shrine.

37.1. ἐπεὶ δὲ ἀγχοῦ ἦσαν οἱ βάρβαροι ἐπιόντες καὶ ἀπώρων τὸ ἱρόν, ἐν τούτῳ ὁ προφήτης, τῷ οὔνομα ἦν Ἀκήρατος, ὁρᾷ πρὸ τοῦ νηοῦ ὅπλα προκείμενα ἔσωθεν ἐκ τοῦ μεγάρου ἐξενηνειγμένα ἱρά, τῶν οὐκ ὅσιον ἦν ἅπτεσθαι ἀνθρώπων οὐδενί.

37.2. So he went to tell the Delphians of this miracle, but when the barbarians came with all speed near to the temple of Athena Pronaea, they were visited by miracles yet greater than the aforesaid. Marvellous indeed it is, that weapons of war should of their own motion appear lying outside in front of the shrine, but the visitation which followed was more wondrous than anything else ever seen.

37.2. ὃ μὲν δὴ ἤιε Δελφῶν τοῖσι παρεοῦσι σημανέων τὸ τέρας· οἱ δὲ βάρβαροι ἐπειδὴ ἐγίνοντο ἐπειγόμενοι κατὰ τὸ ἱρὸν τῆς Προναίης Ἀθηναίης, ἐπιγίνεταί σφι τέρεα ἔτι μέζονα τοῦ πρὶν γενομένου τέρεος. θῶμα μὲν γὰρ καὶ τοῦτο κάρτα ἐστί, ὅπλα ἀρήια αὐτόματα φανῆναι ἔξω προκείμενα τοῦ νηοῦ· τὰ δὲ δὴ ἐπὶ τούτῳ δεύτερα ἐπιγενόμενα καὶ διὰ πάντων φασμάτων ἄξια θωμάσαι μάλιστα.

37.3. When the barbarians were near to the temple of Athena Pronaea, they were struck by thunderbolts from the sky, and two peaks broken off from Parnassus came rushing among them with a mighty noise and overwhelmed many of them. In addition to this a shout and a cry of triumph were heard from the temple of Athena.

37.3. ἐπεὶ γὰρ δὴ ἦσαν ἐπιόντες οἱ βάρβαροι κατὰ τὸ ἱρὸν τῆς Προναίης Ἀθηναίης, ἐν τούτῳ ἐκ μὲν τοῦ οὐρανοῦ κεραυνοὶ αὐτοῖσι ἐνέπιπτον, ἀπὸ δὲ τοῦ Παρνησοῦ ἀπορραγεῖσαι δύο κορυφαὶ ἐφέροντο πολλῷ πατάγῳ ἐς αὐτοὺς καὶ κατέβαλον συχνούς σφεων, ἐκ δὲ τοῦ ἱροῦ τῆς Προναίης βοή τε καὶ ἀλαλαγμὸς ἐγίνετο.

38.1. All of this together struck panic into the barbarians, and the Delphians, perceiving that they fled, descended upon them and killed a great number. The survivors fled straight to Boeotia. Those of the barbarians who returned said (as I have been told) that they had seen other divine signs besides what I have just described: two men-at-arms of stature greater than human, they said, had come after them, slaying and pursuing.

38.1. συμμιγέντων δὲ τούτων πάντων, φόβος τοῖσι βαρβάροισι ἐνεπεπτώκεε. μαθόντες δὲ οἱ Δελφοὶ φεύγοντας σφέας, ἐπικαταβάντες ἀπέκτειναν πλῆθός τι αὐτῶν. οἱ δὲ περιεόντες ἰθὺ Βοιωτῶν ἔφευγον. ἔλεγον δὲ οἱ ἀπονοστήσαντες οὗτοι τῶν βαρβάρων, ὡς ἐγὼ πυνθάνομαι, ὡς πρὸς τούτοισι καὶ ἄλλα ὥρων θεῖα· δύο γὰρ ὁπλίτας μέζονας ἢ κατʼ ἀνθρώπων φύσιν ἔχοντας ἕπεσθαί σφι κτείνοντας καὶ διώκοντας.

39.1. These two, say the Delphians, were the native heroes Phylacus and Autonous, whose precincts are near the temple, Phylacus' by the road itself above the shrine of Athena Pronaea, and Autonous' near the Castalian spring, under the Hyarapean Peak.

39.1. τούτους δὲ τοὺς δύο Δελφοὶ λέγουσι εἶναι ἐπιχωρίους ἥρωας, Φύλακόν τε καὶ Αὐτόνοον, τῶν τὰ τεμένεα ἐστὶ περὶ τὸ ἱρόν, Φυλάκου μὲν παρʼ αὐτὴν τὴν ὁδὸν κατύπερθε τοῦ ἱροῦ τῆς Προναίης, Αὐτονόου δὲ πέλας τῆς Κασταλίης ὑπὸ τῇ Ὑαμπείῃ κορυφῇ.

39.2. The rocks that fell from Parnassus were yet to be seen in my day, lying in the precinct of Athena Pronaea, from where their descent through the foreigners' ranks had hurled them. Such, then, was the manner of those men's departure from the temple.

39.2. οἱ δὲ πεσόντες ἀπὸ τοῦ Παρνησοῦ λίθοι ἔτι καὶ ἐς ἡμέας ἦσαν σόοι, ἐν τῷ τεμένεϊ τῆς Προναίης Ἀθηναίης κείμενοι, ἐς τὸ ἐνέσκηψαν διὰ τῶν βαρβάρων φερόμενοι. τούτων μέν νυν τῶν ἀνδρῶν αὕτη ἀπὸ τοῦ ἱροῦ ἀπαλλαγὴ γίνεται.

40.1. At the request of the Athenians, the fleet of the Hellenes came from Artemisium and put in at Salamis. The Athenians requested them to put in at Salamis so that they take their children and women out of Attica and also take counsel what they should do. They had been disappointed in their plans, so they were going to hold a council about the current state of affairs.

40.1. ὁ δὲ Ἑλλήνων ναυτικὸς στρατὸς ἀπὸ τοῦ Ἀρτεμισίου Ἀθηναίων δεηθέντων ἐς Σαλαμῖνα κατίσχει τὰς νέας. τῶνδε δὲ εἵνεκα προσεδεήθησαν αὐτῶν σχεῖν πρὸς Σαλαμῖνα Ἀθηναῖοι, ἵνα αὐτοὶ παῖδάς τε καὶ γυναῖκας ὑπεξαγάγωνται ἐκ τῆς Ἀττικῆς, πρὸς δὲ καὶ βουλεύσωνται τὸ ποιητέον αὐτοῖσι ἔσται. ἐπὶ γὰρ τοῖσι κατήκουσι πρήγμασι βουλὴν ἔμελλον ποιήσασθαι ὡς ἐψευσμένοι γνώμης.

40.2. They expected to find the entire population of the Peloponnese in Boeotia awaiting the barbarian, but they found no such thing. They learned that they were fortifying the Isthmus instead and considered the defense of the Peloponnese the most important thing, disregarding all the rest. When the Athenians learned this, they asked the fleet to put in at Salamis.

40.2. δοκέοντες γὰρ εὑρήσειν Πελοποννησίους πανδημεὶ ἐν τῇ Βοιωτίῃ ὑποκατημένους τὸν βάρβαρον, τῶν μὲν εὗρον οὐδὲν ἐόν, οἳ δὲ ἐπυνθάνοντο τὸν Ἰσθμὸν αὐτοὺς τειχέοντας, ὡς τὴν Πελοπόννησον περὶ πλείστου τε ποιευμένους περιεῖναι καὶ ταύτην ἔχοντας ἐν φυλακῇ, τὰ ἄλλα δὲ ἀπιέναι. ταῦτα πυνθανόμενοι οὕτω δὴ προσεδεήθησαν σφέων σχεῖν πρὸς τὴν Σαλαμῖνα.

41.1. While the others put in at Salamis, the Athenians landed in their own country. When they arrived, they made a proclamation that every Athenian should save his children and servants as he best could. Thereupon most of them sent the members of their households to Troezen, and some to Aegina and Salamis.

41.1. οἱ μὲν δὴ ἄλλοι κατέσχον ἐς τὴν Σαλαμῖνα, Ἀθηναῖοι δὲ ἐς τὴν ἑωυτῶν. μετὰ δὲ τὴν ἄπιξιν κήρυγμα ἐποιήσαντο, Ἀθηναίων τῇ τις δύναται σώζειν τέκνα τε καὶ τοὺς οἰκέτας. ἐνθαῦτα οἱ μὲν πλεῖστοι ἐς Τροίζηνα ἀπέστειλαν, οἳ δὲ ἐς Αἴγιναν, οἳ δὲ ἐς Σαλαμῖνα.

41.2. They were anxious to get everything out safely because they wished to obey the oracle, and also not least because of this: the Athenians say that a great snake lives in the sacred precinct guarding the acropolis. They say this and even put out monthly offerings for it as if it really existed. The monthly offering is a honey-cake.

41.2. ἔσπευσαν δὲ ταῦτα ὑπεκθέσθαι τῷ χρηστηρίῳ τε βουλόμενοι ὑπηρετέειν καὶ δὴ καὶ τοῦδε εἵνεκα οὐκ ἥκιστα. λέγουσι Ἀθηναῖοι ὄφιν μέγαν φύλακα τῆς ἀκροπόλιος ἐνδιαιτᾶσθαι ἐν τῷ ἱρῷ· λέγουσί τε ταῦτα καὶ δὴ ὡς ἐόντι ἐπιμήνια ἐπιτελέουσι προτιθέντες· τὰ δʼ ἐπιμήνια μελιτόεσσα ἐστί.

41.3. In all the time before this the honey-cake had been consumed, but this time it was untouched. When the priestess interpreted the significance of this, the Athenians were all the more eager to abandon the city since the goddess had deserted the acropolis. When they had removed everything to safety, they returned to the camp.

41.3. αὕτη δὴ ἡ μελιτόεσσα ἐν τῷ πρόσθε αἰεὶ χρόνῳ ἀναισιμουμένη τότε ἦν ἄψαυστος. σημηνάσης δὲ ταῦτα τῆς ἱρείης, μᾶλλόν τι οἱ Ἀθηναῖοι καὶ προθυμότερον ἐξέλιπον τὴν πόλιν, ὡς καὶ τῆς θεοῦ ἀπολελοιπυίης τὴν ἀκρόπολιν. ὡς δέ σφι πάντα ὑπεξέκειτο, ἔπλεον ἐς τὸ στρατόπεδον.

42.1. When those from Artemisium had put in at Salamis, the rest of the Hellenic fleet learned of this and streamed in from Troezen, for they had been commanded to assemble at Pogon, the harbor of Troezen. Many more ships assembled now than had fought at Artemisium, and from more cities.

42.1. ἐπεὶ δὲ οἱ ἀπʼ Ἀρτεμισίου ἐς Σαλαμῖνα κατέσχον τὰς νέας, συνέρρεε καὶ ὁ λοιπὸς πυνθανόμενος ὁ τῶν Ἑλλήνων ναυτικὸς στρατὸς ἐκ Τροίζηνος· ἐς γὰρ Πώγωνα τὸν Τροιζηνίων λιμένα προείρητο συλλέγεσθαι. συνελέχθησάν τε δὴ πολλῷ πλεῦνες νέες ἢ ἐπʼ Ἀρτεμισίῳ ἐναυμάχεον καὶ ἀπὸ πολίων πλεύνων.

42.2. The admiral was the same as at Artemisium, Eurybiades son of Euryclides, a Spartan but not of royal descent. The ships provided by the Athenians were by far the most numerous and the most seaworthy.

42.2. ναύαρχος μέν νυν ἐπῆν ὡυτὸς ὅς περ ἐπʼ Ἀρτεμισίῳ, Εὐρυβιάδης ὁ Εὐρυκλείδεω ἀνὴρ Σπαρτιήτης, οὐ μέντοι γένεος τοῦ βασιληίου ἐών· νέας δὲ πολλῷ πλείστας τε καὶ ἄριστα πλεούσας παρείχοντο Ἀθηναῖοι.

43.1. The following took part in the war: from the Peloponnese, the Lacedaemonians provided sixteen ships; the Corinthians the same number as at Artemisium; the Sicyonians furnished fifteen ships, the Epidaurians ten, the Troezenians five, the Hermioneans three. All of these except the Hermioneans are Dorian and Macedonian and had last come from Erineus and Pindus and the Dryopian region. The Hermioneans are Dryopians, driven out of the country now called Doris by Herakles and the Malians.

43.1. ἐστρατεύοντο δὲ οἵδε· ἐκ μὲν Πελοποννήσου Λακεδαιμόνιοι ἑκκαίδεκα νέας παρεχόμενοι, Κορίνθιοι δὲ τὸ αὐτὸ πλήρωμα παρεχόμενοι καὶ ἐπʼ Ἀρτεμισίῳ· Σικυώνιοι δὲ πεντεκαίδεκα παρείχοντο νέας, Ἐπιδαύριοι δὲ δέκα, Τροιζήνιοι δὲ πέντε, Ἑρμιονέες δὲ τρεῖς, ἐόντες οὗτοι πλὴν Ἑρμιονέων Δωρικόν τε καὶ Μακεδνὸν ἔθνος, ἐξ Ἐρινεοῦ τε καὶ Πίνδου καὶ τῆς Δρυοπίδος ὕστατα ὁρμηθέντες. οἱ δὲ Ἑρμιονέες εἰσὶ Δρύοπες, ὑπὸ Ἡρακλέος τε καὶ Μηλιέων ἐκ τῆς νῦν Δωρίδος καλεομένης χώρης ἐξαναστάντες.

44.1. These, then, were the Peloponnesians who took part in the war. From the mainland outside the Peloponnese came the following: the Athenians provided more than all the rest, one hundred and eighty ships. They provided these alone, since the Plataeans did not fight with the Athenians at Salamis for this reason: when the Hellenes departed from Artemisium and were off Chalcis, the Plataeans landed on the opposite shore of Boeotia and attended to the removal of their households. In bringing these to safety they were left behind.

44.1. οὗτοι μέν νυν Πελοποννησίων ἐστρατεύοντο, οἱ δὲ ἐκ τῆς ἔξω ἠπείρου, Ἀθηναῖοι μὲν πρὸς πάντας τοὺς ἄλλους παρεχόμενοι νέας ὀγδώκοντα καὶ ἑκατόν, μοῦνοι· ἐν Σαλαμῖνι γὰρ οὐ συνεναυμάχησαν Πλαταιέες Ἀθηναίοισι διὰ τοιόνδε τι πρῆγμα· ἀπαλλασσομένων τῶν Ἑλλήνων ἀπὸ τοῦ Ἀρτεμισίου, ὡς ἐγίνοντο κατὰ Χαλκίδα, οἱ Πλαταιέες ἀποβάντες ἐς τὴν περαίην τῆς Βοιωτίης χώρης πρὸς ἐκκομιδὴν ἐτράποντο τῶν οἰκετέων. οὗτοι μέν νυν τούτους σώζοντες ἐλείφθησαν.

44.2. The Athenians, while the Pelasgians ruled what is now called Hellas, were Pelasgians, bearing the name of Cranai. When Cecrops was their king they were called Cecropidae, and when Erechtheus succeeded to the rule, they changed their name and became Athenians. When, however, Ion son of Xuthus was commander of the Athenian army, they were called after him Ionians.

44.2. Ἀθηναῖοι δὲ ἐπὶ μὲν Πελασγῶν ἐχόντων τὴν νῦν Ἑλλάδα καλεομένην ἦσαν Πελασγοί, ὀνομαζόμενοι Κραναοί, ἐπὶ δὲ Κέκροπος βασιλέος ἐκλήθησαν Κεκροπίδαι, ἐκδεξαμένου δὲ Ἐρεχθέος τὴν ἀρχὴν Ἀθηναῖοι μετωνομάσθησαν, Ἴωνος δὲ τοῦ Ξούθου στρατάρχεω γενομένου Ἀθηναίοισι ἐκλήθησαν ἀπὸ τούτου Ἴωνες.

45.1. The Megarians provided the same number as at Artemisium. The Ampraciots came to help with seven ships, and the Leucadians, who are Dorians from Corinth, with three.

45.1. Μεγαρέες δὲ τὠυτὸ πλήρωμα παρείχοντο καὶ ἐπʼ Ἀρτεμισίῳ, Ἀμπρακιῶται δὲ ἑπτὰ νέας ἔχοντες ἐπεβοήθησαν, Λευκάδιοι δὲ τρεῖς, ἔθνος ἐόντες οὗτοι Δωρικὸν ἀπὸ Κορίνθου.

46.1. Of the islanders, the Aeginetans provided thirty ships. They had other manned ships, but they guarded their own land with these and fought at Salamis with the thirty most seaworthy. The Aeginetans are Dorians from Epidaurus, and their island was formerly called Oenone.

46.1. νησιωτέων δὲ Αἰγινῆται τριήκοντα παρείχοντο. ἦσαν μέν σφι καὶ ἄλλαι πεπληρωμέναι νέες, ἀλλὰ τῇσι μὲν τὴν ἑωυτῶν ἐφύλασσον, τριήκοντα δὲ τῇσι ἄριστα πλεούσῃσι ἐν Σαλαμῖνι ἐναυμάχησαν. Αἰγινῆται δὲ εἰσὶ Δωριέες ἀπὸ Ἐπιδαύρου·

46.2. After the Aeginetans came the Chalcidians with their twenty ships from Artemisium, and the Eretrians with the same seven; these are Ionians. Next were the Ceans, Ionians from Athens, with the same ships as before.

46.2. τῇ δὲ νήσῳ πρότερον οὔνομα ἦν Οἰνώνη. μετὰ δὲ Αἰγινήτας Χαλκιδέες τὰς ἐπʼ Ἀρτεμισίῳ εἴκοσι παρεχόμενοι καὶ Ἐρετριέες τὰς ἑπτά· οὗτοι δὲ Ἴωνες εἰσί. μετὰ δὲ Κήιοι τὰς αὐτὰς παρεχόμενοι, ἔθνος ἐὸν Ἰωνικὸν ἀπὸ Ἀθηνέων.

46.3. The Naxians provided four ships. They had been sent by their fellow citizens to the Persians, like the rest of the islanders, but they disregarded their orders and came to the Hellenes at the urging of Democritus, an esteemed man among the townsmen and at that time captain of a trireme. The Naxians are Ionians descended from Athens.

46.3. Νάξιοι δὲ παρείχοντο τέσσερας, ἀποπεμφθέντες μὲν ἐς τοὺς Μήδους ὑπὸ τῶν πολιητέων κατά περ οἱ ἄλλοι νησιῶται, ἀλογήσαντες δὲ τῶν ἐντολέων ἀπίκατο ἐς τοὺς Ἕλληνας Δημοκρίτου σπεύσαντος, ἀνδρὸς τῶν ἀστῶν δοκίμου καὶ τότε τριηραρχέοντος. Νάξιοι δὲ εἰσὶ Ἴωνες ἀπὸ Ἀθηνέων γεγονότες.

46.4. The Styrians provided the same number of ships as at Artemisium, and the Cythnians one trireme and a fifty-oared boat; these are both Dryopians. The Seriphians, Siphnians, and Melians also took part, since they were the only islanders who had not given earth and water to the barbarian.

46.4. Στυρέες δὲ τὰς αὐτὰς παρείχοντο νέας τάς περ ἐπʼ Ἀρτεμισίῳ, Κύθνιοι δὲ μίαν καὶ πεντηκόντερον, ἐόντες συναμφότεροι οὗτοι Δρύοπες. καὶ Σερίφιοί τε καὶ Σίφνιοι καὶ Μήλιοι ἐστρατεύοντο· οὗτοι γὰρ οὐκ ἔδοσαν μοῦνοι νησιωτέων τῷ βαρβάρῳ γῆν τε καὶ ὕδωρ.

47.1. All these people who live this side of Thesprotia and the Acheron river took part in the war. The Thesprotians border on the Ampraciots and Leucadians, who were the ones who came from the most distant countries to take part in the war. The only ones living beyond these to help Hellas in its danger were the Crotonians, with one ship. Its captain was Phayllus, three times victor in the Pythian games. The Crotonians are Achaeans by birth.

47.1. οὗτοι μὲν ἅπαντες ἐντὸς οἰκημένοι Θεσπρωτῶν καὶ Ἀχέροντος ποταμοῦ ἐστρατεύοντο· Θεσπρωτοὶ γὰρ εἰσὶ ὁμουρέοντες Ἀμπρακιώτῃσι καὶ Λευκαδίοισι, οἳ ἐξ ἐσχατέων χωρέων ἐστρατεύοντο. τῶν δὲ ἐκτὸς τούτων οἰκημένων Κροτωνιῆται μοῦνοι ἦσαν οἳ ἐβοήθησαν τῇ Ἑλλάδι κινδυνευούσῃ μιῇ νηί, τῆς ἦρχε ἀνὴρ τρὶς πυθιονίκης Φάυλλος· Κροτωνιῆται δὲ γένος εἰσὶ Ἀχαιοί.

48.1. All of these came to the war providing triremes, except the Melians and Siphnians and Seriphians, who brought fifty-oared boats. The Melians (who are of Lacedaemonian stock) provided two; the Siphnians and Seriphians, who are Ionians from Athens, one each. The total number of ships, besides the fifty-oared boats, was three hundred and seventy-eight.

48.1. οἱ μέν νυν ἄλλοι τριήρεας παρεχόμενοι ἐστρατεύοντο, Μήλιοι δὲ καὶ Σίφνιοι καὶ Σερίφιοι πεντηκοντέρους· Μήλιοι μὲν γένος ἐόντες ἀπὸ Λακεδαίμονος δύο παρείχοντο, Σίφνιοι δὲ καὶ Σερίφιοι Ἴωνες ἐόντες ἀπʼ Ἀθηνέων μίαν ἑκάτεροι. ἀριθμὸς δὲ ἐγένετο ὁ πᾶς τῶν νεῶν, πάρεξ τῶν πεντηκοντέρων, τριηκόσιαι καὶ ἑβδομήκοντα καὶ ὀκτώ.

49.1. When the generals from the aforementioned cities, met at Salamis, they held a council and Eurybiades proposed that whoever wanted to should give his opinion on what place under their control was most suitable for a sea battle. Attica was already lost, and he proposed that they consider the places which were left.

49.1. ὡς δὲ ἐς τὴν Σαλαμῖνα συνῆλθον οἱ στρατηγοὶ ἀπὸ τῶν εἰρημενέων πολίων, ἐβουλεύοντο, προθέντος Εὐρυβιάδεω γνώμην ἀποφαίνεσθαι τὸν βουλόμενον, ὅκου δοκέοι ἐπιτηδεότατον εἶναι ναυμαχίην ποιέεσθαι τῶν αὐτοὶ χωρέων ἐγκρατέες εἰσί· ἡ γὰρ Ἀττικὴ ἀπεῖτο ἤδη, τῶν δὲ λοιπέων πέρι προετίθεε.

49.2. The consensus of most of the speakers was to sail to the Isthmus and fight at sea for the Peloponnese, giving this reason: if they were defeated in the fight at Salamis they would be besieged on an island, where no help could come to them, but if they were at the Isthmus they could go ashore to their own lands.

49.2. αἱ γνῶμαι δὲ τῶν λεγόντων αἱ πλεῖσται συνεξέπιπτον πρὸς τὸν Ἰσθμὸν πλώσαντας ναυμαχέειν πρὸ τῆς Πελοποννήσου, ἐπιλέγοντες τὸν λόγον τόνδε, ὡς εἰ νικηθέωσι τῇ ναυμαχίῃ, ἐν Σαλαμῖνι μὲν ἐόντες πολιορκήσονται ἐν νήσῳ, ἵνα σφι τιμωρίη οὐδεμία ἐπιφανήσεται, πρὸς δὲ τῷ Ἰσθμῷ ἐς τοὺς ἑωυτῶν ἐξοίσονται.

50.1. While the generals from the Peloponnese considered this argument, an Athenian came with the message that the barbarians had reached Attica and were destroying all of it by fire.

50.1. ταῦτα τῶν ἀπὸ Πελοποννήσου στρατηγῶν ἐπιλεγομένων, ἐληλύθεε ἀνὴρ Ἀθηναῖος ἀγγέλλων ἥκειν τὸν βάρβαρον ἐς τὴν Ἀττικὴν καὶ πᾶσαν αὐτὴν πυρπολέεσθαι.

50.2. The army with Xerxes had made its way through Boeotia and burnt the city of the Thespians, who had abandoned it and gone to the Peloponnese, and Plataea likewise. Now the army had come to Athens and was devastating everything there. The army burnt Thespia and Plataea upon learning from the Thebans that they had not medized.

50.2. ὁ γὰρ διὰ Βοιωτῶν τραπόμενος στρατὸς ἅμα Ξέρξῃ, ἐμπρήσας Θεσπιέων τὴν πόλιν, αὐτῶν ἐκλελοιπότων ἐς Πελοπόννησον, καὶ τὴν Πλαταιέων ὡσαύτως, ἧκέ τε ἐς τὰς Ἀθήνας καὶ πάντα ἐκεῖνα ἐδηίου. ἐνέπρησε δὲ Θέσπειάν τε καὶ Πλάταιαν πυθόμενος Θηβαίων ὅτι οὐκ ἐμήδιζον.

51.1. Since the crossing of the Hellespont, where the barbarians began their journey, they had spent one month there crossing into Europe and in three more months were in Attica, when Calliades was archon at Athens.

51.1. ἀπὸ δὲ τῆς διαβάσιος τοῦ Ἑλλησπόντου, ἔνθεν πορεύεσθαι ἤρξαντο οἱ βάρβαροι, ἕνα αὐτοῦ διατρίψαντες μῆνα ἐν τῷ διέβαινον ἐς τὴν Εὐρώπην, ἐν τρισὶ ἑτέροισι μησὶ ἐγένοντο ἐν τῇ Ἀττικῇ, Καλλιάδεω ἄρχοντος Ἀθηναίοισι.

51.2. When they took the town it was deserted, but in the sacred precinct they found a few Athenians, stewards of the sacred precinct and poor people, who defended themselves against the assault by fencing the acropolis with doors and logs. They had not withdrawn to Salamis not only because of poverty but also because they thought they had discovered the meaning of the oracle the Pythia had given, namely that the wooden wall would be impregnable. They believed that according to the oracle this, not the ships, was the refuge.

51.2. καὶ αἱρέουσι ἔρημον τὸ ἄστυ, καί τινας ὀλίγους εὑρίσκουσι τῶν Ἀθηναίων ἐν τῷ ἱρῷ ἐόντας, ταμίας τε τοῦ ἱροῦ καὶ πένητας ἀνθρώπους, οἳ φραξάμενοι τὴν ἀκρόπολιν θύρῃσί τε καὶ ξύλοισι ἠμύνοντο τοὺς ἐπιόντας, ἅμα μὲν ὑπʼ ἀσθενείης βίου οὐκ ἐκχωρήσαντες ἐς Σαλαμῖνα, πρὸς δὲ αὐτοὶ δοκέοντες ἐξευρηκέναι τὸ μαντήιον τὸ ἡ Πυθίη σφι ἔχρησε, τὸ ξύλινον τεῖχος ἀνάλωτον ἔσεσθαι· αὐτὸ δὴ τοῦτο εἶναι τὸ κρησφύγετον κατὰ τὸ μαντήιον καὶ οὐ τὰς νέας.

52.1. The Persians took up a position on the hill opposite the acropolis, which the Athenians call the Areopagus, and besieged them in this way: they wrapped arrows in tar and set them on fire, and then shot them at the barricade. Still the besieged Athenians defended themselves, although they had come to the utmost danger and their barricade had failed them.

52.1. οἱ δὲ Πέρσαι ἱζόμενοι ἐπὶ τὸν καταντίον τῆς ἀκροπόλιος ὄχθον, τὸν Ἀθηναῖοι καλέουσι Ἀρήιον πάγον, ἐπολιόρκεον τρόπον τοιόνδε· ὅκως στυππεῖον περὶ τοὺς ὀιστοὺς περιθέντες ἅψειαν, ἐτόξευον ἐς τὸ φράγμα. ἐνθαῦτα Ἀθηναίων οἱ πολιορκεόμενοι ὅμως ἠμύνοντο, καίπερ ἐς τὸ ἔσχατον κακοῦ ἀπιγμένοι καὶ τοῦ φράγματος προδεδωκότος·

52.2. When the Pisistratids proposed terms of surrender, they would not listen but contrived defenses such as rolling down boulders onto the barbarians when they came near the gates. For a long time Xerxes was at a loss, unable to capture them.

52.2. οὐδὲ λόγους τῶν Πεισιστρατιδέων προσφερόντων περὶ ὁμολογίης ἐνεδέκοντο, ἀμυνόμενοι δὲ ἄλλα τε ἀντεμηχανῶντο καὶ δὴ καὶ προσιόντων τῶν βαρβάρων πρὸς τὰς πύλας ὀλοιτρόχους ἀπίεσαν, ὥστε Ξέρξην ἐπὶ χρόνον συχνὸν ἀπορίῃσι ἐνέχεσθαι οὐ δυνάμενον σφέας ἑλεῖν.

53.1. In time a way out of their difficulties was revealed to the barbarians, since according to the oracle all the mainland of Attica had to become subject to the Persians. In front of the acropolis, and behind the gates and the ascent, was a place where no one was on guard, since no one thought any man could go up that way. Here some men climbed up, near the sacred precinct of Cecrops' daughter Aglaurus, although the place was a sheer cliff.

53.1. χρόνῳ δʼ ἐκ τῶν ἀπόρων ἐφάνη δή τις ἔξοδος τοῖσι βαρβάροισι· ἔδεε γὰρ κατὰ τὸ θεοπρόπιον πᾶσαν τὴν Ἀττικὴν τὴν ἐν τῇ ἠπείρῳ γενέσθαι ὑπὸ Πέρσῃσι. ἔμπροσθε ὦν πρὸ τῆς ἀκροπόλιος, ὄπισθε δὲ τῶν πυλέων καὶ τῆς ἀνόδου, τῇ δὴ οὔτε τις ἐφύλασσε οὔτʼ ἂν ἤλπισε μή κοτέ τις κατὰ ταῦτα ἀναβαίη ἀνθρώπων, ταύτῃ ἀνέβησαν τινὲς κατὰ τὸ ἱρὸν τῆς Κέκροπος θυγατρὸς Ἀγλαύρου, καίτοι περ ἀποκρήμνου ἐόντος τοῦ χώρου.

53.2. When the Athenians saw that they had ascended to the acropolis, some threw themselves off the wall and were killed, and others fled into the chamber. The Persians who had come up first turned to the gates, opened them, and murdered the suppliants. When they had levelled everything, they plundered the sacred precinct and set fire to the entire acropolis.

53.2. ὡς δὲ εἶδον αὐτοὺς ἀναβεβηκότας οἱ Ἀθηναῖοι ἐπὶ τὴν ἀκρόπολιν, οἳ μὲν ἐρρίπτεον ἑωυτοὺς κατὰ τοῦ τείχεος κάτω καὶ διεφθείροντο, οἳ δὲ ἐς τὸ μέγαρον κατέφευγον. τῶν δὲ Περσέων οἱ ἀναβεβηκότες πρῶτον μὲν ἐτράποντο πρὸς τὰς πύλας, ταύτας δὲ ἀνοίξαντες τοὺς ἱκέτας ἐφόνευον· ἐπεὶ δέ σφι πάντες κατέστρωντο, τὸ ἱρὸν συλήσαντες ἐνέπρησαν πᾶσαν τὴν ἀκρόπολιν.

54.1. So it was that Xerxes took complete possession of Athens, and he sent a horseman to Susa to announce his present success to Artabanus. On the day after the messenger was sent, he called together the Athenian exiles who accompanied him and asked them go up to the acropolis and perform sacrifices in their customary way, an order given because he had been inspired by a dream or because he felt remorse after burning the sacred precinct. The Athenian exiles did as they were commanded.

54.1. σχὼν δὲ παντελέως τὰς Ἀθήνας Ξέρξης ἀπέπεμψε ἐς Σοῦσα ἄγγελον ἱππέα Ἀρταβάνῳ ἀγγελέοντα τὴν παρεοῦσάν σφι εὐπρηξίην. ἀπὸ δὲ τῆς πέμψιος τοῦ κήρυκος δευτέρῃ ἡμέρῃ συγκαλέσας Ἀθηναίων τοὺς φυγάδας, ἑωυτῷ δὲ ἑπομένους, ἐκέλευε τρόπῳ τῷ σφετέρῳ θῦσαι τὰ ἱρὰ ἀναβάντας ἐς τὴν ἀκρόπολιν, εἴτε δὴ ὦν ὄψιν τινὰ ἰδὼν ἐνυπνίου ἐνετέλλετο ταῦτα, εἴτε καὶ ἐνθύμιόν οἱ ἐγένετο ἐμπρήσαντι τὸ ἱρόν. οἱ δὲ φυγάδες τῶν Ἀθηναίων ἐποίησαν τὰ ἐντεταλμένα.

55.1. I will tell why I have mentioned this. In that acropolis is a shrine of Erechtheus, called the “Earthborn,” and in the shrine are an olive tree and a pool of salt water. The story among the Athenians is that they were set there by Poseidon and Athena as tokens when they contended for the land. It happened that the olive tree was burnt by the barbarians with the rest of the sacred precinct, but on the day after its burning, when the Athenians ordered by the king to sacrifice went up to the sacred precinct, they saw a shoot of about a cubit's length sprung from the stump, and they reported this.

55.1. τοῦ δὲ εἵνεκεν τούτων ἐπεμνήσθην, φράσω. ἔστι ἐν τῇ ἀκροπόλι ταύτῃ Ἐρεχθέος τοῦ γηγενέος λεγομένου εἶναι νηός, ἐν τῷ ἐλαίη τε καὶ θάλασσα ἔνι, τὰ λόγος παρὰ Ἀθηναίων Ποσειδέωνά τε καὶ Ἀθηναίην ἐρίσαντας περὶ τῆς χώρης μαρτύρια θέσθαι. ταύτην ὦν τὴν ἐλαίην ἅμα τῷ ἄλλῳ ἱρῷ κατέλαβε ἐμπρησθῆναι ὑπὸ τῶν βαρβάρων· δευτέρῃ δὲ ἡμέρῃ ἀπὸ τῆς ἐμπρήσιος Ἀθηναίων οἱ θύειν ὑπὸ βασιλέος κελευόμενοι ὡς ἀνέβησαν ἐς τὸ ἱρόν, ὥρων βλαστὸν ἐκ τοῦ στελέχεος ὅσον τε πηχυαῖον ἀναδεδραμηκότα. οὗτοι μέν νυν ταῦτα ἔφρασαν.

56.1. When this business concerning the Athenian acropolis was announced to the Hellenes at Salamis, some of the Peloponnesian generals became so alarmed that they did not even wait for the proposed matter to be decided, but jumped into their ships and hoisted their sails for flight. Those left behind resolved that the fleet should fight for the Isthmus. Night fell, and they dissolved the assembly and boarded their ships.

56.1. οἱ δὲ ἐν Σαλαμῖνι Ἕλληνες, ὥς σφι ἐξηγγέλθη ὡς ἔσχε τὰ περὶ τὴν Ἀθηναίων ἀκρόπολιν, ἐς τοσοῦτον θόρυβον ἀπίκοντο ὡς ἔνιοι τῶν στρατηγῶν οὐδὲ κυρωθῆναι ἔμενον τὸ προκείμενον πρῆγμα, ἀλλʼ ἔς τε τὰς νέας ἐσέπιπτον καὶ ἱστία ἀείροντο ὡς ἀποθευσόμενοι· τοῖσί τε ὑπολειπομένοισι αὐτῶν ἐκυρώθη πρὸ τοῦ Ἰσθμοῦ ναυμαχέειν. νύξ τε ἐγίνετο καὶ οἳ διαλυθέντες ἐκ τοῦ συνεδρίου ἐσέβαινον ἐς τὰς νέας.

57.1. When Themistocles returned to his ship, Mnesiphilus, an Athenian, asked him what had been decided. Learning from him that they had resolved to sail to the Isthmus and fight for the Peloponnese, he said, “If they depart from Salamis, you will no longer be fighting for one country.

57.1. ἐνθαῦτα δὴ Θεμιστοκλέα ἀπικόμενον ἐπὶ τὴν νέα εἴρετο Μνησίφιλος ἀνὴρ Ἀθηναῖος ὅ τι σφι εἴη βεβουλευμένον. πυθόμενος δὲ πρὸς αὐτοῦ ὡς εἴη δεδογμένον ἀνάγειν τὰς νέας πρὸς τὸν Ἰσθμὸν καὶ πρὸ τῆς Πελοποννήσου ναυμαχέειν, εἶπε οὔτʼ ἄρα, ἤν ἀπαείρωσι τὰς νέας ἀπὸ Σαλαμῖνος, περὶ οὐδεμιῆς ἔτι πατρίδος ναυμαχήσεις·

57.2. Each will make his way to his own city, and neither Eurybiades nor any other man will be able to keep them from disbanding the army. Hellas will be destroyed by bad planning. If there is any way at all that you could persuade Eurybiades to change his decision and remain here, go try to undo this resolution.”

57.2. κατὰ γὰρ πόλις ἕκαστοι τρέψονται, καὶ οὔτε σφέας Εὐρυβιάδης κατέχειν δυνήσεται οὔτε τις ἀνθρώπων ἄλλος ὥστε μὴ οὐ διασκεδασθῆναι τὴν στρατιήν· ἀπολέεταί τε ἡ Ἑλλὰς ἀβουλίῃσι. ἀλλʼ εἴ τις ἐστὶ μηχανή, ἴθι καὶ πειρῶ διαχέαι τὰ βεβουλευμένα, ἤν κως δύνῃ ἀναγνῶσαι Εὐρυβιάδην μεταβουλεύσασθαι ὥστε αὐτοῦ μένειν.

58.1. This advice greatly pleased Themistocles. He made no answer and went to the ship of Eurybiades. When he arrived there, he said he wanted to talk with him on a matter of common interest, so Eurybiades bade him come aboard and say what he wanted.

58.1. κάρτα τε τῷ Θεμιστοκλέι ἤρεσε ἡ ὑποθήκη, καὶ οὐδὲν πρὸς ταῦτα ἀμειψάμενος ἤιε ἐπὶ τὴν νέα τὴν Εὐρυβιάδεω. ἀπικόμενος δὲ ἔφη ἐθέλειν οἱ κοινόν τι πρῆγμα συμμῖξαι· ὃ δʼ αὐτὸν ἐς τὴν νέα ἐκέλευε ἐσβάντα λέγειν, εἴ τι θέλει.

58.2. Themistocles sat next to him and told him all that he had heard from Mnesiphilus, pretending it was his own idea and adding many other things. Finally by his entreaty he persuaded him to disembark and gather the generals for a council of war.

58.2. ἐνθαῦτα ὁ Θεμιστοκλέης παριζόμενός οἱ καταλέγει ἐκεῖνά τε πάντα τὰ ἤκουσε Μνησιφίλου, ἑωυτοῦ ποιεύμενος, καὶ ἄλλα πολλὰ προστιθείς, ἐς ὃ ἀνέγνωσε χρηίζων ἔκ τε τῆς νεὸς ἐκβῆναι συλλέξαι τε τοὺς στρατηγοὺς ἐς τὸ συνέδριον.

59.1. When they were assembled and before Eurybiades had a chance to put forward the reason he had called the generals together, Themistocles spoke at length in accordance with the urgency of his request. While he was speaking, the Corinthian general Adeimantus son of Ocytus said, “Themistocles, at the games those who start before the signal are beaten with rods.” Themistocles said in justification, “Those left behind win no crown.”

59.1. ὡς δὲ ἄρα συνελέχθησαν, πρὶν ἢ τὸν Εὐρυβιάδην προθεῖναι τὸν λόγον τῶν εἵνεκα συνήγαγε τοὺς στρατηγούς, πολλὸς ἦν ὁ Θεμιστοκλέης ἐν τοῖσι λόγοισι οἷα κάρτα δεόμενος· λέγοντος δὲ αὐτοῦ, ὁ Κορίνθιος στρατηγὸς Ἀδείμαντος ὁ Ὠκύτου εἶπε ὦ Θεμιστόκλεες, ἐν τοῖσι ἀγῶσι οἱ προεξανιστάμενοι ῥαπίζονται. ὁ δὲ ἀπολυόμενος ἔφη οἱ δέ γε ἐγκαταλειπόμενοι οὐ στεφανοῦνται.

60.1. He answered the Corinthian mildly and said to Eurybiades nothing of what he had said before, how if they put out from Salamis they would flee different ways, for it would be unbecoming for him to accuse the allies in their presence. Instead he relied on a different argument and said, “It is in your hands to save Hellas, if you will obey me and remain here to fight, and not obey the words of these others and move your ships back to the Isthmus.

60.1. τότε μὲν ἠπίως πρὸς τὸν Κορίνθιον ἀμείψατο, πρὸς δὲ τὸν Εὐρυβιάδην ἔλεγε ἐκείνων μὲν ἔτι οὐδὲν τῶν πρότερον λεχθέντων, ὡς ἐπεὰν ἀπαείρωσι ἀπὸ Σαλαμῖνος διαδρήσονται· παρεόντων γὰρ τῶν συμμάχων οὐκ ἔφερέ οἱ κόσμον οὐδένα κατηγορέειν· ὁ δὲ ἄλλου λόγου εἴχετο, λέγων τάδε.

60A.1. Compare each plan after you have heard. If you join battle at the Isthmus, you will fight in the open sea where it is least to our advantage, since our ships are heavier and fewer in number. You will also lose Salamis and Megara and Aegina, even if we succeed in all else. Their land army will accompany their fleet, and so you will lead them to the Peloponnese and risk all Hellas.

60A.1. ἐν σοὶ νῦν ἐστὶ σῶσαι τὴν Ἑλλάδα, ἢν ἐμοὶ πείθῃ ναυμαχίην αὐτοῦ μένων ποιέεσθαι, μηδὲ πειθόμενος τούτων τοῖσι λόγοισι ἀναζεύξῃς πρὸς τὸν Ἰσθμὸν τὰς νέας. ἀντίθες γὰρ ἑκάτερον ἀκούσας. πρὸς μὲν τῷ Ἰσθμῷ συμβάλλων ἐν πελάγεϊ ἀναπεπταμένῳ ναυμαχήσεις, ἐς τὸ ἥκιστα ἡμῖν σύμφορον ἐστὶ νέας ἔχουσι βαρυτέρας καὶ ἀριθμὸν ἐλάσσονας· τοῦτο δὲ ἀπολέεις Σαλαμῖνά τε καὶ Μέγαρα καὶ Αἴγιναν, ἤν περ καὶ τὰ ἄλλα εὐτυχήσωμεν. ἅμα δὲ τῷ ναυτικῷ αὐτῶν ἕψεται καὶ ὁ πεζὸς στρατός, καὶ οὕτω σφέας αὐτὸς ἄξεις ἐπὶ τὴν Πελοπόννησον, κινδυνεύσεις τε ἁπάσῃ τῇ Ἑλλάδι.

60B.1. But if you do what I say, you will find it useful in these ways: first, by engaging many ships with our few in the strait, we shall win a great victory, if the war turns out reasonably, for it is to our advantage to fight in a strait and to their advantage to fight in a wide area. Second, Salamis will survive, where we have carried our children and women to safety. It also has in it something you are very fond of: by remaining here you will be fighting for the Peloponnese just as much as at the Isthmus, and you will not lead them to the Peloponnese, if you exercise good judgment.

60B.1. ἢν δὲ τὰ ἐγὼ λέγω ποιήσῃς, τοσάδε ἐν αὐτοῖσι χρηστὰ εὑρήσεις· πρῶτα μὲν ἐν στεινῷ συμβάλλοντες νηυσὶ ὀλίγῃσι πρὸς πολλάς, ἢν τὰ οἰκότα ἐκ τοῦ πολέμου ἐκβαίνῃ, πολλὸν κρατήσομεν· τὸ γὰρ ἐν στεινῷ ναυμαχέειν πρὸς ἡμέων ἐστί, ἐν εὐρυχωρίῃ δὲ πρὸς ἐκείνων. αὖτις δὲ Σαλαμὶς περιγίνεται, ἐς τὴν ἡμῖν ὑπέκκειται τέκνα τε καὶ γυναῖκες. καὶ μὲν καὶ τόδε ἐν αὐτοῖσι ἔνεστι, τοῦ καὶ περιέχεσθε μάλιστα· ὁμοίως αὐτοῦ τε μένων προναυμαχήσεις Πελοποννήσου καὶ πρὸς τῷ Ἰσθμῷ, οὐδὲ σφέας, εἴ περ εὖ φρονέεις, ἄξεις ἐπὶ τὴν Πελοπόννησον.

60C.1. If what I expect happens and we win the victory with our ships, you will not have the barbarians upon you at the Isthmus. They will advance no further than Attica and depart in no order, and we shall gain an advantage by the survival of Megara, Aegina, and Salamis, where it is prophesied that we will prevail against our enemies. Men usually succeed when they have reasonable plans. If their plans are unreasonable, the god does not wish to assent to human intentions.”

60C.1. ἢν δέ γε καὶ τὰ ἐγὼ ἐλπίζω γένηται καὶ νικήσωμεν τῇσι νηυσί, οὔτε ὑμῖν ἐς τὸν Ἰσθμὸν παρέσονται οἱ βάρβαροι οὔτε προβήσονται ἑκαστέρω τῆς Ἀττικῆς, ἀπίασί τε οὐδενὶ κόσμῳ, Μεγάροισί τε κερδανέομεν περιεοῦσι καὶ Αἰγίνῃ καὶ Σαλαμῖνι, ἐν τῇ ἡμῖν καὶ λόγιον ἐστὶ τῶν ἐχθρῶν κατύπερθε γενέσθαι. οἰκότα μέν νυν βουλευομένοισι ἀνθρώποισι ὡς τὸ ἐπίπαν ἐθέλει γίνεσθαι· μὴ δὲ οἰκότα βουλευομένοισι οὐκ ἐθέλει οὐδὲ ὁ θεὸς προσχωρέειν πρὸς τὰς ἀνθρωπηίας γνώμας.

61.1. As Themistocles said this, Adeimantus the Corinthian attacked him again, advising that a man without a city should keep quiet and that Eurybiades should not ask the vote of a man without a city. He advised Themistocles to contribute his opinion when he provided a city—attacking him in this way because Athens was captured and occupied.

61.1. ταῦτα λέγοντος Θεμιστοκλέος αὖτις ὁ Κορίνθιος Ἀδείμαντος ἐπεφέρετο, σιγᾶν τε κελεύων τῷ μὴ ἐστὶ πατρὶς καὶ Εὐρυβιάδην οὐκ ἐῶν ἐπιψηφίζειν ἀπόλι ἀνδρί· πόλιν γὰρ τὸν Θεμιστοκλέα παρεχόμενον οὕτω ἐκέλευε γνώμας συμβάλλεσθαι. ταῦτα δέ οἱ προέφερε ὅτι ἡλώκεσάν τε καὶ κατείχοντο αἱ Ἀθῆναι.

61.2. This time Themistocles said many things against him and the Corinthians, declaring that so long as they had two hundred manned ships, the Athenians had both a city and a land greater than theirs, and that none of the Hellenes could repel them if they attacked.

61.2. τότε δὴ ὁ Θεμιστοκλέης κεῖνόν τε καὶ τοὺς Κορινθίους πολλά τε καὶ κακὰ ἔλεγε, ἑωυτοῖσι τε ἐδήλου λόγῳ ὡς εἴη καὶ πόλις καὶ γῆ μέζων ἤ περ ἐκείνοισι, ἔστʼ ἂν διηκόσιαι νέες σφι ἔωσι πεπληρωμέναι· οὐδαμοὺς γὰρ Ἑλλήνων αὐτοὺς ἐπιόντας ἀποκρούσεσθαι.

62.1. Next he turned his argument to Eurybiades, saying more vehemently than before, “If you remain here, you will be an noble man. If not, you will ruin Hellas. All our strength for war is in our ships, so listen to me.

62.1. σημαίνων δὲ ταῦτα τῷ λόγῳ διέβαινε ἐς Εὐρυβιάδην, λέγων μᾶλλον ἐπεστραμμένα. σὺ εἰ μενέεις αὐτοῦ καὶ μένων ἔσεαι ἀνὴρ ἀγαθός· εἰ δὲ μή, ἀνατρέψεις τὴν Ἑλλάδα· τὸ πᾶν γὰρ ἡμῖν τοῦ πολέμου φέρουσι αἱ νέες. ἀλλʼ ἐμοὶ πείθεο.

62.2. If you do not do this, we will immediately gather up our households and travel to Siris in Italy, which has been ours since ancient times, and the prophecies say we must found a colony there. You will remember these words when you are without such allies.”

62.2. εἰ δὲ ταῦτα μὴ ποιήσῃς, ἡμεῖς μὲν ὡς ἔχομεν ἀναλαβόντες τοὺς οἰκέτας κομιεύμεθα ἐς Σῖριν τὴν ἐν Ἰταλίῃ, ἥ περ ἡμετέρη τε ἐστὶ ἐκ παλαιοῦ ἔτι, καὶ τὰ λόγια λέγει ὑπʼ ἡμέων αὐτὴν δέειν κτισθῆναι· ὑμεῖς δὲ συμμάχων τοιῶνδε μουνωθέντες μεμνήσεσθε τῶν ἐμῶν λόγων.

63.1. When Themistocles said this, Eurybiades changed his mind. I think he did so chiefly out of fear that the Athenians might desert them if they set sail for the Isthmus. If the Athenians left, the rest would be no match for the enemy, so he made the choice to remain there and fight.

63.1. ταῦτα δὲ Θεμιστοκλέος λέγοντος ἀνεδιδάσκετο Εὐρυβιάδης· δοκέειν δέ μοι, ἀρρωδήσας μάλιστα τοὺς Ἀθηναίους ἀνεδιδάσκετο, μή σφεας ἀπολίπωσι, ἢν πρὸς τὸν Ἰσθμὸν ἀγάγῃ τὰς νέας· ἀπολιπόντων γὰρ Ἀθηναίων οὐκέτι ἐγίνοντο ἀξιόμαχοι οἱ λοιποί. ταύτην δὲ αἱρέεται τὴν γνώμην, αὐτοῦ μένοντας διαναυμαχέειν.

64.1. After this skirmish of words, since Eurybiades had so resolved, the men at Salamis prepared to fight where they were. At sunrise on the next day there was an earthquake on land and sea, and they resolved to pray to the gods and summon the sons of Aeacus as allies.

64.1. οὕτω μὲν οἱ περὶ Σαλαμῖνα ἔπεσι ἀκροβολισάμενοι, ἐπείτε Εὐρυβιάδῃ ἔδοξε, αὐτοῦ παρεσκευάζοντο ὡς ναυμαχήσοντες. ἡμέρη τε ἐγίνετο καὶ ἅμα τῷ ἡλίῳ ἀνιόντι σεισμὸς ἐγένετο ἔν τε τῇ γῇ καὶ τῇ θαλάσσῃ.

64.2. When they had so resolved, they did as follows: they prayed to all the gods, called Ajax and Telamon to come straight from Salamis, and sent a ship to Aegina for Aeacus and his sons.

64.2. ἔδοξε δέ σφι εὔξασθαι τοῖσι θεοῖσι καὶ ἐπικαλέσασθαι τοὺς Αἰακίδας συμμάχους. ὡς δέ σφι ἔδοξε, καὶ ἐποίευν ταῦτα· εὐξάμενοι γὰρ πᾶσι τοῖσι θεοῖσι, αὐτόθεν μὲν ἐκ Σαλαμῖνος Αἴαντά τε καὶ Τελαμῶνα ἐπεκαλέοντο, ἐπὶ δὲ Αἰακὸν καὶ τοὺς ἄλλους Αἰακίδας νέα ἀπέστελλον ἐς Αἴγιναν.

65.1. Dicaeus son of Theocydes, an Athenian exile who had become important among the Medes, said that at the time when the land of Attica was being laid waste by Xerxes' army and there were no Athenians in the country, he was with Demaratus the Lacedaemonian on the Thriasian plain and saw advancing from Eleusis a cloud of dust as if raised by the feet of about thirty thousand men. They marvelled at what men might be raising such a cloud of dust and immediately heard a cry. The cry seemed to be the “Iacchus” of the mysteries, and when Demaratus, ignorant of the rites of Eleusis, asked him what was making this sound, Dicaeus said, “Demaratus, there is no way that some great disaster will not befall the king's army.

65.1. ἔφη δὲ Δίκαιος ὁ Θεοκύδεος, ἀνὴρ Ἀθηναῖος φυγάς τε καὶ παρὰ Μήδοισι λόγιμος γενόμενος τοῦτον τὸν χρόνον, ἐπείτε ἐκείρετο ἡ Ἀττικὴ χώρη ὑπὸ τοῦ πεζοῦ στρατοῦ τοῦ Ξέρξεω ἐοῦσα ἔρημος Ἀθηναίων, τυχεῖν τότε ἐὼν ἅμα Δημαρήτῳ τῷ Λακεδαιμονίῳ ἐν τῷ Θριασίῳ πεδίῳ, ἰδεῖν δὲ κονιορτὸν χωρέοντα ἀπʼ Ἐλευσῖνος ὡς ἀνδρῶν μάλιστά κῃ τρισμυρίων, ἀποθωμάζειν τε σφέας τὸν κονιορτὸν ὅτεων κοτὲ εἴη ἀνθρώπων, καὶ πρόκατε φωνῆς ἀκούειν, καί οἱ φαίνεσθαι τὴν φωνὴν εἶναι τὸν μυστικὸν ἴακχον.

65.2. Since Attica is deserted, it is obvious that this voice is divine and comes from Eleusis to help the Athenians and their allies. If it descends upon the Peloponnese, the king himself and his army on the mainland will be endangered. If, however, it turns towards the ships at Salamis, the king will be in danger of losing his fleet.

65.2. εἶναι δʼ ἀδαήμονα τῶν ἱρῶν τῶν ἐν Ἐλευσῖνι γινομένων τὸν Δημάρητον, εἰρέσθαί τε αὐτὸν ὅ τι τὸ φθεγγόμενον εἴη τοῦτο. αὐτὸς δὲ εἰπεῖν Δημάρητε, οὐκ ἔστι ὅκως οὐ μέγα τι σίνος ἔσται τῇ βασιλέος στρατιῇ· τάδε γὰρ ἀρίδηλα, ἐρήμου ἐούσης τῆς Ἀττικῆς, ὅτι θεῖον τὸ φθεγγόμενον, ἀπʼ Ἐλευσῖνος ἰὸν ἐς τιμωρίην Ἀθηναίοισί τε καὶ τοῖσι συμμάχοισι. καὶ ἢν μέν γε κατασκήψῃ ἐς τὴν Πελοπόννησον, κίνδυνος αὐτῷ τε βασιλέι καὶ τῇ στρατιῇ τῇ ἐν τῇ ἠπείρῳ ἔσται, ἢν δὲ ἐπὶ τὰς νέας τράπηται τὰς ἐν Σαλαμῖνι, τὸν ναυτικὸν στρατὸν κινδυνεύσει βασιλεὺς ἀποβαλεῖν.

65.4. Every year the Athenians observe this festival for the Mother and the Maiden, and any Athenian or other Hellene who wishes is initiated. The voice which you hear is the ‘Iacchus’ they cry at this festival.” To this Demaratus replied, “Keep silent and tell this to no one else.

65.4. τὴν δὲ ὁρτὴν ταύτην ἄγουσι Ἀθηναῖοι ἀνὰ πάντα ἔτεα τῇ Μητρὶ καὶ τῇ Κούρῃ, καὶ αὐτῶν τε ὁ βουλόμενος καὶ τῶν ἄλλων Ἑλλήνων μυεῖται· καὶ τὴν φωνὴν τῆς ἀκούεις ἐν ταύτῃ τῇ ὁρτῇ ἰακχάζουσι. πρὸς ταῦτα εἰπεῖν Δημάρητον σίγα τε καὶ μηδενὶ ἄλλῳ τὸν λόγον τοῦτον εἴπῃς·

65.5. If these words of yours are reported to the king, you will lose your head, and neither I nor any other man will be able to save you, so be silent. The gods will see to the army.”

65.5. ἢν γάρ τοι ἐς βασιλέα ἀνενειχθῇ τὰ ἔπεα ταῦτα, ἀποβαλέεις τὴν κεφαλήν, καὶ σε οὔτε ἐγὼ δυνήσομαι ῥύσασθαι οὔτʼ ἄλλος ἀνθρώπων οὐδὲ εἶς. ἀλλʼ ἔχʼ ἥσυχος, περὶ δὲ στρατιῆς τῆσδε θεοῖσι μελήσει.

65.6. Thus he advised, and after the dust and the cry came a cloud, which rose aloft and floated away towards Salamis to the camp of the Hellenes. In this way they understood that Xerxes' fleet was going to be destroyed. Dicaeus son of Theocydes used to say this, appealing to Demaratus and others as witnesses.

65.6. τὸν μὲν δὴ ταῦτα παραινέειν, ἐκ δὲ τοῦ κονιορτοῦ καὶ τῆς φωνῆς γενέσθαι νέφος καὶ μεταρσιωθὲν φέρεσθαι ἐπὶ Σαλαμῖνος ἐπὶ τὸ στρατόπεδον τὸ τῶν Ἑλλήνων. οὕτω δὴ αὐτοὺς μαθεῖν ὅτι τὸ ναυτικὸν τὸ Ξέρξεω ἀπολέεσθαι μέλλοι. ταῦτα μὲν Δίκαιος ὁ Θεοκύδεος ἔλεγε, Δημαρήτου τε καὶ ἄλλων μαρτύρων καταπτόμενος.

66.1. When those stationed with Xerxes' fleet had been to see the Laconian disaster at Thermopylae, they crossed over from Trachis to Histiaea, waited three days, and then sailed through the Euripus, and in three more days they were at Phalerum, the port of Athens. I think no less a number invaded Athens by land and sea than came to Sepias and Thermopylae.

66.1. οἱ δὲ ἐς τὸν Ξέρξεω ναυτικὸν στρατὸν ταχθέντες, ἐπειδὴ ἐκ Τρηχῖνος θεησάμενοι τὸ τρῶμα τὸ Λακωνικὸν διέβησαν ἐς τὴν Ἱστιαίην, ἐπισχόντες ἡμέρας τρεῖς ἔπλεον διʼ Εὐρίπου, καὶ ἐν ἑτέρῃσι τρισὶ ἡμέρῃσι ἐγένοντο ἐν Φαλήρῳ. ὡς μὲν ἐμοὶ δοκέειν, οὐκ ἐλάσσονες ἐόντες ἀριθμὸν ἐσέβαλον ἐς τὰς Ἀθήνας, κατά τε ἤπειρον καὶ τῇσι νηυσὶ ἀπικόμενοι, ἢ ἐπί τε Σηπιάδα ἀπίκοντο καὶ ἐς Θερμοπύλας·

66.2. Those killed by the storm, at Thermopylae, and in the naval battles at Artemisium, I offset with those who did not yet follow the king: the Melians and Dorians and Locrians and the whole force of Boeotia except the Thespians and Plataeans; and the Carystians and Andrians and Teneans and all the rest of the islanders, except the five cities whose names I previously mentioned. The farther into Hellas the Persian advanced, the more nations followed him.

66.2. ἀντιθήσω γὰρ τοῖσί τε ὑπὸ τοῦ χειμῶνος αὐτῶν ἀπολομένοισι καὶ τοῖσι ἐν Θερμοπύλῃσι καὶ τῇσι ἐπʼ Ἀρτεμισίῳ ναυμαχίῃσι τούσδε τοὺς τότε οὔκω ἑπομένους βασιλέι, Μηλιέας καὶ Δωριέας καὶ Λοκροὺς καὶ Βοιωτοὺς πανστρατιῇ ἑπομένους πλὴν Θεσπιέων καὶ Πλαταιέων, καὶ μάλα Καρυστίους τε καὶ Ἀνδρίους καὶ Τηνίους τε καὶ τοὺς λοιποὺς νησιώτας πάντας, πλὴν τῶν πέντε πολίων τῶν ἐπεμνήσθημεν πρότερον τὰ οὐνόματα. ὅσῳ γὰρ δὴ προέβαινε ἐσωτέρω τῆς Ἑλλάδος ὁ Πέρσης, τοσούτῳ πλέω ἔθνεά οἱ εἵπετο.