SCRIPTURA

Herodotus · Histories · 47 of 53

Book VIII · chapters 67–95

Translated by A. D. Godley

ContentsMarkdown.md ↓

67.1. All these came to Athens except the Parians. The Parians stayed behind in Cythnus watching to see which way the war turned out. When the rest of them reached Phalerum, Xerxes himself went down to the ships, wishing to mix with the sailors and hear their opinions.

67.1. ἐπεὶ ὦν ἀπίκατο ἐς τὰς Ἀθήνας πάντες οὗτοι πλὴν Παρίων ʽΠάριοι δὲ ὑπολειφθέντες ἐν Κύθνῳ ἐκαραδόκεον τὸν πόλεμον κῇ ἀποβήσεταἰ, οἱ δὲ λοιποὶ ὡς ἀπίκοντο ἐς τὸ Φάληρον, ἐνθαῦτα κατέβη αὐτὸς Ξέρξης ἐπὶ τὰς νέας, ἐθέλων σφι συμμῖξαί τε καὶ πυθέσθαι τῶν ἐπιπλεόντων τὰς γνώμας.

67.2. He came and sat on his throne, and present at his summons were the tyrants of all the peoples and the company leaders from the fleet. They sat according to the honor which the king had granted each of them, first the king of Sidon, then the king of Tyre, then the rest. When they sat in order one after another, Xerxes sent Mardonius to test each by asking if they should fight at sea.

67.2. ἐπεὶ δὲ ἀπικόμενος προΐζετο, παρῆσαν μετάπεμπτοι οἱ τῶν ἐθνέων τῶν σφετέρων τύραννοι καὶ ταξίαρχοι ἀπὸ τῶν νεῶν, καὶ ἵζοντο ὥς σφι βασιλεὺς ἑκάστῳ τιμὴν ἐδεδώκεε, πρῶτος μὲν ὁ Σιδώνιος βασιλεύς, μετὰ δὲ ὁ Τύριος, ἐπὶ δὲ ὧλλοι. ὡς δὲ κόσμῳ ἐπεξῆς ἵζοντο, πέμψας Ξέρξης Μαρδόνιον εἰρώτα ἀποπειρώμενος ἑκάστου εἰ ναυμαχίην ποιέοιτο.

68.1. Mardonius went about questioning them, starting with the Sidonian, and all the others were unanimous, advising to fight at sea, but Artemisia said, “Tell the king, Mardonius, that I, who neither was most cowardly in the sea battles off Euboea nor performed the least feats of arms, say this: ‘Master, it is just for me to declare my real opinion, what I consider to be best for your cause. And I say to you this: spare your ships, and do not fight at sea. Their men are as much stronger than your men by sea as men are stronger than women.

68.1. ἐπεὶ δὲ περιιὼν εἰρώτα ὁ Μαρδόνιος ἀρξάμενος ἀπὸ τοῦ Σιδωνίου, οἱ μὲν ἄλλοι κατὰ τὠυτὸ γνώμην ἐξεφέροντο κελεύοντες ναυμαχίην ποιέεσθαι, Ἀρτεμισίη δὲ τάδε ἔφη. εἰπεῖν μοι πρὸς βασιλέα, Μαρδόνιε, ὡς ἐγὼ τάδε λέγω, οὔτε κακίστη γενομένη ἐν τῇσι ναυμαχίῃσι τῇσι πρὸς Εὐβοίῃ οὔτε ἐλάχιστα ἀποδεξαμένη. δέσποτα, τὴν δὲ ἐοῦσαν γνώμην με δίκαιον ἐστὶ ἀποδείκνυσθαι, τὰ τυγχάνω φρονέουσα ἄριστα ἐς πρήγματα τὰ σά. καὶ τοι τάδε λέγω, φείδεο τῶν νεῶν μηδὲ ναυμαχίην ποιέο. οἱ γὰρ ἄνδρες τῶν σῶν ἀνδρῶν κρέσσονες τοσοῦτο εἰσὶ κατὰ θάλασσαν ὅσον ἄνδρες γυναικῶν.

68A.2. Why is it so necessary for you to risk everything by fighting at sea? Do you not possess Athens, for which you set out on this march, and do you not have the rest of Hellas? No one stands in your way. Those who opposed you have received what they deserved.

68A.2. τί δὲ πάντως δέει σε ναυμαχίῃσι ἀνακινδυνεύειν; οὐκ ἔχεις μὲν τὰς Ἀθήνας, τῶν περ εἵνεκα ὁρμήθης στρατεύεσθαι, ἔχεις δὲ τὴν ἄλλην Ἑλλάδα; ἐμποδὼν δέ τοι ἵσταται οὐδείς· οἳ δέ τοι ἀντέστησαν, ἀπήλλαξαν οὕτω ὡς κείνους ἔπρεπε.

68B.1. I will tell you how I think the affairs of your enemies will turn out: If you do not hurry to fight at sea, but keep your ships here and stay near land, or even advance into the Peloponnese, then, my lord, you will easily accomplish what you had in mind on coming here.

68B.1. τῇ δὲ ἐγὼ δοκέω ἀποβήσεσθαι τὰ τῶν ἀντιπολέμων πρήγματα, τοῦτο φράσω. ἢν μὲν μὴ ἐπειχθῇς ναυμαχίην ποιεύμενος, ἀλλὰ τὰς νέας αὐτοῦ ἔχῃς πρὸς γῇ μένων ἢ καὶ προβαίνων ἐς τὴν Πελοπόννησον, εὐπετέως τοι δέσποτα χωρήσει τὰ νοέων ἐλήλυθας.

68B.2. The Hellenes are not able to hold out against you for a long time, but you will scatter them, and they will each flee to their own cities. I have learned that they have no food on this island, and it is not likely, if you lead your army against the Peloponnese, that those of them who have come from there will sit still, nor will they care to fight at sea for Athens.

68B.2. οὐ γὰρ οἷοί τε πολλὸν χρόνον εἰσί τοι ἀντέχειν οἱ Ἕλληνες, ἀλλὰ σφέας διασκεδᾷς, κατὰ πόλις δὲ ἕκαστοι φεύξονται. οὔτε γὰρ σῖτος πάρα σφι ἐν τῇ νήσῳ ταύτῃ, ὡς ἐγὼ πυνθάνομαι, οὔτε αὐτοὺς οἰκός, ἢν σὺ ἐπὶ τὴν Πελοπόννησον ἐλαύνῃς τὸν πεζὸν στρατόν, ἀτρεμιεῖν τοὺς ἐκεῖθεν αὐτῶν ἥκοντας, οὐδέ σφι μελήσει πρὸ τῶν Ἀθηνέων ναυμαχέειν.

68C.1. But if you hurry to fight at sea immediately, I fear that your fleet if reduced to cowardice may also injure your army on land. In addition, my King, take this to heart: Good people's slaves tend to be base, and the slaves of the base tend to be good. You, who are best among men, have base slaves, who are accounted your allies, the Egyptians and Cyprians and Cilicians and Pamphylians, who are of no use at all.’”

68C.1. ἢν δὲ αὐτίκα ἐπειχθῇς ναυμαχῆσαι, δειμαίνω μὴ ὁ ναυτικὸς στρατὸς κακωθεὶς τὸν πεζὸν προσδηλήσηται. πρὸς δὲ, ὦ βασιλεῦ, καὶ τόδε ἐς θυμὸν βάλευ, ὡς τοῖσι μὲν χρηστοῖσι τῶν ἀνθρώπων κακοὶ δοῦλοι φιλέουσι γίνεσθαι, τοῖσι δὲ κακοῖσι χρηστοί. σοὶ δὲ ἐόντι ἀρίστῳ ἀνδρῶν πάντων κακοὶ δοῦλοι εἰσί, οἳ ἐν συμμάχων λόγῳ λέγονται εἶναι ἐόντες Αἰγύπτιοί τε καὶ Κύπριοι καὶ Κίλικες καὶ Πάμφυλοι, τῶν ὄφελος ἐστὶ οὐδέν.

69.1. When she said this to Mardonius, all who were well disposed towards Artemisia lamented her words, thinking she would suffer some ill from the king because she advised against fighting at sea. Those who were jealous and envied her, because she was given honor among the chief of all the allies, were glad at her answer, thinking she would be killed.

69.1. ταῦτα λεγούσης πρὸς Μαρδόνιον, ὅσοι μὲν ἦσαν εὔνοοι τῇ Ἀρτεμισίῃ, συμφορὴν ἐποιεῦντο τοὺς λόγους ὡς κακόν τι πεισομένης πρὸς βασιλέος, ὅτι οὐκ ἔα ναυμαχίην ποιέεσθαι· οἳ δὲ ἀγαιόμενοί τε καὶ φθονέοντες αὐτῇ, ἅτε ἐν πρώτοισι τετιμημένης διὰ πάντων τῶν συμμάχων, ἐτέρποντο τῇ ἀνακρίσι ὡς ἀπολεομένης αὐτῆς.

69.2. But when the counsels were reported to Xerxes, he was greatly pleased by Artemisia's opinion. Even before this he had considered her of excellent character, and now he praised her much more highly. Still he ordered that the majority be obeyed, for he believed that at Euboea they had purposely fought badly because he was not there. This time he had made preparations to see the battle in person.

69.2. ἐπεὶ δὲ ἀνηνείχθησαν αἱ γνῶμαι ἐς Ξέρξην, κάρτα τε ἥσθη τῇ γνώμῃ τῇ Ἀρτεμισίης, καὶ νομίζων ἔτι πρότερον σπουδαίην εἶναι τότε πολλῷ μᾶλλον αἴνεε. ὅμως δὲ τοῖσι πλέοσι πείθεσθαι ἐκέλευε, τάδε καταδόξας, πρὸς μὲν Εὐβοίῃ σφέας ἐθελοκακέειν ὡς οὐ παρεόντος αὐτοῦ, τότε δὲ αὐτὸς παρεσκεύαστο θεήσασθαι ναυμαχέοντας.

70.1. When the command to put out to sea was given, they set sail for Salamis and were calmly marshalled in line. There was not enough daylight left for them to fight, since night came on, so they made preparations for the next day.

70.1. ἐπεὶ δὲ παρήγγελλον ἀναπλέειν, ἀνῆγον τὰς νέας ἐπὶ τὴν Σαλαμῖνα καὶ παρεκρίθησαν διαταχθέντες κατʼ ἡσυχίην. τότε μέν νυν οὐκ ἐξέχρησέ σφι ἡ ἡμέρη ναυμαχίην ποιήσασθαι· νὺξ γὰρ ἐπεγένετο· οἳ δὲ παρεσκευάζοντο ἐς τὴν ὑστεραίην.

70.2. Fear and dread possessed the Hellenes, especially those from the Peloponnese. They were afraid because they were stationed in Salamis and were about to fight at sea on behalf of the land of the Athenians, and if they were defeated they would be trapped on an island and besieged, leaving their own land unguarded.

70.2. τοὺς δὲ Ἕλληνας εἶχε δέος τε καὶ ἀρρωδίη, οὐκ ἥκιστα δὲ τοὺς ἀπὸ Πελοποννήσου· ἀρρώδεον δὲ ὅτι αὐτοὶ μὲν ἐν Σαλαμῖνι κατήμενοι ὑπὲρ γῆς τῆς Ἀθηναίων ναυμαχέειν μέλλοιεν, νικηθέντες τε ἐν νήσῳ ἀπολαμφθέντες πολιορκήσονται, ἀπέντες τὴν ἑωυτῶν ἀφύλακτον· τῶν δὲ βαρβάρων ὁ πεζὸς ὑπὸ τὴν παρεοῦσαν νύκτα ἐπορεύετο ἐπὶ τὴν Πελοπόννησον.

71.1. That very night the land army of the barbarians began marching to the Peloponnese. Yet every possible device had been used to prevent the barbarians from invading by the mainland. As soon as the Peloponnesians learned that Leonidas and his men at Thermopylae were dead, they ran together from their cities and took up their position at the Isthmus. Their general was Cleombrotus son of Anaxandrides, the brother of Leonidas.

71.1. καίτοι τὰ δυνατὰ πάντα ἐμεμηχάνητο ὅκως κατʼ ἤπειρον μὴ ἐσβάλοιεν οἱ βάρβαροι. ὡς γὰρ ἐπύθοντο τάχιστα Πελοποννήσιοι τοὺς ἀμφὶ Λεωνίδην ἐν Θερμοπύλῃσι τετελευτηκέναι, συνδραμόντες ἐκ τῶν πολίων ἐς τὸν Ἰσθμὸν ἵζοντο, καί σφι ἐπῆν στρατηγὸς Κλεόμβροτος ὁ Ἀναξανδρίδεω, Λεωνίδεω δὲ ἀδελφεός.

71.2. When they were in position at the Isthmus, they demolished the Scironian road and then, after resolving in council, built a wall across the Isthmus. Since there were many tens of thousands and everyone worked, the task was completed, as they brought in stones and bricks and logs and baskets full of sand. At no moment of the day or night did those who had marched out there rest from their work.

71.2. ἱζόμενοι δὲ ἐν τῷ Ἰσθμῷ καὶ συγχώσαντες τὴν Σκιρωνίδα ὁδόν, μετὰ τοῦτο ὥς σφι ἔδοξε βουλευομένοισι, οἰκοδόμεον διὰ τοῦ Ἰσθμοῦ τεῖχος. ἅτε δὲ ἐουσέων μυριάδων πολλέων καὶ παντὸς ἀνδρὸς ἐργαζομένου, ἤνετο τὸ ἔργον· καὶ γὰρ λίθοι καὶ πλίνθοι καὶ ξύλα καὶ φορμοὶ ψάμμου πλήρεες ἐσεφέροντο, καὶ ἐλίνυον οὐδένα χρόνον οἱ βοηθήσαντες ἐργαζόμενοι, οὔτε νυκτὸς οὔτε ἡμέρης.

72.1. These were the Hellenes who marched out in a body to the Isthmus: the Lacedaemonians and all the Arcadians, the Eleans and Corinthians and Sicyonians and Epidaurians and Phliasians and Troezenians and Hermioneans. These were the ones who marched out and feared for Hellas in her peril. The rest of the Peloponnesians cared nothing, though the Olympian and Carnean festivals were now past.

72.1. οἱ δὲ βοηθήσαντες ἐς τὸν Ἰσθμὸν πανδημεὶ οἵδε ἦσαν Ἑλλήνων, Λακεδαιμόνιοί τε καὶ Ἀρκάδες πάντες καὶ Ἠλεῖοι καὶ Κορίνθιοι καὶ Ἐπιδαύριοι καὶ Φλιάσιοι καὶ Τροιζήνιοι καὶ Ἑρμιονέες. οὗτοι μὲν ἦσαν οἱ βοηθήσαντες καὶ ὑπεραρρωδέοντες τῇ Ἑλλάδι κινδυνευούσῃ· τοῖσι δὲ ἄλλοισι Πελοποννησίοισι ἔμελε οὐδέν. Ὀλύμπια δὲ καὶ Κάρνεια παροιχώκεε ἤδη.

73.1. Seven nations inhabit the Peloponnese. Two of these are aboriginal and are now settled in the land where they lived in the old days, the Arcadians and Cynurians. One nation, the Achaean, has never left the Peloponnese, but it has left its own country and inhabits another nation's land.

73.1. οἰκέει δὲ τὴν Πελοπόννησον ἔθνεα ἑπτά. τούτων δὲ τὰ μὲν δύο αὐτόχθονα ἐόντα κατὰ χώρην ἵδρυται νῦν τε καὶ τὸ πάλαι οἴκεον, Ἀρκάδες τε καὶ Κυνούριοι· ἓν δὲ ἔθνος τὸ Ἀχαιϊκὸν ἐκ μὲν Πελοποννήσου οὐκ ἐξεχώρησε, ἐκ μέντοι τῆς ἑωυτῶν, οἰκέει δὲ τὴν ἀλλοτρίην.

73.2. The four remaining nations of the seven are immigrants, the Dorians and Aetolians and Dryopians and Lemnians. The Dorians have many famous cities, the Aetolians only Elis, the Dryopians Hermione and Asine near Laconian Cardamyle, the Lemnians all the Paroreatae.

73.2. τὰ δὲ λοιπὰ ἔθνεα τῶν ἑπτὰ τέσσερα ἐπήλυδα ἐστί, Δωριέες τε καὶ Αἰτωλοὶ καὶ Δρύοπες καὶ Λήμνιοι. Δωριέων μὲν πολλαί τε καὶ δόκιμοι πόλιες, Αἰτωλῶν δὲ Ἦλις μούνη, Δρυόπων δὲ Ἑρμιών τε καὶ Ἀσίνη ἡ πρὸς Καρδαμύλῃ τῇ Λακωνικῇ, Λημνίων δὲ Παρωρεῆται πάντες.

73.3. The Cynurians are aboriginal and seem to be the only Ionians, but they have been Dorianized by time and by Argive rule. They are the Orneatae and the perioikoi. All the remaining cities of these seven nations, except those I enumerated, stayed neutral. If I may speak freely, by staying neutral they medized.

73.3. οἱ δὲ Κυνούριοι αὐτόχθονες ἐόντες δοκέουσι μοῦνοι εἶναι Ἴωνες, ἐκδεδωρίευνται δὲ ὑπό τε Ἀργείων ἀρχόμενοι καὶ τοῦ χρόνου, ἐόντες Ὀρνεῆται καὶ οἱ περίοικοι. τούτων ὦν τῶν ἑπτὰ ἐθνέων αἱ λοιπαὶ πόλιες, πάρεξ τῶν κατέλεξα, ἐκ τοῦ μέσου κατέατο· εἰ δὲ ἐλευθέρως ἔξεστι εἰπεῖν, ἐκ τοῦ κατήμενοι ἐμήδιζον.

74.1. Those at the Isthmus were involved in so great a labor, since all they had was at stake and they did not expect the ships to win distinction. Those at Salamis heard of their labors but still were full of dread, fearing not for themselves but for the Peloponnese.

74.1. οἳ μὲν δὴ ἐν τῷ Ἰσθμῷ τοιούτῳ πόνῳ συνέστασαν, ἅτε περὶ τοῦ παντὸς ἤδη δρόμου θέοντες καὶ τῇσι νηυσὶ οὐκ ἐλπίζοντες ἐλλάμψεσθαι· οἳ δὲ ἐν Σαλαμῖνι ὅμως ταῦτα πυνθανόμενοι ἀρρώδεον, οὐκ οὕτω περὶ σφίσι αὐτοῖσι δειμαίνοντες ὡς περὶ τῇ Πελοποννήσῳ.

74.2. For a time each man talked quietly to his neighbor, wondering at Eurybiades' folly, but finally it came out into the open. They held an assembly and talked at length on the same matters as before: some said they must sail away to the Peloponnese and risk battle for that country, not stay and fight for a captured land; but the Athenians and Aeginetans and Megarians said they must stay and defend themselves.

74.2. τέως μὲν δὴ αὐτῶν ἀνὴρ ἀνδρὶ παραστὰς σιγῇ λόγον ἐποιέετο, θῶμα ποιεύμενοι τὴν Εὐρυβιάδεω ἀβουλίην· τέλος δὲ ἐξερράγη ἐς τὸ μέσον. σύλλογός τε δὴ ἐγίνετο καὶ πολλὰ ἐλέγετο τῶν αὐτῶν, οἳ μὲν ὡς ἐς τὴν Πελοπόννησον χρεὸν εἴη ἀποπλέειν καὶ περὶ ἐκείνης κινδυνεύειν μηδὲ πρὸ χώρης δοριαλώτου μένοντας μάχεσθαι, Ἀθηναῖοι δὲ καὶ Αἰγινῆται καὶ Μεγαρέες αὐτοῦ μένοντας ἀμύνεσθαι.

75.1. When the Peloponnesians were outvoting him, Themistocles secretly left the assembly, and sent a man by boat to the Median fleet after ordering him what to say. His name was Sicinnus, and he was Themistocles' servant and his sons' attendant. Later Themistocles enrolled him as a Thespian, when the Thespians were adopting citizens, and made him wealthy with money.

75.1. ἐνθαῦτα Θεμιστοκλέης ὡς ἑσσοῦτο τῇ γνώμῃ ὑπὸ τῶν Πελοποννησίων, λαθὼν ἐξέρχεται ἐκ τοῦ συνεδρίου, ἐξελθὼν δὲ πέμπει ἐς τὸ στρατόπεδον τὸ Μήδων ἄνδρα πλοίῳ ἐντειλάμενος τὰ λέγειν χρεόν, τῷ οὔνομα μὲν ἦν Σίκιννος, οἰκέτης δὲ καὶ παιδαγωγὸς ἦν τῶν Θεμιστοκλέος παίδων· τὸν δὴ ὕστερον τούτων τῶν πρηγμάτων Θεμιστοκλέης Θεσπιέα τε ἐποίησε, ὡς ἐπεδέκοντο οἱ Θεσπιέες πολιήτας, καὶ χρήμασι ὄλβιον.

75.2. He now came by boat and said to the generals of the barbarians, “The Athenian general has sent me without the knowledge of the other Hellenes. He is on the king's side and prefers that your affairs prevail, not the Hellenes'. I am to tell you that the Hellenes are terrified and plan flight, and you can now perform the finest deed of all if you do not allow them to escape.

75.2. ὃς τότε πλοίῳ ἀπικόμενος ἔλεγε πρὸς τοὺς στρατηγοὺς τῶν βαρβάρων τάδε. ἔπεμψέ με στρατηγὸς ὁ Ἀθηναίων λάθρῃ τῶν ἄλλων Ἑλλήνων ʽτυγχάνει γὰρ φρονέων τὰ βασιλέος καὶ βουλόμενος μᾶλλον τὰ ὑμέτερα κατύπερθε γίνεσθαι ἢ τὰ τῶν Ἑλλήνων πρήγματἀ φράσοντα ὅτι οἱ Ἕλληνες δρησμὸν βουλεύονται καταρρωδηκότες, καὶ νῦν παρέχει κάλλιστον ὑμέας ἔργων ἁπάντων ἐξεργάσασθαι, ἢν μὴ περιίδητε διαδράντας αὐτούς.

75.3. They do not all have the same intent, and they will no longer oppose you. Instead you will see them fighting against themselves, those who are on your side against those who are not.” After indicating this to them he departed.

75.3. οὔτε γὰρ ἀλλήλοισι ὁμοφρονέουσι οὔτε ἀντιστήσονται ὑμῖν, πρὸς ἑωυτούς τε σφέας ὄψεσθε ναυμαχέοντας τοὺς τὰ ὑμέτερα φρονέοντας καὶ τοὺς μή.

76.1. Finding the message credible, they first landed many of the Persians on the islet of Psyttalea, which lies between Salamis and the mainland. When it was midnight, they brought their western wing in a circle towards Salamis, and those stationed at Ceos and Cynosura also put out to sea, occupying all the passage as far as Munychia with their ships.

76.1. ὃ μὲν ταῦτά σφι σημήνας ἐκποδὼν ἀπαλλάσσετο· τοῖσι δὲ ὡς πιστὰ ἐγίνετο τὰ ἀγγελθέντα, τοῦτο μὲν ἐς τὴν νησῖδα τὴν Ψυττάλειαν, μεταξὺ Σαλαμῖνός τε κειμένην καὶ τῆς ἠπείρου, πολλοὺς τῶν Περσέων ἀπεβιβάσαντο· τοῦτο δέ, ἐπειδὴ ἐγίνοντο μέσαι νύκτες, ἀνῆγον μὲν τὸ ἀπʼ ἑσπέρης κέρας κυκλούμενοι πρὸς τὴν Σαλαμῖνα, ἀνῆγον δὲ οἱ ἀμφὶ τὴν Κέον τε καὶ τὴν Κυνόσουραν τεταγμένοι, κατεῖχόν τε μέχρι Μουνυχίης πάντα τὸν πορθμὸν τῇσι νηυσί.

76.2. They launched their ships in this way so that the Hellenes would have no escape: they would be trapped at Salamis and pay the penalty for the battles at Artemisium. The purpose of their landing Persians on the islet called Psyttalea was this: when the battle took place, it was chiefly there that the men and wrecks would be washed ashore, for the island lay in the path of the impending battle. The Persians would be able to save some of those who washed up and kill the others.

76.2. τῶνδε δὲ εἵνεκα ἀνῆγον τὰς νέας, ἵνα δὴ τοῖσι Ἕλλησι μηδὲ φυγεῖν ἐξῇ, ἀλλʼ ἀπολαμφθέντες ἐν τῇ Σαλαμῖνι δοῖεν τίσιν τῶν ἐπʼ Ἀρτεμισίῳ ἀγωνισμάτων. ἐς δὲ τὴν νησῖδα τὴν Ψυττάλειαν καλεομένην ἀπεβίβαζον τῶν Περσέων τῶνδε εἵνεκεν, ὡς ἐπεὰν γίνηται ναυμαχίη, ἐνθαῦτα μάλιστα ἐξοισομένων τῶν τε ἀνδρῶν καὶ τῶν ναυηγίων (ἐν γὰρ δὴ πόρῳ τῆς ναυμαχίης τῆς μελλούσης ἔσεσθαι ἔκειτο ἡ νῆσος), ἵνα τοὺς μὲν περιποιέωσι τοὺς δὲ διαφθείρωσι.

76.3. They did this in silence for fear that their enemies hear, making their preparations at night without sleep.

76.3. ἐποίευν δὲ σιγῇ ταῦτα, ὡς μὴ πυνθανοίατο οἱ ἐναντίοι. οἱ μὲν δὴ ταῦτα τῆς νυκτὸς οὐδὲν ἀποκοιμηθέντες παραρτέοντο.

77.1. I cannot say against oracles that they are not true, and I do not wish to try to discredit them when they speak plainly. Look at the following matter:When the sacred headland of golden-sworded Artemis and Cynosura by the sea they bridge with ships,After sacking shiny Athens in mad hope,Divine Justice will extinguish mighty Greed the son of InsolenceLusting terribly, thinking to devour all.

77.1. χρησμοῖσι δὲ οὐκ ἔχω ἀντιλέγειν ὡς οὐκ εἰσὶ ἀληθέες, οὐ βουλόμενος ἐναργέως λέγοντας πειρᾶσθαι καταβάλλειν, ἐς τοιάδε πρήγματα ἐσβλέψας.ἀλλʼ ὅταν Ἀρτέμιδος χρυσαόρου ἱερὸν ἀκτήννηυσὶ γεφυρώσωσι καὶ εἰναλίην Κυνόσουρανἐλπίδι μαινομένῃ, λιπαρὰς πέρσαντες Ἀθήνας,δῖα δίκη σβέσσει κρατερὸν κόρον, ὕβριος υἱόν,δεινὸν μαιμώοντα, δοκεῦντʼ ἀνὰ πάντα πίεσθαι.

77.2. Bronze will come together with bronze, and AresWill redden the sea with blood. To Hellas the day of freedomFar-seeing Zeus and august Victory will bring.Considering this, I dare to say nothing against Bacis concerning oracles when he speaks so plainly, nor will I consent to it by others.

77.2. χαλκὸς γὰρ χαλκῷ συμμίξεται, αἵματι δʼ Ἄρηςπόντον φοινίξει. τότʼ ἐλεύθερον Ἑλλάδος ἦμαρεὐρύοπα Κρονίδης ἐπάγει καὶ πότνια Νίκη.ἐς τοιαῦτα μὲν καὶ οὕτω ἐναργέως λέγοντι Βάκιδι ἀντιλογίης χρησμῶν πέρι οὔτε αὐτὸς λέγειν τολμέω οὔτε παρʼ ἄλλων ἐνδέκομαι.

78.1. Among the generals at Salamis there was fierce argument. They did not yet know that the barbarians had encircled them with their ships, supposing them still marshalled in the place where they had seen them by day.

78.1. τῶν δὲ ἐν Σαλαμῖνι στρατηγῶν ἐγίνετο ὠθισμὸς λόγων πολλός· ᾔδεσαν δὲ οὔκω ὅτι σφέας περιεκυκλοῦντο τῇσι νηυσὶ οἱ βάρβαροι, ἀλλʼ ὥσπερ τῆς ἡμέρης ὥρων αὐτοὺς τεταγμένους, ἐδόκεον κατὰ χώρην εἶναι.

79.1. As the generals disputed, Aristides son of Lysimachus, an Athenian, crossed over from Aegina. Although he had been ostracized by the people, I, learning by inquiry of his character, have come to believe that he was the best and most just man in Athens.

79.1. συνεστηκότων δὲ τῶν στρατηγῶν, ἐξ Αἰγίνης διέβη Ἀριστείδης ὁ Λυσιμάχου, ἀνὴρ Ἀθηναῖος μὲν ἐξωστρακισμένος δὲ ὑπὸ τοῦ δήμου· τὸν ἐγὼ νενόμικα, πυνθανόμενος αὐτοῦ τὸν τρόπον, ἄριστον ἄνδρα γενέσθαι ἐν Ἀθήνῃσι καὶ δικαιότατον.

79.2. This man stood at the assembly and called Themistocles out, although he was no friend of his, but his bitter enemy. Because of the magnitude of the present ills, he deliberately forgot all that and called him out, wanting to talk to him. He had already heard that those from the Peloponnese were anxious to set sail for the Isthmus, so when Themistocles came out he said, “On all occasions and especially now our contention must be over which of us will do our country more good.

79.2. οὗτος ὡνὴρ στὰς ἐπὶ τὸ συνέδριον ἐξεκαλέετο Θεμιστοκλέα, ἐόντα μὲν ἑωυτῷ οὐ φίλον ἐχθρὸν δὲ τὰ μάλιστα· ὑπὸ δὲ μεγάθεος τῶν παρεόντων κακῶν λήθην ἐκείνων ποιεύμενος ἐξεκαλέετο, θέλων αὐτῷ συμμῖξαι· προακηκόεε δὲ ὅτι σπεύδοιεν οἱ ἀπὸ Πελοποννήσου ἀνάγειν τὰς νέας πρὸς τὸν Ἰσθμόν. ὡς δὲ ἐξῆλθέ οἱ Θεμιστοκλέης, ἔλεγε Ἀριστείδης τάδε. ἡμέας στασιάζειν χρεόν ἐστι ἔν τε τῷ ἄλλῳ καιρῷ καὶ δὴ καὶ ἐν τῷδε περὶ τοῦ ὁκότερος ἡμέων πλέω ἀγαθὰ τὴν πατρίδα ἐργάσεται.

79.4. I say that it is all the same for the Peloponnesians to speak much or little about sailing away from here, for I have seen with my own eyes that even if the Corinthians and Eurybiades himself wanted to, they would not be able to escape. We are encircled by the enemy. Go in and indicate this to them.”

79.4. λέγω δέ τοι ὅτι ἴσον ἐστὶ πολλά τε καὶ ὀλίγα λέγειν περὶ ἀποπλόου τοῦ ἐνθεῦτεν Πελοποννησίοισι. ἐγὼ γὰρ αὐτόπτης τοι λέγω γενόμενος ὅτι νῦν οὐδʼ ἢν θέλωσι Κορίνθιοί τε καὶ αὐτὸς Εὐρυβιάδης οἷοί τε ἔσονται ἐκπλῶσαι· περιεχόμεθα γὰρ ὑπὸ τῶν πολεμίων κύκλῳ. ἀλλʼ ἐσελθών σφι ταῦτα σήμηνον. ὃ δʼ ἀμείβετο τοῖσιδε.

80.1. Themistocles answered, “Your exhortation is most useful and you bring good news. You have come as an eyewitness of just what I wanted to happen. Know that I am the cause of what the Medes are doing. When the Hellenes would not willingly enter battle, it was necessary to force them against their will. Since you have come bringing good news, tell it to them yourself.

80.1. κάρτα τε χρηστὰ διακελεύεαι καὶ εὖ ἤγγειλας· τὰ γὰρ ἐγὼ ἐδεόμην γενέσθαι, αὐτὸς αὐτόπτης γενόμενος ἥκεις. ἴσθι γὰρ ἐξ ἐμέο τὰ ποιεύμενα ὑπὸ Μήδων· ἔδεε γάρ, ὅτε οὐκ ἑκόντες ἤθελον ἐς μάχην κατίστασθαι οἱ Ἕλληνες, ἀέκοντας παραστήσασθαι. σὺ δὲ ἐπεί περ ἥκεις χρηστὰ ἀπαγγέλλων, αὐτός σφι ἄγγειλον.

80.2. If I say these things, they will think I invented it, and they will not believe that the barbarians are doing this. Go in yourself and let them know how it stands. It would be best if they believe you when you tell them, but if they find these things incredible it is all the same to us. They will not be able to run away, if indeed we are surrounded on all sides as you say.”

80.2. ἢν γὰρ ἐγὼ αὐτὰ λέγω, δόξω πλάσας λέγειν καὶ οὐ πείσω, ὡς οὐ ποιεύντων τῶν βαρβάρων ταῦτα. ἀλλά σφι σήμηνον αὐτὸς παρελθὼν ὡς ἔχει. ἐπεὰν δὲ σημήνῃς, ἢν μὲν πείθωνται, ταῦτα δὴ τὰ κάλλιστα, ἢν δὲ αὐτοῖσι μὴ πιστὰ γένηται, ὅμοιον ἡμῖν ἔσται· οὐ γὰρ ἔτι διαδρήσονται, εἴ περ περιεχόμεθα πανταχόθεν, ὡς σὺ λέγεις.

81.1. Aristides went in and told them, saying that he had come from Aegina and had barely made it past the blockade when he sailed out, since all the Hellenic camp was surrounded by Xerxes' ships. He advised them to prepare to defend themselves. He said this and left, and again a dispute arose among them. The majority of the generals did not believe the news.

81.1. ἐνθαῦτα ἔλεγε παρελθὼν ὁ Ἀριστείδης, φάμενος ἐξ Αἰγίνης τε ἥκειν καὶ μόγις ἐκπλῶσαι λαθὼν τοὺς ἐπορμέοντας· περιέχεσθαι γὰρ πᾶν τὸ στρατόπεδον τὸ Ἑλληνικὸν ὑπὸ τῶν νεῶν τῶν Ξέρξεω· παραρτέεσθαι τε συνεβούλευε ὡς ἀλεξησομένους. καὶ ὃ μὲν ταῦτα εἴπας μετεστήκεε, τῶν δὲ αὖτις ἐγίνετο λόγων ἀμφισβασίη· οἱ γὰρ πλεῦνες τῶν στρατηγῶν οὐκ ἐπείθοντο τὰ ἐσαγγελθέντα.

82.1. While they were still held by disbelief, a trireme of Tenian deserters arrived, captained by Panaetius son of Sosimenes, which brought them the whole truth. For this deed the Tenians were engraved on the tripod at Delphi with those who had conquered the barbarian.

82.1. ἀπιστεόντων δὲ τούτων ἧκε τριήρης ἀνδρῶν Τηνίων αὐτομολέουσα, τῆς ἦρχε ἀνὴρ Παναίτιος ὁ Σωσιμένεος, ἥ περ δὴ ἔφερε τὴν ἀληθείην πᾶσαν. διὰ δὲ τοῦτο τὸ ἔργον ἐνεγράφησαν Τήνιοι ἐν Δελφοῖσι ἐς τὸν τρίποδα ἐν τοῖσι τὸν βάρβαρον κατελοῦσι.

82.2. With this ship that deserted at Salamis and the Lemnian which deserted earlier at Artemisium, the Hellenic fleet reached its full number of three hundred and eighty ships, for it had fallen short of the number by two ships.

82.2. σὺν δὲ ὦν ταύτῃ τῇ νηὶ τῇ αὐτομολησάσῃ ἐς Σαλαμῖνα καὶ τῇ πρότερον ἐπʼ Ἀρτεμίσιον τῇ Λημνίῃ ἐξεπληροῦτο τὸ ναυτικὸν τοῖσι Ἕλλησι ἐς τὰς ὀγδώκοντα καὶ τριηκοσίας νέας· δύο γὰρ δὴ νεῶν τότε κατέδεε ἐς τὸν ἀριθμόν.

83.1. When they found the words of the Tenians worthy of belief, the Hellenes prepared to fight at sea. As dawn glimmered, they held an assembly of the fighting men, and Themistocles gave the best address among the others. His entire speech involved comparing the better and lesser elements in human nature and the human condition.

83.1. τοῖσι δὲ Ἕλλησι ὡς πιστὰ δὴ τὰ λεγόμενα ἦν τῶν Τηνίων ῥήματα, παρεσκευάζοντο ὡς ναυμαχήσοντες. ἠώς τε διέφαινε καὶ οἳ σύλλογον τῶν ἐπιβατέων ποιησάμενοι, προηγόρευε εὖ ἔχοντα μὲν ἐκ πάντων Θεμιστοκλέης, τὰ δὲ ἔπεα ἦν πάντα κρέσσω τοῖσι ἥσσοσι ἀντιτιθέμενα, ὅσα δὴ ἐν ἀνθρώπου φύσι καὶ καταστάσι ἐγγίνεται·

83.2. He concluded his speech by advising them to choose the better of these, then gave the command to mount the ships. Just as they embarked, the trireme which had gone after the sons of Aeacus arrived from Aegina.

83.2. παραινέσας δὲ τούτων τὰ κρέσσω αἱρέεσθαι καὶ καταπλέξας τὴν ῥῆσιν, ἐσβαίνειν ἐκέλευε ἐς τὰς νέας. καὶ οὗτοι μὲν δὴ ἐσέβαινον, καὶ ἧκε ἡ ἀπʼ Αἰγίνης τριήρης, ἣ κατὰ τοὺς Αἰακίδας ἀπεδήμησε.

84.1. Then the Hellenes set sail with all their ships, and as they were putting out to sea the barbarians immediately attacked them. The rest of the Hellenes began to back water and tried to beach their ships, but Ameinias of Pallene, an Athenian, charged and rammed a ship. When his ship became entangled and the crew could not free it, the others came to help Ameinias and joined battle.

84.1. ἐνθαῦτα ἀνῆγον τὰς νέας ἁπάσας Ἕλληνες, ἀναγομένοισι δέ σφι αὐτίκα ἐπεκέατο οἱ βάρβαροι. οἱ μὲν δὴ ἄλλοι Ἕλληνες ἐπὶ πρύμνην ἀνεκρούοντο καὶ ὤκελλον τὰς νέας, Ἀμεινίης δὲ Παλληνεὺς ἀνὴρ Ἀθηναῖος ἐξαναχθεὶς νηὶ ἐμβάλλει· συμπλακείσης δὲ τῆς νεὸς καὶ οὐ δυναμένων ἀπαλλαγῆναι, οὕτω δὴ οἱ ἄλλοι Ἀμεινίῃ βοηθέοντες συνέμισγον.

84.2. The Athenians say that the fighting at sea began this way, but the Aeginetans say that the ship which had been sent to Aegina after the sons of Aeacus was the one that started it. The story is also told that the phantom of a woman appeared to them, who cried commands loud enough for all the Hellenic fleet to hear, reproaching them first with, “Men possessed, how long will you still be backing water?”

84.2. Ἀθηναῖοι μὲν οὕτω λέγουσι τῆς ναυμαχίης γενέσθαι τὴν ἀρχήν, Αἰγινῆται δὲ τὴν κατὰ τοὺς Αἰακίδας ἀποδημήσασαν ἐς Αἴγιναν, ταύτην εἶναι τὴν ἄρξασαν. λέγεται δὲ καὶ τάδε, ὡς φάσμα σφι γυναικὸς ἐφάνη, φανεῖσαν δὲ διακελεύσασθαι ὥστε καὶ ἅπαν ἀκοῦσαι τὸ τῶν Ἑλλήνων στρατόπεδον, ὀνειδίσασαν πρότερον τάδε, ὦ δαιμόνιοι, μέχρι κόσου ἔτι πρύμνην ἀνακρούεσθε;

85.1. The Phoenicians were marshalled against the Athenians, holding the western wing toward Eleusis. Against the Lacedaemonians were the Ionians, on the eastern wing toward Piraeus, and a few of them fought badly according to Themistocles' instructions, but the majority did not.

85.1. κατὰ μὲν δὴ Ἀθηναίους ἐτετάχατο Φοίνικες (οὗτοι γὰρ εἶχον τὸ πρὸς Ἐλευσῖνός τε καὶ ἑσπέρης κέρας), κατὰ δὲ Λακεδαιμονίους Ἴωνες· οὗτοι δʼ εἶχον τὸ πρὸς τὴν ἠῶ τε καὶ τὸν Πειραιέα. ἐθελοκάκεον μέντοι αὐτῶν κατὰ τὰς Θεμιστοκλέος ἐντολὰς ὀλίγοι, οἱ δὲ πλεῦνες οὔ.

85.2. I can list the names of many captains who captured Hellenic ships, but I will mention none except Theomestor son of Androdamas and Phylacus son of Histiaeus, both Samians.

85.2. ἔχω μέν νυν συχνῶν οὐνόματα τριηράρχων καταλέξαι τῶν νέας Ἑλληνίδας ἑλόντων, χρήσομαι δὲ αὐτοῖσι οὐδὲν πλὴν Θεομήστορός τε τοῦ Ἀνδροδάμαντος καὶ Φυλάκου τοῦ Ἱστιαίου, Σαμίων ἀμφοτέρων.

85.3. I mention only these because Theomestor was appointed tyrant of Samos by the Persians for this feat, and Phylacus was recorded as a benefactor of the king and granted much land. The king's benefactors are called “orosangae” in the Persian language.

85.3. τοῦδε δὲ εἵνεκα μέμνημαι τούτων μούνων, ὅτι Θεομήστωρ μὲν διὰ τοῦτο τὸ ἔργον Σάμου ἐτυράννευσε καταστησάντων τῶν Περσέων, Φύλακος δὲ εὐεργέτης βασιλέος ἀνεγράφη καὶ χώρῃ ἐδωρήθη πολλῇ. οἱ δʼ εὐεργέται βασιλέος ὀροσάγγαι καλέονται Περσιστί.

86.1. Thus it was concerning them. But the majority of the ships at Salamis were sunk, some destroyed by the Athenians, some by the Aeginetans. Since the Hellenes fought in an orderly fashion by line, but the barbarians were no longer in position and did nothing with forethought, it was likely to turn out as it did. Yet they were brave that day, much more brave than they had been at Euboea, for they all showed zeal out of fear of Xerxes, each one thinking that the king was watching him.

86.1. περὶ μέν νυν τούτους οὕτω εἶχε· τὸ δὲ πλῆθος τῶν νεῶν ἐν τῇ Σαλαμῖνι ἐκεραΐζετο, αἳ μὲν ὑπʼ Ἀθηναίων διαφθειρόμεναι αἳ δὲ ὑπʼ Αἰγινητέων. ἅτε γὰρ τῶν μὲν Ἑλλήνων σὺν κόσμῳ ναυμαχεόντων καὶ κατὰ τάξιν, τῶν δὲ βαρβάρων οὔτε τεταγμένων ἔτι οὔτε σὺν νόῳ ποιεόντων οὐδέν, ἔμελλε τοιοῦτό σφι συνοίσεσθαι οἷόν περ ἀπέβη. καίτοι ἦσάν γε καὶ ἐγένοντο ταύτην τὴν ἡμέρην μακρῷ ἀμείνονες αὐτοὶ ἑωυτῶν ἢ πρὸς Εὐβοίῃ, πᾶς τις προθυμεόμενος καὶ δειμαίνων Ξέρξην, ἐδόκεέ τε ἕκαστος ἑωυτὸν θεήσασθαι βασιλέα.

87.1. I cannot say exactly how each of the other barbarians or Hellenes fought, but this is what happened to Artemisia, and it gave her still higher esteem with the king:

87.1. κατὰ μὲν δὴ τοὺς ἄλλους οὐκ ἔχω μετεξετέρους εἰπεῖν ἀτρεκέως ὡς ἕκαστοι τῶν βαρβάρων ἢ τῶν Ἑλλήνων ἠγωνίζοντο· κατὰ δὲ Ἀρτεμισίην τάδε ἐγένετο, ἀπʼ ὧν εὐδοκίμησε μᾶλλον ἔτι παρὰ βασιλέι.

87.2. When the king's side was all in commotion, at that time Artemisia's ship was pursued by a ship of Attica. She could not escape, for other allied ships were in front of her and hers was the nearest to the enemy. So she resolved to do something which did in fact benefit her: as she was pursued by the Attic ship, she charged and rammed an allied ship, with a Calyndian crew and Damasithymus himself, king of the Calyndians, aboard.

87.2. ἐπειδὴ γὰρ ἐς θόρυβον πολλὸν ἀπίκετο τὰ βασιλέος πρήγματα, ἐν τούτῳ τῷ καιρῷ ἡ νηῦς ἡ Ἀρτεμισίης ἐδιώκετο ὑπὸ νεὸς Ἀττικῆς· καὶ ἣ οὐκ ἔχουσα διαφυγεῖν, ἔμπροσθε γὰρ αὐτῆς ἦσαν ἄλλαι νέες φίλιαι, ἡ δὲ αὐτῆς πρὸς τῶν πολεμίων μάλιστα ἐτύγχανε ἐοῦσα, ἔδοξέ οἱ τόδε ποιῆσαι, τὸ καὶ συνήνεικε ποιησάσῃ. διωκομένη γὰρ ὑπὸ τῆς Ἀττικῆς φέρουσα ἐνέβαλε νηὶ φιλίῃ ἀνδρῶν τε Καλυνδέων καὶ αὐτοῦ ἐπιπλέοντος τοῦ Καλυνδέων βασιλέος Δαμασιθύμου.

87.3. I cannot say if she had some quarrel with him while they were still at the Hellespont, or whether she did this intentionally or if the ship of the Calyndians fell in her path by chance.

87.3. εἰ μὲν καί τι νεῖκος πρὸς αὐτὸν ἐγεγόνεε ἔτι περὶ Ἑλλήσποντον ἐόντων, οὐ μέντοι ἔχω γε εἰπεῖν οὔτε εἰ ἐκ προνοίης αὐτὰ ἐποίησε, οὔτε εἰ συνεκύρησε ἡ τῶν Καλυνδέων κατὰ τύχην παραπεσοῦσα νηῦς.

87.4. But when she rammed and sank it, she had the luck of gaining two advantages. When the captain of the Attic ship saw her ram a ship with a barbarian crew, he decided that Artemisia's ship was either Hellenic or a deserter from the barbarians fighting for them, so he turned away to deal with others.

87.4. ὡς δὲ ἐνέβαλέ τε καὶ κατέδυσε, εὐτυχίῃ χρησαμένη διπλᾶ ἑωυτὴν ἀγαθὰ ἐργάσατο. ὅ τε γὰρ τῆς Ἀττικῆς νεὸς τριήραρχος ὡς εἶδέ μιν ἐμβάλλουσαν νηὶ ἀνδρῶν βαρβάρων, νομίσας τὴν νέα τὴν Ἀρτεμισίης ἢ Ἑλληνίδα εἶναι ἢ αὐτομολέειν ἐκ τῶν βαρβάρων καὶ αὐτοῖσι ἀμύνειν, ἀποστρέψας πρὸς ἄλλας ἐτράπετο.

88.1. Thus she happened to escape and not be destroyed, and it also turned out that the harmful thing which she had done won her exceptional esteem from Xerxes.

88.1. τοῦτο μὲν τοιοῦτο αὐτῇ συνήνεικε γενέσθαι διαφυγεῖν τε καὶ μὴ ἀπολέσθαι, τοῦτο δὲ συνέβη ὥστε κακὸν ἐργασαμένην ἀπὸ τούτων αὐτὴν μάλιστα εὐδοκιμῆσαι παρὰ Ξέρξῃ.

88.2. It is said that the king, as he watched the battle, saw her ship ram the other, and one of the bystanders said, “Master, do you see how well Artemisia contends in the contest and how she has sunk an enemy ship?” When he asked if the deed was truly Artemisia's, they affirmed it, knowing reliably the marking of her ship, and they supposed that the ruined ship was an enemy.

88.2. λέγεται γὰρ βασιλέα θηεύμενον μαθεῖν τὴν νέα ἐμβαλοῦσαν, καὶ δή τινα εἰπεῖν τῶν παρεόντων δέσποτα, ὁρᾷς Ἀρτεμισίην ὡς εὖ ἀγωνίζεται καὶ νέα τῶν πολεμίων κατέδυσε; καὶ τὸν ἐπειρέσθαι εἰ ἀληθέως ἐστὶ Ἀρτεμισίης τὸ ἔργον, καὶ τοὺς φάναι, σαφέως τὸ ἐπίσημον τῆς νεὸς ἐπισταμένους· τὴν δὲ διαφθαρεῖσαν ἠπιστέατο εἶναι πολεμίην.

88.3. As I have said, all this happened to bring her luck, and also that no one from the Calyndian ship survived to accuse her. It is said that Xerxes replied to what was told him, “My men have become women, and my women men.” They say this is what Xerxes said.

88.3. τά τε γὰρ ἄλλα, ὡς εἴρηται, αὐτῇ συνήνεικε ἐς εὐτυχίην γενόμενα, καὶ τὸ τῶν ἐκ τῆς Καλυνδικῆς νεὸς μηδένα ἀποσωθέντα κατήγορον γενέσθαι. Ξέρξην δὲ εἰπεῖν λέγεται πρὸς τὰ φραζόμενα οἱ μὲν ἄνδρες γεγόνασί μοι γυναῖκες, αἱ δὲ γυναῖκες ἄνδρες. ταῦτα μὲν Ξέρξην φασὶ εἰπεῖν.

89.1. In this struggle the general Ariabignes died, son of Darius and the brother of Xerxes. Many other famous men of the Persians and Medes and other allies also died, but only a few Hellenes, since they knew how to swim. Those whose ships were sunk swam across to Salamis, unless they were killed in action, but many of the barbarians drowned in the sea since they did not know how to swim.

89.1. ἐν δὲ τῷ πόνῳ τούτῳ ἀπὸ μὲν ἔθανε ὁ στρατηγὸς Ἀριαβίγνης ὁ Δαρείου, Ξέρξεω ἐὼν ἀδελφεός, ἀπὸ δὲ ἄλλοι πολλοί τε καὶ ὀνομαστοὶ Περσέων καὶ Μήδων καὶ τῶν ἄλλων συμμάχων, ὀλίγοι δὲ τινὲς καὶ Ἑλλήνων· ἅτε γὰρ νέειν ἐπιστάμενοι, τοῖσι αἱ νέες διεφθείροντο, καὶ μὴ ἐν χειρῶν νόμῳ ἀπολλύμενοι, ἐς τὴν Σαλαμῖνα διένεον.

89.2. Most of the ships were sunk when those in the front turned to flee, since those marshalled in the rear, as they tried to go forward with their ships so they too could display some feat to the king, ran afoul of their own side's ships in flight.

89.2. τῶν δὲ βαρβάρων οἱ πολλοὶ ἐν τῇ θαλάσσῃ διεφθάρησαν νέειν οὐκ ἐπιστάμενοι. ἐπεὶ δὲ αἱ πρῶται ἐς φυγὴν ἐτράποντο, ἐνθαῦτα αἱ πλεῖσται διεφθείροντο· οἱ γὰρ ὄπισθε τεταγμένοι, ἐς τὸ πρόσθε τῇσι νηυσὶ παριέναι πειρώμενοι ὡς ἀποδεξόμενοί τι καὶ αὐτοὶ ἔργον βασιλέι, τῇσι σφετέρῃσι νηυσὶ φευγούσῃσι περιέπιπτον.

90.1. It also happened in this commotion that certain Phoenicians whose ships had been destroyed came to the king and accused the Ionians of treason, saying that it was by their doing that the ships had been lost. It turned out that the Ionian generals were not put to death, and those Phoenicians who slandered them were rewarded as I will show.

90.1. ἐγένετο δὲ καὶ τόδε ἐν τῷ θορύβῳ τούτῳ. τῶν τινες Φοινίκων, τῶν αἱ νέες διεφθάρατο, ἐλθόντες παρὰ βασιλέα διέβαλλον τοὺς Ἴωνας, ὡς διʼ ἐκείνους ἀπολοίατο αἱ νέες, ὡς προδόντων. συνήνεικε ὦν οὕτω ὥστε Ἰώνων τε τοὺς στρατηγοὺς μὴ ἀπολέσθαι Φοινίκων τε τοὺς διαβάλλοντας λαβεῖν τοιόνδε μισθόν.

90.2. While they were still speaking, a Samothracian ship rammed an Attic ship. The Attic ship sank and an Aeginetan ship bore down and sank the Samothracian ship, but the Samothracians, being javelin-throwers, by pelting them with missiles knocked the fighters off the ship that had sunk theirs and boarded and seized it.

90.2. ἔτι τούτων ταῦτα λεγόντων ἐνέβαλε νηὶ Ἀττικῇ Σαμοθρηικίη νηῦς. ἥ τε δὴ Ἀττικὴ κατεδύετο καὶ ἐπιφερομένη Αἰγιναίη νηῦς κατέδυσε τῶν Σαμοθρηίκων τὴν νέα. ἅτε δὲ ἐόντες ἀκοντισταὶ οἱ Σαμοθρήικες τοὺς ἐπιβάτας ἀπὸ τῆς καταδυσάσης νεὸς βάλλοντες ἀπήραξαν καὶ ἐπέβησάν τε καὶ ἔσχον αὐτήν.

90.3. This saved the Ionians. In his deep vexation Xerxes blamed everyone. When he saw the Ionians performing this great feat, he turned to the Phoenicians and commanded that their heads be cut off, so that they who were base not slander men more noble.

90.3. ταῦτα γενόμενα τοὺς Ἴωνας ἐρρύσατο· ὡς γὰρ εἶδε σφέας Ξέρξης ἔργον μέγα ἐργασαμένους, ἐτράπετο πρὸς τοὺς Φοίνικας οἷα ὑπερλυπεόμενός τε καὶ πάντας αἰτιώμενος, καὶ σφεων ἐκέλευσε τὰς κεφαλὰς ἀποταμεῖν, ἵνα μὴ αὐτοὶ κακοὶ γενόμενοι τοὺς ἀμείνονας διαβάλλωσι.

90.4. Whenever Xerxes, as he sat beneath the mountain opposite Salamis which is called Aegaleos, saw one of his own men achieve some feat in the battle, he inquired who did it, and his scribes wrote down the captain's name with his father and city of residence. The presence of Ariaramnes, a Persian and a friend of the Ionians, contributed still more to this calamity of the Phoenicians. Thus they dealt with the Phoenicians.

90.4. ὅκως γάρ τινα ἴδοι Ξέρξης τῶν ἑωυτοῦ ἔργον τι ἀποδεικνύμενον ἐν τῇ ναυμαχίῃ, κατήμενος ὑπὸ τῷ ὄρεϊ τῷ ἀντίον Σαλαμῖνος τὸ καλέεται Αἰγάλεως, ἀνεπυνθάνετο τὸν ποιήσαντα, καὶ οἱ γραμματισταὶ ἀνέγραφον πατρόθεν τὸν τριήραρχον καὶ τὴν πόλιν. πρὸς δέ τι καὶ προσεβάλετο φίλος ἐὼν Ἀριαράμνης ἀνὴρ Πέρσης παρεὼν τούτου τοῦ Φοινικηίου πάθεος. οἳ μὲν δὴ πρὸς τοὺς Φοίνικας ἐτράποντο.

91.1. The barbarians were routed and tried to flee by sailing out to Phalerum, but the Aeginetans lay in wait for them in the strait and then performed deeds worth telling. The Athenians in the commotion destroyed those ships which either resisted or tried to flee, the Aeginetans those sailing out of the strait. Whoever escaped from the Athenians charged right into the Aeginetans.

91.1. τῶν δὲ βαρβάρων ἐς φυγὴν τραπομένων καὶ ἐκπλεόντων πρὸς τὸ Φάληρον, Αἰγινῆται ὑποστάντες ἐν τῷ πορθμῷ ἔργα ἀπεδέξαντο λόγου ἄξια. οἱ μὲν γὰρ Ἀθηναῖοι ἐν τῷ θορύβῳ ἐκεράιζον τάς τε ἀντισταμένας καὶ τὰς φευγούσας τῶν νεῶν, οἱ δὲ Αἰγινῆται τὰς ἐκπλεούσας· ὅκως δὲ τινὲς τοὺς Ἀθηναίους διαφύγοιεν, φερόμενοι ἐσέπιπτον ἐς τοὺς Αἰγινήτας.

92.1. The ships of Themistocles, as he was pursuing a ship, and of Polycritus son of Crius, an Aeginetan, then met. Polycritus had rammed a Sidonian ship, the one which had captured the Aeginetan ship that was on watch off Sciathus, and on it was Pytheas son of Ischenous, the one the Persians marvelled at when severely wounded and kept aboard their ship because of his virtue. This Sidonian ship carrying him with the Persians was now captured, so Pytheas came back safe to Aegina.

92.1. ἐνθαῦτα συνεκύρεον νέες ἥ τε Θεμιστοκλέος διώκουσα νέα καὶ ἡ Πολυκρίτου τοῦ Κριοῦ ἀνδρὸς Αἰγινήτεω νηὶ ἐμβαλοῦσα Σιδωνίῃ, ἥ περ εἷλε τὴν προφυλάσσουσαν ἐπὶ Σκιάθῳ τὴν Αἰγιναίην, ἐπʼ ἧς ἔπλεε Πυθέης ὁ Ἰσχενόου, τὸν οἱ Πέρσαι κατακοπέντα ἀρετῆς εἵνεκα εἶχον ἐν τῇ νηὶ ἐκπαγλεόμενοι· τὸν δὴ περιάγουσα ἅμα τοῖσι Πέρσῃσι ἥλω ἡ νηῦς ἡ Σιδωνίη, ὥστε Πυθέην οὕτω σωθῆναι ἐς Αἴγιναν.

92.2. When Polycritus saw the Attic ship, he recognized it by seeing the flagship's marking and shouted to Themistocles, mocking and reproaching him concerning the Medizing of the Aeginetans. After ramming an enemy ship, Polycritus hurled these insults at Themistocles. The barbarians whose ships were still intact fled and reached Phalerum under cover of the land army.

92.2. ὡς δὲ ἐσεῖδε τὴν νέα τὴν Ἀττικὴν ὁ Πολύκριτος, ἔγνω τὸ σημήιον ἰδὼν τῆς στρατηγίδος, καὶ βώσας τὸν Θεμιστοκλέα ἐπεκερτόμησε ἐς τῶν Αἰγινητέων τὸν μηδισμὸν ὀνειδίζων. ταῦτα μέν νυν νηὶ ἐμβαλὼν ὁ Πολύκριτος ἀπέρριψε ἐς Θεμιστοκλέα· οἱ δὲ βάρβαροι τῶν αἱ νέες περιεγένοντο, φεύγοντες ἀπίκοντο ἐς Φάληρον ὑπὸ τὸν πεζὸν στρατόν.

93.1. In this battle the Hellenes with the reputation as most courageous were the Aeginetans, then the Athenians. Among individuals they were Polycritus the Aeginetan and the Athenians Eumenes of Anagyrus and Aminias of Pallene, the one who pursued Artemisia. If he had known she was in that ship, he would not have stopped before either capturing it or being captured himself.

93.1. ἐν δὲ τῇ ναυμαχίῃ ταύτῃ ἤκουσαν Ἑλλήνων ἄριστα Αἰγινῆται, ἐπὶ δὲ Ἀθηναῖοι, ἀνδρῶν δὲ Πολύκριτός τε ὁ Αἰγινήτης καὶ Ἀθηναῖοι Εὐμένης τε ὁ Ἀναγυράσιος καὶ Ἀμεινίης Παλληνεύς, ὃς καὶ Ἀρτεμισίην ἐπεδίωξε. εἰ μέν νυν ἔμαθε ὅτι ἐν ταύτῃ πλέοι Ἀρτεμισίη, οὐκ ἂν ἐπαύσατο πρότερον ἢ εἷλέ μιν ἢ καὶ αὐτὸς ἥλω.

93.2. Such were the orders given to the Athenian captains, and there was a prize offered of ten thousand drachmas to whoever took her alive, since they were indignant that a woman waged war against Athens. But she escaped, as I said earlier, and the others whose ships survived were also in Phalerum.

93.2. τοῖσι γὰρ Ἀθηναίων τριηράρχοισι παρεκεκέλευστο, πρὸς δὲ καὶ ἄεθλον ἔκειτο μύριαι δραχμαί, ὃς ἄν μιν ζωὴν ἕλῃ· δεινὸν γάρ τι ἐποιεῦντο γυναῖκα ἐπὶ τὰς Ἀθήνας στρατεύεσθαι. αὕτη μὲν δή, ὡς πρότερον εἴρηται, διέφυγε· ἦσαν δὲ καὶ οἱ ἄλλοι, τῶν αἱ νέες περιεγεγόνεσαν, ἐν τῷ Φαλήρῳ.

94.1. The Athenians say that when the ships joined battle, the Corinthian general Adeimantus, struck with bewilderment and terror, hoisted his sails and fled away. When the Corinthians saw their flagship fleeing, they departed in the same way, but when in their flight they were opposite the sacred precinct of Athena Sciras on Salamis, by divine guidance a boat encountered them.

94.1. Ἀδείμαντον δὲ τὸν Κορίνθιον στρατηγὸν λέγουσι Ἀθηναῖοι αὐτίκα κατʼ ἀρχάς, ὡς συνέμισγον αἱ νέες, ἐκπλαγέντα τε καὶ ὑπερδείσαντα, τὰ ἱστία ἀειράμενον οἴχεσθαι φεύγοντα, ἰδόντας δὲ τοὺς Κορινθίους τὴν στρατηγίδα φεύγουσαν ὡσαύτως οἴχεσθαι.

94.2. No one appeared to have sent it, and the Corinthians knew nothing about the affairs of the fleet when it approached. They reckon the affair to involve the gods because when the boat came near the ships, the people on the boat said, “Adeimantus, you have turned your ships to flight and betrayed the Hellenes, but they are overcoming their enemies to the fulfillment of their prayers for victory.”

94.2. ὡς δὲ ἄρα φεύγοντας γίνεσθαι τῆς Σαλαμινίης κατὰ ἱρὸν Ἀθηναίης Σκιράδος, περιπίπτειν σφι κέλητα θείῃ πομπῇ, τὸν οὔτε πέμψαντα φανῆναι οὐδένα, οὔτε τι τῶν ἀπὸ τῆς στρατιῆς εἰδόσι προσφέρεσθαι τοῖσι Κορινθίοισι. τῇδε δὲ συμβάλλονται εἶναι θεῖον τὸ πρῆγμα. ὡς γὰρ ἀγχοῦ γενέσθαι τῶν νεῶν, τοὺς ἀπὸ τοῦ κέλητος λέγειν τάδε.

94.3. Adeimantus did not believe them when they said this, so they spoke again, saying that they could be taken as hostages and killed if the Hellenes were not seen to be victorious.

94.3. Ἀδείμαντε, σὺ μὲν ἀποστρέψας τὰς νέας ἐς φυγὴν ὅρμησαι καταπροδοὺς τοὺς Ἕλληνας· οἳ δὲ καὶ δὴ νικῶσι ὅσον αὐτοὶ ἠρῶντο ἐπικρατήσαντες τῶν ἐχθρῶν. ταῦτα λεγόντων ἀπιστέειν γὰρ τὸν Ἀδείμαντον, αὖτις τάδε λέγειν, ὡς αὐτοὶ οἷοί τε εἶεν ἀγόμενοι ὅμηροι ἀποθνήσκειν, ἢν μὴ νικῶντες φαίνωνται οἱ Ἕλληνες.

94.4. So he and the others turned their ships around and came to the fleet, but it was all over. The Athenians spread this rumor about them, but the Corinthians do not agree at all, and they consider themselves to have been among the foremost in the battle. The rest of Hellas bears them witness.

94.4. οὕτω δὴ ἀποστρέψαντα τὴν νέα αὐτόν τε καὶ τοὺς ἄλλους ἐπʼ ἐξεργασμένοισι ἐλθεῖν ἐς τὸ στρατόπεδον. τούτους μὲν τοιαύτη φάτις ἔχει ὑπὸ Ἀθηναίων, οὐ μέντοι αὐτοί γε Κορίνθιοι ὁμολογέουσι, ἀλλʼ ἐν πρώτοισι σφέας αὐτοὺς τῆς ναυμαχίης νομίζουσι γενέσθαι· μαρτυρέει δέ σφι καὶ ἡ ἄλλη Ἑλλάς.

95.1. Aristides son of Lysimachus, the Athenian whom I mentioned a little before this as a valiant man, did this in the commotion that arose at Salamis: taking many of the armed men who were arrayed along the shore of Salamis, he brought them across and landed them on the island of Psyttalea, and they slaughtered all the Persians who were on that islet.

95.1. Ἀριστείδης δὲ ὁ Λυσιμάχου ἀνὴρ Ἀθηναῖος, τοῦ καὶ ὀλίγῳ τι πρότερον τούτων ἐπεμνήσθην ὡς ἀνδρὸς ἀρίστου, οὗτος ἐν τῷ θορύβῳ τούτῳ τῷ περὶ Σαλαμῖνα γενομένῳ τάδε ἐποίεε· παραλαβὼν πολλοὺς τῶν ὁπλιτέων οἳ παρατετάχατο παρὰ τὴν ἀκτὴν τῆς Σαλαμινίης χώρης, γένος ἐόντες Ἀθηναῖοι, ἐς τὴν Ψυττάλειαν νῆσον ἀπέβησε ἄγων, οἳ τοὺς Πέρσας τοὺς ἐν τῇ νησῖδι ταύτῃ κατεφόνευσαν πάντας.